← 安多基德斯

论神秘仪式

§129-136

卡利亚斯的家丑与税收承包告发真相

安多基得斯嘲讽了卡利亚斯混乱荒诞的家庭乱伦关系及其败坏家门的恶名,随后揭露原告们此前三年对其任公职和主祭毫无异议,如今突发不敬指控的真实动机,乃是因他在百分之二税承包竞标中打破了他们的垄断串通并阻止了他们侵吞公款。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§129

οἶμαι γὰρ ἔγωγε οὐδένα οὕτως ἀγαθὸν εἶναι λογίζεσθαι, ὅστις ἐξευρήσει τοὔνομα αὐτοῦ. τριῶν γὰρ οὐσῶν γυναικῶν αἷς συνῳκηκὼς ἔσται ὁ πατὴρ αὐτοῦ,1 τῆς μὲν υἱός ἐστιν, ὥς φησι, τῆς δὲ ἀδελφός, τῆς δὲ θεῖος. τίς ἂν εἴη οὗτος; Οἰδίπους, ἢ Αἴγισθος; ἢ τί χρὴ αὐτὸν ὀνομάσαι;

因为据我看来,没有谁能精明算计到查清他的亲属称谓。因为他的父亲同居过的三个女人,按他的说法,他是其中一人的儿子,是另一人的兄弟,又是第三人的舅父。此人究竟能算是什么?俄狄浦斯,还是埃癸斯托斯?又该叫他什么才好?

§130

ἀλλὰ γάρ, ὦ ἄνδρες, βραχύ τι ὑμᾶς ἀναμνῆσαι περὶ Καλλίου βούλομαι. εἰ γὰρ μέμνησθε, ὅτε ἡ πόλις ἦρχε τῶν Ἑλλήνων καὶ ηὐδαιμόνει μάλιστα, Ἱππόνικος δὲ ἦν πλουσιώτατος τῶν Ἑλλήνων, τότε μέντοι πάντες ἴστε ὅτι παρὰ τοῖς παιδαρίοις τοῖς μικροτάτοις καὶ τοῖς γυναίοις κληδὼν ἐν ἁπάσῃ τῇ πόλει κατεῖχεν, ὅτι Ἱππόνικος ἐν τῇ οἰκίᾳ ἀλιτήριον τρέφει, ὃς αὐτοῦ τὴν τράπεζαν ἀνατρέπει. μέμνησθε ταῦτα, ὦ ἄνδρες.

然而诸位,关于卡利亚斯,我想唤起你们片刻的回忆。如果你们还记得,当我们的城邦统治着希腊人且处于极盛的繁荣时期,而希波尼科斯又是希腊人中最富有的时候,你们大家无疑都知道,从黄口小儿到深闺妇人,全城都流传着这样一句话:希波尼科斯在家中豢养着一个掀翻他餐桌的灾星。诸位,你们对此记忆犹新。

§131

πῶς οὖν ἡ φήμη ἡ τότε οὖσα δοκεῖ ὑμῖν ἀποβῆναι; οἰόμενος γὰρ Ἱππόνικος υἱὸν τρέφειν ἀλιτήριον αὑτῷ ἔτρεφεν, ὃς ἀνατέτροφεν ἐκείνου τὸν πλοῦτον, τὴν σωφροσύνην, τὸν ἄλλον βίον ἅπαντα. οὕτως οὖν χρὴ περὶ τούτου γιγνώσκειν, ὡς ὄντος Ἱππονίκου ἀλιτηρίου.

那么,你们认为当年的传闻究竟应验得如何呢?希波尼科斯自以为在抚养一个儿子,实则是在为自己豢养一个灾星,正是这个灾星彻底毁了他的家产、他的节制以及他的整个人生。因此,人们必须将此人认定为希波尼科斯的灾星。

§132

ἀλλὰ γάρ, ὦ ἄνδρες, διὰ τί ποτε τοῖς ἐμοὶ νυνὶ ἐπιτιθεμένοις μετὰ Καλλίου καὶ συμπαρασκευάσασι τὸν ἀγῶνα καὶ χρήματα εἰσενεγκοῦσιν ἐπʼ ἐμοὶ τρία μὲν ἔτη ἐπιδημῶν καὶ ἥκων ἐκ Κύπρου οὐκ ἀσεβεῖν ἐδόκουν αὐτοῖς,2 μυῶν μὲν Ἀ... Δελφόν, ἔτι δὲ ἄλλους ξένους ἐμαυτοῦ, καὶ εἰσιὼν εἰς τὸ Ἐλευσίνιον καὶ θύων, ὥσπερ ἐμαυτὸν ἄξιον νομίζω εἶναι· ἀλλὰ τοὐναντίον λῃτουργεῖν οὗτοι προὐβάλλοντο, πρῶτον μὲν γυμνασίαρχον Ἡφαιστίοις, ἔπειτα ἀρχεθέωρον εἰς Ἰσθμὸν καὶ Ὀλυμπίαζε, εἶτα δὲ ταμίαν ἐν πόλει τῶν ἱερῶν χρημάτων. νῦν δὲ ἀσεβῶ καὶ ἀδικῶ εἰσιὼν εἰς τὰ ἱερά.

然而诸位,如今同卡利亚斯联手攻击我、合谋罗织这场审判并出资加害我的那些人,究竟为何在我自塞浦路斯归来并在此居住了三年之久期间,从未觉得我不敬神明呢?那时我主持某位德尔斐人以及我本人的其他外邦客人的入教仪式,走入埃勒乌辛神庙如常献祭,正合乎我自认拥有的资格;相反,正是他们推选我承担公益差役:先是在赫淮斯托斯节担任竞技长,随后担任前往地峡运动会和奥林匹亚的使团长,继而又担任卫城圣财的掌管人。可现在,他们却说我踏入圣地是不敬神且非法的。

§133

ἐγὼ ὑμῖν ἐρῶ διότι οὗτοι ταῦτα νῦν γιγνώσκουσιν. Ἀγύρριος γὰρ οὑτοσί, ὁ καλὸς κἀγαθός, ἀρχώνης ἐγένετο τῆς πεντηκοστῆς τρίτον ἔτος, καὶ ἐπρίατο τριάκοντα ταλάντων, μετέσχον δʼ αὐτῷ οὗτοι πάντες οἱ παρασυλλεγέντες ὑπὸ τὴν λεύκην, οὓς ὑμεῖς ἴστε οἷοί εἰσιν· οἳ διὰ τοῦτο ἔμοιγε δοκοῦσι συλλεγῆναι ἐκεῖσε, ἵνʼ αὐτοῖς ἀμφότερα ᾖ, καὶ μὴ ὑπερβάλλουσι λαβεῖν ἀργύριον καὶ ὀλίγου πραθείσης μετασχεῖν.3

我来告诉你们为何他们现在有了这番主张。站在这里的这位所谓仁人君子阿居里奥斯,前年担任了百分之二关税的总包税人,以三十塔兰同的价格购得承包权,而所有那些聚集在白杨树下的人——你们清楚他们都是些什么货色——全都在其中分了杯羹。在我看来,他们聚在那里就是图个两全其美:只要不去竞标抬价就能拿到封口费,而一旦低价成交又能分得红利。

§134

κερδήναντες δὲ ἓξ τάλαντα, γνόντες τὸ πρᾶγμα οἷον εἴη, συνέστησαν πάντες, καὶ μεταδόντες τοῖς ἄλλοις ἐωνοῦντο πάλιν τριάκοντα ταλάντων. ἐπεὶ δʼ οὐκ ἀντεωνεῖτο οὐδείς, παρελθὼν ἐγὼ εἰς τὴν βουλὴν ὑπερέβαλλον, ἕως ἐπριάμην ἓξ καὶ τριάκοντα ταλάντων. ἀπελάσας δὲ τούτους καὶ καταστήσας ὑμῖν ἐγγυητὰς ἐξέλεξα τὰ χρήματα καὶ κατέβαλον τῇ πόλει καὶ αὐτὸς οὐκ ἐζημιώθην, ἀλλὰ καὶ βραχέα ἀπεκερδαίνομεν οἱ μετασχόντες· τούτους δʼ ἐποίησα τῶν ὑμετέρων μὴ διανείμασθαι ἓξ τάλαντα ἀργυρίου.4

在赚得六塔兰同并尝到甜头之后,他们全都结成一伙,拉拢其他人入伙,企图再次以三十塔兰同的价格拿下。见无人出面竞价,我便走上议事会不断加价,直到以三十六塔兰同将其买下。我把他们驱逐出局,向你们提供担保人后征收了这笔税款并缴入城邦国库,我自己非但没有受损,我们这些合伙人甚至还略有赢余。如此一来,我让他们无法将属于你们公家的六塔兰同白银瓜分入囊。

§135

ἃ οὗτοι γνόντες ἔδοσαν σφίσιν αὐτοῖς λόγον, ὅτι ἅνθρωπος οὑτοσὶ οὔτε αὐτὸς λήψεται τῶν κοινῶν χρημάτων οὔθʼ ἡμᾶς ἐάσει, φυλάξει δὲ καὶ ἐμποδὼν ἔσται διανείμασθαι τὰ κοινά· πρὸς δὲ τούτοις, ὃν ἂν ἡμῶν ἀδικοῦντα λάβῃ, εἰσάξει εἰς τὸ πλῆθος τὸ Ἀθηναίων καὶ ἀπολεῖ. δεῖ οὖν τοῦτον ἐκποδὼν ἡμῖν εἶναι καὶ δικαίως καὶ ἀδίκως.

他们发觉之后,私下计议道: ‘此人既不会自染公款,也不会容许我们插手,反而会严加防范,阻碍我们瓜分公款;除此以外,我们当中无论谁作奸犯科被他抓住,他都会将其扭送至雅典民众面前置于死地。因此,无论用光明手段还是卑劣伎俩,我们都必须除掉此人。’

§136

ταῦτα μὲν οὖν, ὦ ἄνδρες δικασταί, τούτοις ποιητέα ἦν, ὑμῖν δέ γε τὸ ἐναντίον τούτων· ὡς γὰρ πλείστους εἶναι ὑμῖν ἤθελον ἂν τοιούσδε5 οἷόσπερ ἐγώ, τούτους δὲ μάλιστα μὲν ἀπολωλέναι, εἰ δὲ μή, εἶναι τοὺς μὴ ἐπιτρέψοντας αὐτοῖς, οἷς καὶ προσήκει ἀνδράσιν εἶναι καὶ ἀγαθοῖς καὶ δικαίοις περὶ τὸ πλῆθος τὸ ὑμέτερον, καὶ βουλόμενοι δυνήσονται εὖ ποιεῖν ὑμᾶς. ἐγὼ οὖν ὑμῖν ὑπισχνοῦμαι ἢ παύσειν τούτους ταῦτα ποιοῦντας καὶ βελτίους παρέξειν, ἢ εἰς ὑμᾶς εἰσαγαγὼν κολάσειν τοὺς ἀδικοῦντας αὐτῶν.

陪审官诸位,对他们而言,固然不得不采取这般行动;但对你们而言,所当为者却恰恰相反。因为我真希望你们身边的正直之士能尽可能多像我一样,而像他们这样的人最好彻底覆亡;若不能,也当有人挺身制止他们的肆意妄为——这些人理应是对你们民众忠厚公正之辈,既有为你们谋福的意愿,亦有行此善事的能力。因此我向你们保证:要么彻底制止他们这等行径,让他们改邪归正;要么将他们传唤至你们席前,惩治他们当中的不法之徒。

语法注5 条
  1. 129τριῶν γὰρ οὐσῶν γυναικῶν αἷς συνῳκηκὼς ἔσται ὁ πατὴρ αὐτοῦ

    τριῶν γυναικῶν 构成分词绝对属格(与 οὐσῶν 搭配)。关系代词 αἷς 为与格,作复合将来完成时 συνῳκηκὼς ἔσται(其父将已与其同居)的补足语。随后的 τῆς μὲν... τῆς δὲ... τῆς δὲ 分别指代这三个女人,作为亲属称谓名词(υἱός, ἀδελφός, θεῖος)所支配的属格。

  2. 132τοῖς ἐμοὶ νυνὶ ἐπιτιθεμένοις μετὰ Καλλίου ... οὐκ ἀσεβεῖν ἐδόκουν αὐτοῖς

    句首的与格短语 τοῖς ἐμοὶ νυνὶ ἐπιτιθεμένοις ... 因中间插入了长篇的分词短语及从句,在动词 ἐδόκουν 前通过代词与格 αὐτοῖς 进行了照应性复指。语法结构上,ἐδόκουν 采取人称构文(以发言者“我”为主语,意为“在他们看来我并未不敬”)。

  3. 133ἵνʼ αὐτοῖς ἀμφότερα ᾖ, καὶ μὴ ὑπερβάλλουσι λαβεῖν ἀργύριον καὶ ὀλίγου πραθείσης μετασχεῖν

    在目的从句中,ἀμφότερα 作主语,由两个并列的不定词短语 λαβεῖν ἀργύριον 和 μετασχεῖν 具体说明。μὴ ὑπερβάλλουσι 为条件分词,与与格代词 αὐτοῖς 保持一致(意为“若不去竞标抬价”)。ὀλίγου πραθείσης 是分词绝对属格,指税收承包权(πεντηκοστή)以低价成交(ὀλίγου 为价格属格)。

  4. 134τούτους δʼ ἐποίησα τῶν ὑμετέρων μὴ διανείμασθαι ἓξ τάλαντα ἀργυρίου

    由 ποιέω 接宾格(τούτους)及否定不定词(μὴ διανείμασθαι)构成的使役/结果结构,意为“我使他们未能瓜分 / 我阻止了他们瓜分”。διανείμασθαι 为中间体(“在他们自己之间瓜分”),τῶν ὑμετέρων 为部分属格,指“从属于你们的公款中”。

  5. 136ὡς γὰρ πλείστους εἶναι ὑμῖν ἤθελον ἂν τοιούσδε

    ἤθελον ἄν(未完成过去时直陈式 + ἄν)表达非现实或难以实现的愿望(“我真希望……”)。ὡς 加强最高级 πλείστους(“尽可能多的”),作 τοιούσδε(像我这样的人)的谓语性补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0027.tlg001.humanitext-grc2:129-136