← 安多基德斯

论神秘仪式

§144-150

诉请保全家族血脉及效忠城邦之结语

演说者阐明自己历经磨难获得的见识与广泛的外交人脉能造福雅典,呼吁陪审员切莫让古老家族自此绝嗣;在无近亲可代为求情的情况下,他恳请陪审员充当自己的亲人并自愿施予赦免,最后传唤知名显贵与同部落辩护人登台作证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§144

σκέψασθε τοίνυν καὶ τάδε, ἄν με σῴσητε, οἷον ἕξετε πολίτην· ὃς πρῶτον μὲν ἐκ πολλοῦ πλούτου, ὅσον ὑμεῖς ἴστε, οὐ διʼ ἐμαυτὸν ἀλλὰ διὰ τὰς τῆς πόλεως συμφορὰς εἰς πενίαν πολλὴν καὶ ἀπορίαν κατέστην, ἔπειτα δὲ καινὸν βίον ἠργασάμην ἐκ τοῦ δικαίου, τῇ γνώμῃ καὶ τοῖν χεροῖν τοῖν ἐμαυτοῦ. ἔτι δὲ1 εἰδότα μὲν οἷόν ἐστι πόλεως τοιαύτης πολίτην εἶναι, εἰδότα δὲ οἷόν ἐστι ξένον εἶναι καὶ μέτοικον ἐν τῇ τῶν πλησίον, ἐπιστάμενον δὲ οἷον τὸ σωφρονεῖν καὶ ὀρθῶς βουλεύεσθαι, ἐπιστάμενον δʼ οἷον τὸ ἁμαρτόντα πρᾶξαι κακῶς, πολλοῖς συγγενόμενος καὶ πλείστων πειραθείς, ἀφʼ ὧν ἐμοὶ ξενίαι καὶ φιλότητες πρὸς πολλοὺς καὶ βασιλέας καὶ πόλεις καὶ ἄλλους ἰδίᾳ ξένους γεγένηνται, ὧν ἐμὲ σῴσαντες μεθέξετε, καὶ ἔσται ὑμῖν χρῆσθαι τούτοις, ὅπου ἂν ἐν καιρῷ τι ὑμῖν γίγνηται.

那么请诸位再考虑这一点:若你们拯救了我,你们将拥有怎样一位公民。此人起初坐拥巨资——其数目诸位皆心知肚明——却非因己过、而是因城邦的劫难而陷入赤贫与穷困,其后凭借自己的智慧与双手,遵照正道开创了新的生计;不仅如此,他还深知成为如此城邦的公民意味着什么,深知在邻邦充当异邦人与侨民意味着什么,明白保持克制与深谋远虑意味着什么,也明白犯下过失之后遭受厄运意味着什么,且曾与众人交往,历经沧桑变故。由此,我与许多君王、城邦及其他私人宾友结下了款待盟约与友谊;若你们拯救了我,你们亦将分享这些盟谊,每逢适宜的时机,便可加以利用。

§146

ἔχει δὲ καὶ ὑμῖν, ὦ ἄνδρες, οὕτως· ἐάν με νυνὶ διαφθείρητε, οὐκ ἔστιν ὑμῖν ἔτι λοιπὸς τοῦ γένους τοῦ ἡμετέρου οὐδείς, ἀλλʼ οἴχεται πᾶν πρόρριζον. καίτοι οὐκ ὄνειδος ὑμῖν ἐστιν ἡ Ἀνδοκίδου καὶ Λεωγόρου οἰκία οὖσα, ἀλλὰ πολὺ μᾶλλον τότʼ ἦν ὄνειδος, ὅτʼ ἐμοῦ φεύγοντος Κλεοφῶν αὐτὴν ὁ λυροποιὸς ᾤκει. οὐ γὰρ ἔστιν ὅστις πώποτε ὑμῶν παριὼν τὴν οἰκίαν τὴν ἡμετέραν ἀνεμνήσθη ἢ ἰδίᾳ τι ἢ δημοσίᾳ κακὸν παθὼν ὑπʼ ἐκείνων, οἳ πλείστας μὲν στρατηγήσαντες στρατηγίας πολλὰ τρόπαια τῶν πολεμίων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ὑμῖν ἀπέδειξαν, πλείστας δὲ ἄλλας ἀρχὰς ἄρξαντες καὶ χρήματα διαχειρίσαντες τὰ ὑμέτερα οὐδένα πώποτε ὦφλον,2 οὐδʼ ἡμάρτηται οὐδὲν οὔτε ἡμῖν εἰς ὑμᾶς οὔτε ὑμῖν εἰς ἡμᾶς, οἰκία δὲ πασῶν ἀρχαιοτάτη καὶ κοινοτάτη ἀεὶ τῷ δεομένῳ. οὐδʼ ἔστιν ὅπου ἐκείνων τις τῶν ἀνδρῶν καταστὰς εἰς ἀγῶνα ἀπῄτησεν ὑμᾶς χάριν τούτων τῶν ἔργων.

况且诸位,对你们而言实情亦是如此:若你们如今置我于死地,我们家族就再无后人留给你们,而是彻底连根拔起、荡然无存了。然而,安多基德斯与莱奥戈拉斯之宅第的存在,对你们绝非耻辱;恰恰相反,在当年我流亡异乡、制琴匠克莱奥丰寄宿其中时,才是莫大的耻辱。因为在你们当中,绝无任何一人途经我家门前时,会忆起自己在私事或公事上曾遭受过先祖们的丝毫侵害;他们屡次出任将军,在陆上与海上为你们树立起诸多战胜敌人的战利碑;他们历任诸多其他官职,经手掌管你们的公款,却从未被判定拖欠任何公款或受罚;无论是我们对你们,还是你们对我们,皆未曾有过丝毫过失,且那座宅第在所有府邸中最古老,向来对有求之人最为开放。而且,那些先人从未在卷入官司时,向你们索要这些功业的回报。

§148

μὴ τοίνυν, εἰ αὐτοὶ τεθνᾶσι, καὶ περὶ τῶν πεπραγμένων αὐτοῖς ἐπιλάθησθε, ἀλλʼ ἀναμνησθέντες τῶν ἔργων νομίσατε τὰ σώματα αὐτῶν ὁρᾶν αἰτουμένων ἐμὲ παρʼ ὑμῶν σῷσαι. τίνα γὰρ καὶ ἀναβιβάσωμαι δεησόμενον ὑπὲρ ἐμαυτοῦ; τὸν πατέρα; ἀλλὰ τέθνηκεν. ἀλλὰ τοὺς ἀδελφούς; ἀλλʼ οὐκ εἰσίν.

因此,即使他们已不在人世,也请切莫忘却他们的功勋,而当铭记这些功业,宛若亲眼看见他们的身形正恳求你们保全我的性命。因为我究竟还能带谁出庭为我求情呢?家父吗?但他已离世。那么带兄弟们吗?但我并无兄弟。

§149

ἀλλὰ τοὺς παῖδας; ἀλλʼ οὔπω γεγένηνται. ὑμεῖς τοίνυν καὶ ἀντὶ πατρὸς ἐμοὶ καὶ ἀντὶ ἀδελφῶν καὶ ἀντὶ παίδων γένεσθε· εἰς ὑμᾶς καταφεύγω καὶ ἀντιβολῶ καὶ ἱκετεύω· ὑμεῖς με παρʼ ὑμῶν αὐτῶν αἰτησάμενοι σῴσατε,3 καὶ μὴ βούλεσθε Θετταλοὺς καὶ Ἀνδρίους πολίτας ποιεῖσθαι διʼ ἀπορίαν ἀνδρῶν, τοὺς δὲ ὄντας πολίτας ὁμολογουμένως, οἷς προσήκει ἀνδράσιν ἀγαθοῖς εἶναι καὶ βουλόμενοι δυνήσονται, τούτους δὲ ἀπόλλυτε. μὴ δῆτα. ἔπειτα καὶ ταῦθʼ ὑμῶν δέομαι, εὖ ποιῶν ὑμᾶς ὑφʼ ὑμῶν τιμᾶσθαι. ὥστʼ ἐμοὶ μὲν πειθόμενοι οὐκ ἀποστερεῖσθε εἴ τι ἐγὼ δυνήσομαι ὑμᾶς εὖ ποιεῖν· ἐὰν δὲ τοῖς ἐχθροῖς τοῖς ἐμοῖς πεισθῆτε, οὐδʼ ἂν ὑστέρῳ χρόνῳ ὑμῖν μεταμελήσῃ, οὐδὲν ἔτι πλέον ποιήσετε.

那么带子女们吗?但他们尚未出世。因此,就请你们充当我的父亲、兄弟与子女吧;我向你们避难,向你们哀告与祈求。请你们向自己求情来拯救我,切莫因人手匮乏而急于将色萨利人与安德罗斯人纳为公民,却反而要将公认的真正公民——那些理应成为善士、且只要有心便能成事之人——斩尽杀绝。万万不可如此。此外,我恳求你们准许我通过造福你们而获得你们的敬重。因此,若顺从我的劝告,你们绝不会丧失我力所能及为你们谋得的福祉;但若听信我的仇敌,即便日后追悔莫及,亦再无补于事。

§150

μὴ τοίνυν μήθʼ ὑμᾶς αὐτοὺς τῶν ἀπʼ ἐμοῦ ἐλπίδων ἀποστερήσητε μήτʼ ἐμὲ τῶν εἰς ὑμᾶς. ἀξιῶ δʼ ἔγωγε τούτους οἵτινες ὑμῖν ἀρετῆς ἤδη τῆς μεγίστης εἰς τὸ πλῆθος τὸ ὑμέτερον ἔλεγχον ἔδοσαν, ἀναβάντας ἐνταυθοῖ συμβουλεύειν ὑμῖν ἃ γιγνώσκουσι περὶ ἐμοῦ. δεῦρο Ἄνυτε, Κέφαλε, ἔτι δὲ καὶ οἱ φυλέται οἱ ᾑρημένοι μοι συνδικεῖν, Θράσυλλος καὶ οἱ ἄλλοι.

所以,切莫让你们自己失去对我抱有的指望,也切莫让我失去对你们怀有的期盼。 我本人请求这些已向你们展现过对你们大众之至高美德的明证的人,登上讲坛,就他们对我所知之事向你们进言。请走上前来,阿尼图斯、凯法洛斯,还有被选来协助我辩护的同部落人,特拉绪洛斯以及其余诸位。

语法注3 条
  1. 144ἔτι δὲ εἰδότα μὲν... εἰδότα δὲ... ἐπιστάμενον δὲ...

    宾格分词 εἰδότα 与 ἐπιστάμενον 呼应了句首主句宾语短语 οἷον ἕξετε πολίτην 中的宾格名词 πολίτην。在经历了以主格关系代词引导的插入从句(ὃς πρῶτον μὲν... κατέστην)之后,句法结构重新回归并悬接在主句的主动词 ἕξετε 的宾格补足成分上。

  2. 147οὐδένα πώποτε ὦφλον

    动词 ὀφλισκάνω(不定过去时 ὦφλον,意为“负债、被判处罚金或赔偿”)通常以与格表示债权人、以宾格表示所欠款项或罚金。此处抄本所传的 οὐδένα 可视为回指前文 χρήματα(公款)的中性复数宾格(“从未被判定拖欠任何公款”),学界亦多将其校勘为中性单数宾格 οὐδέν(“从未负有任何债务或受罚”)。

  3. 149ὑμεῖς με παρʼ ὑμῶν αὐτῶν αἰτησάμενοι σῴσατε

    此处是中动分词 αἰτησάμενοι 与反身介词短语 παρʼ ὑμῶν αὐτῶν 构成的独特修辞表达。字面意思为“向你们自己乞求我(的性命)”,意指敦促陪审员出于自身的宽仁而自愿开恩赦免,“请你们向自己求情并拯救我”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0027.tlg001.humanitext-grc2:144-150