← 安多基德斯

论神秘仪式

§121-128

卡利亚斯的诉讼动机与母女丑闻

安多基德斯揭露卡利亚斯为谋夺埃庇卢科斯的继承女而设谋诬告自己并放置请愿枝,继而揭发卡利亚斯先后与伊斯科马科斯家母女二人同居、对亲生儿子先发誓否认后又发誓相认的家族丑闻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§121

εἰ δὲ μή, ἐγὼ ἐπιδικάσομαι. γνοὺς ταῦτα Καλλίας λαγχάνει τῷ υἱεῖ τῷ ἑαυτοῦ τῆς ἐπικλήρου,1 τῇ δεκάτῃ ἱσταμένου, ἵνα μὴ ἐπιδικάσωμαι ἐγώ. ταῖς δʼ εἰκάσι, μυστηρίοις τούτοις, δοὺς Κηφισίῳ χιλίας δραχμὰς ἐνδείκνυσί με καὶ εἰς τὸν ἀγῶνα τοῦτον καθίστησιν. ἐπειδὴ δʼ ἑώρα με ὑπομένοντα, τίθησι τὴν ἱκετηρίαν, ὡς ἐμὲ μὲν ἀποκτενῶν ἄκριτον ἢ ἐξελῶν, αὐτὸς δὲ πείσας Λέαγρον χρήμασι συνοικήσων τῇ Ἐπιλύκου θυγατρί.

否则,我便亲自依法求娶。’ 卡利亚斯获悉此事后,为了不让我求娶,便在初十那天代表自己的儿子向法庭提起了对该继承女的诉求。到了下旬这届秘仪期间,他给了刻菲西奥斯一千德拉克马,指控我并将我拖入这场审判。但他见我坚守不退,便放下了请愿枝,企图不经审判便将我处死或流放,而他自己则通过用金钱收买莱阿格罗斯,好迎娶埃庇卢科斯的女儿同居。

§122

ἐπειδὴ δʼ οὐδʼ ὣς ἄνευ ἀγῶνος ἑώρα ἐσόμενα τὰ πράγματα, τότε δὴ προσιὼν Λυσίστρατον, Ἡγημόνα, Ἐπιχάρη, ὁρῶν φίλους ὄντας ἐμοὶ καὶ χρωμένους, εἰς τοῦτο βδελυρίας ἦλθε καὶ παρανομίας ὥστʼ ἔλεγε πρὸς τούτους ὡς εἰ ἔτι καὶ νῦν βουλοίμην ἀποστῆναι τῆς Ἐπιλύκου θυγατρός, ἕτοιμος εἴη παύσασθαί με κακῶς ποιῶν, ἀπαλλάξαι δὲ Κηφίσιον, δίκην δʼ ἐν τοῖς φίλοις δοῦναί μοι τῶν πεποιημένων.

然而,当他看到即使如此事情也无法免于受审时,他便前去找吕西斯特拉托斯、赫格蒙和埃庇卡勒斯——他见这几位是我的挚友且与我过从甚密——竟无耻与不法到了如此地步,竟对他们说,如果我直到现在仍愿意放弃埃庇卢科斯的女儿,他就愿意停止加害我,撤回刻菲西奥斯,并在众友人面前就其所作所为向我认错赔偿。

§123

εἶπον αὐτῷ καὶ κατηγορεῖν καὶ παρασκευάζειν ἄλλους· εἰ δʼ ἐγὼ αὐτὸν ἀποφεύξομαι καὶ γνώσονται Ἀθηναῖοι περὶ ἐμοῦ τὰ δίκαια, ἐγὼ αὐτὸν οἶμαι περὶ τοῦ σώματος τοῦ ἑαυτοῦ ἐν τῷ μέρει κινδυνεύσειν. ἅπερ αὐτὸν οὐ ψεύσομαι, ἐὰν ὑμῖν, ὦ ἄνδρες, δοκῇ. ὡς δʼ ἀληθῆ λέγω, κάλει μοι τοὺς μάρτυρας.

我对他说,去起诉、去收买别人好了;但如果我能从他的指控中脱罪,而雅典人又能对我做出公正的判决,我认为接下来轮到他自己拿身家性命去冒险了。诸位,只要你们赞同,我决不会在这件事上对他食言。为了证明我所言属实,请为我传唤证人。

§124

Μάρτυρες ἀλλὰ γὰρ τὸν υἱὸν αὐτοῦ τοῦτον, ᾧ λαχεῖν ἠξίωσε τῆς Ἐπιλύκου θυγατρός, σκέψασθε πῶς γέγονε καὶ πῶς ἐποιήσατʼ αὐτόν· ταῦτα γὰρ καὶ ἄξιον ἀκοῦσαι, ὦ ἄνδρες. γαμεῖ μὲν Ἰσχομάχου θυγατέρα· ταύτῃ δὲ συνοικήσας οὐδʼ ἐνιαυτὸν τὴν μητέρα αὐτῆς ἔλαβε, καὶ συνῴκει ὁ πάντων σχετλιώτατος ἀνθρώπων τῇ μητρὶ καὶ τῇ θυγατρί, ἱερεὺς ὢν τῆς μητρὸς καὶ τῆς θυγατρός,2 καὶ εἶχεν ἐν τῇ οἰκίᾳ ἀμφοτέρας. καὶ οὗτος μὲν οὐκ ᾐσχύνθη οὐδʼ ἔδεισε τὼ θεώ· ἡ δὲ τοῦ Ἰσχομάχου θυγάτηρ τεθνάναι νομίσασα λυσιτελεῖν ἢ ζῆν ὁρῶσα τὰ γιγνόμενα, ἀπαγχομένη μεταξὺ κατεκωλύθη, καὶ ἐπειδὴ ἀνεβίω, ἀποδρᾶσα ἐκ τῆς οἰκίας ᾤχετο, καὶ ἐξήλασεν ἡ μήτηρ τὴν θυγατέρα. ταύτης δʼ αὖ διαπεπλησμένος ἐξέβαλε καὶ ταύτην. ἡ δʼ ἔφη κυεῖν ἐξ αὐτοῦ· καὶ ἐπειδὴ ἔτεκεν υἱόν, ἔξαρνος ἦν μὴ εἶναι3 ἐξ αὐτοῦ τὸ παιδίον.

证人 诸位,且来看看他认为理当替其求娶埃庇卢科斯之女的那个儿子,究竟是如何出生的,他又是如何认领他的;因为诸位,这确实值得一听。他娶了伊斯科马科斯的女儿;但与她同居还不到一年,他又占有了她的母亲。这天下最无耻的人竟同时与母亲和女儿同居,身为‘母亲与女儿’二女神的祭司,却把母亲与女儿双双蓄养在宅中。 他既不知羞耻,也不惧怕二位女神;而伊斯科马科斯的女儿目睹发生的这一切,认为死胜于生,在自缢之际被人救下,苏醒后便从家中逃走离去,母亲就这样赶走了女儿。然而他对这个母亲也玩腻之后,又把她也赶出了家门。女方声称怀了他的孩子;而当她生下一个男婴时,他却坚决否认那孩子是自己的骨肉。

§126

λαβόντες δὲ οἱ προσήκοντες τῇ γυναικὶ τὸ παιδίον ἧκον ἐπὶ τὸν βωμὸν Ἀπατουρίοις, ἔχοντες ἱερεῖον, καὶ ἐκέλευον κατάρξασθαι τὸν Καλλίαν. ὁ δʼ ἠρώτα τίνος εἴη τὸ παιδίον· ἔλεγον Καλλίου τοῦ Ἱππονίκου. ἐγώ εἰμι οὗτος. καὶ ἔστι γε σὸν τὸ παιδίον. λαβόμενος τοῦ βωμοῦ ὤμοσεν ἦ μὴν μὴ εἶναί οἱ υἱὸν ἄλλον μηδὲ γενέσθαι πώποτε, εἰ μὴ Ἱππόνικον ἐκ τῆς Γλαύκωνος θυγατρός· ἢ ἐξώλη εἶναι καὶ αὐτὸν καὶ τὴν οἰκίαν, ὥσπερ ἔσται.

于是女方的亲属带着那个孩子,牵着祭牲来到阿帕图利亚节的祭坛前,要求卡利亚斯主持祭礼。他问这孩子是谁的;他们回答: ‘希波尼科斯之子卡利亚斯。’ ‘我就是卡利亚斯。’ ‘而这孩子确实是你的。’ 他手扶祭坛起誓,说他绝无其他儿子,也从未生养过别的儿子,唯有格劳孔之女所生的希波尼科斯一人;否则愿他自己和全家彻底毁灭——正如必定会发生的那样。

§127

μετὰ ταῦτα τοίνυν, ὦ ἄνδρες, ὑστέρῳ πάλιν χρόνῳ τῆς γραὸς τολμηροτάτης γυναικὸς ἀνηράσθη, καὶ κομίζεται αὐτὴν εἰς τὴν οἰκίαν, καὶ τὸν παῖδα ἤδη μέγαν ὄντα εἰσάγει εἰς Κήρυκας, φάσκων εἶναι υἱὸν αὑτοῦ. ἀντεῖπε μὲν Καλλιάδης μὴ εἰσδέξασθαι, ἐψηφίσαντο δὲ οἱ Κήρυκες κατὰ τὸν νόμον ὅς ἐστιν αὐτοῖς, τὸν πατέρα ὀμόσαντα εἰσάγειν ἦ μὴν υἱὸν ὄντα ἑαυτοῦ εἰσάγειν. λαβόμενος τοῦ βωμοῦ ὤμοσεν ἦ μὴν τὸν παῖδα ἑαυτοῦ εἶναι γνήσιον, ἐκ Χρυσίλλης γεγονότα· ὃν ἀπώμοσε. καὶ μοι τούτων ἁπάντων τοὺς μάρτυρας κάλει.

诸位,在此之后,过了些时日,他又神魂颠倒地迷恋上了那个极端放荡的老妇,把她接回了家,并把已经长大的那个男孩引入刻律克斯家族,声称是自己的儿子。卡利亚德斯反对接纳他,但刻律克斯家族依照他们内部的法律表决决定,由父亲起誓后方可引荐入族,证明确实是引荐自己的亲生儿子。他手扶祭坛起誓,说那男孩确是他与克律西拉所生的婚生子——正是他曾发誓否认过的那个孩子!请为我传唤证明这一切的证人。

§128

Μάρτυρες φέρε δὴ τοίνυν, ὦ ἄνδρες, σκεψώμεθα εἰ πώποτε ἐν τοῖς Ἕλλησι πρᾶγμα τοιοῦτον ἐγένετο, ὅπου γυναῖκά τις γήμας ἐπέγημε τῇ θυγατρὶ τὴν μητέρα4 καὶ ἐξήλασεν ἡ μήτηρ τὴν θυγατέρα· ταύτῃ δὲ συνοικῶν βούλεται τὴν Ἐπιλύκου θυγατέρα λαβεῖν, ἵνʼ ἐξελάσῃ τὴν τήθην ἡ θυγατριδῆ. ἀλλὰ γὰρ τῷ παιδὶ αὐτοῦ τί χρὴ τοὔνομα θέσθαι;

证人 那么,诸位,让我们想想看,全希腊可曾发生过这样的荒唐事:某人娶了一个女子,又在女儿之上娶了她的母亲,母亲赶走了女儿;如今他与这个女人同居,却又想迎娶埃庇卢科斯的女儿,好让外孙女把外祖母赶出家门!然而,到底该给他的儿子起个什么名字才好呢?

语法注4 条
  1. 121λαγχάνει τῷ υἱεῖ τῷ ἑαυτοῦ τῆς ἐπικλήρου

    这是诉讼法上的习惯表达,动词 λαγχάνω 搭配表示诉求对象的属格(τῆς ἐπικλήρου,意为“对于继承女”)及表示利益承担者的与格(τῷ υἱεῖ,意为“为其子”)。指卡利亚斯并非以自身名义,而是代表其子对该继承女提起财产归属求娶之诉(epidikasia)。

  2. 124ἱερεὺς ὢν τῆς μητρὸς καὶ τῆς θυγατρός

    此处为一个精妙的双关语,巧妙结合了厄琉西斯二女神(德墨忒尔与珀耳塞福涅,尊称为“母与女”)的神职身份与卡利亚斯的丑行:他身为“母亲与女儿”二女神的司祭,却在现实中荒唐地与伊斯科马科斯的妻子(母亲)及其女儿同居。

  3. 125ἔξαρνος ἦν μὴ εἶναι

    此处的否定词 μή 属于伴随表示否认的词语(ἔξαρνος ἦν,“否认”)而出现的冗余否定(sympathetic negative)。在语法上它并不与前面的否认构成“双重否定即肯定”,而是加强否认的语气,意为“否认孩子是自己的”。

  4. 128ἐπέγημε τῇ θυγατρὶ τὴν μητέρα

    复合动词 ἐπιγαμέω(意为“在……之上另娶、追加迎娶”)统辖现有妻子的与格(τῇ θυγατρί)与新娶者的宾格(τὴν μητέρα),在句法上表明“在既娶了女儿的情况下,又娶了其母亲”的乱伦性叠加关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0027.tlg001.humanitext-grc2:121-128