- 底本
- Andocides. Minor Attic Orators, Vol. 1. Maidment, Kenneth John, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941 (1960 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0027.tlg001.humanitext-grc2:112-120
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在厄琉西斯神庙召开的议事会上,卡利亚斯企图借请愿枝陷害安多基德斯,却被凯法洛斯当场揭穿其自导自演的阴谋;随后安多基德斯开始陈述卡利亚斯因争夺女继承人而谋害自己的动机。
καὶ ἡ βουλὴ ἐπειδὴ ἦν πλήρης, ἀναστὰς Καλλίας ὁ Ἱππονίκου τὴν σκευὴν ἔχων λέγει ὅτι ἱκετηρία κεῖται ἐπὶ τοῦ βωμοῦ, καὶ ἔδειξεν αὐτοῖς. κᾆθʼ ὁ κῆρυξ ἐκήρυττε τίς τὴν ἱκετηρίαν καταθείη, καὶ οὐδεὶς ὑπήκουεν. ἡμεῖς δὲ παρέσταμεν, καὶ οὗτος ἡμᾶς ἑώρα. ἐπειδὴ δὲ οὐδεὶς ὑπήκουεν καὶ ᾤχετο εἰσιὼν ὁ ἐπεξελθὼν Εὐκλῆς οὑτοσί, — καί μοι κάλει αὐτόν. πρῶτα μὲν οὖν ταῦτα εἰ ἀληθῆ λέγω, μαρτύρησον, Εὔκλεις.
当议事会座无虚席时,希波尼科斯之子卡利亚斯身着圣服站起身来,声称祭坛上放有一根请愿枝,并将其出示给他们。于是传令官宣告,询问是谁放下了请愿枝,但无人应答。我们就站在旁边,而他正看着我们。但由于无人应答,前去查探的这位欧克勒斯走了进来——请为我传唤他。欧克勒斯,首先请你作证,我所说的这些是否属实。
Μαρτυρία ὡς μὲν ἀληθῆ λέγω, μεμαρτύρηται· πολὺ δέ μοι δοκεῖ τὸ ἐναντίον εἶναι ἢ οἱ κατήγοροι εἶπον. ἔλεξαν γάρ, εἰ μέμνησθε, ὅτι αὐτώ με τὼ θεὼ παραγάγοιεν ὥστε θεῖναι τὴν ἱκετηρίαν μὴ εἰδότα τὸν νόμον, ἵνα δῶ δίκην. ἐγὼ δέ, ὦ ἄνδρες, εἰ ὡς μάλιστα ἀληθῆ λέγουσιν οἱ κατήγοροι, ὑπʼ αὐτοῖν με φημὶ τοῖν θεοῖν σεσῷσθαι.
【证词】我所言属实已有证言为证;但在我看来,实情与原告所说的完全相反。因为如果你们还记得的话,他们曾说,那两位女神亲自诱使我放下了请愿枝,因我不知晓法律,好让我遭受惩罚。然而,诸位,即便原告所言最为属实,我也要声称自己正是被那两位女神亲自拯救的。
εἰ γὰρ ἔθηκα μὲν τὴν ἱκετηρίαν, ὑπήκουσα δὲ μή, ἄλλο τι ἢ1 αὐτὸς μὲν αὑτὸν ἀπώλλυον τιθεὶς τὴν ἱκετηρίαν, ἐσῳζόμην δὲ τῇ τύχῃ διὰ τὸ μὴ ὑπακοῦσαι, δῆλον ὅτι διὰ τὼ θεώ; εἰ γὰρ ἐβουλέσθην με ἀπολλύναι τὼ θεώ, ἐχρῆν δήπου καὶ μὴ θέντα με τὴν ἱκετηρίαν ὁμολογῆσαι. ἀλλʼ οὔτε ὑπήκουσα οὔτʼ ἔθηκα.
因为如果我确实放下了请愿枝,却没有应答宣告,岂不正是说,我放下请愿枝本是在自取灭亡,但由于未予应答而凭运气得救——这显然是由于那两位女神的庇护吗?因为如果那两位女神真想毁灭我,我在没有放下请愿枝的情况下也理当承认才对。但我既未应答,也未曾放下它。
ἐπειδὴ δʼ ἔλεγε τῇ βουλῇ Εὐκλῆς ὅτι οὐδεὶς ὑπακούοι, πάλιν ὁ Καλλίας ἀναστὰς ἔλεγεν ὅτι εἴη νόμος πάτριος, εἴ τις ἱκετηρίαν θείη ἐν τῷ Ἐλευσινίῳ, ἄκριτον ἀποθανεῖν, καὶ ὁ πατήρ ποτʼ αὐτοῦ Ἱππόνικος ἐξηγήσαιτο ταῦτα Ἀθηναίοις, ἀκούσειε δὲ ὅτι ἐγὼ θείην τὴν ἱκετηρίαν. ἐντεῦθεν ἀναπηδᾷ Κέφαλος οὑτοσὶ καὶ λέγει·
当欧克勒斯向议事会报告无人应答时,卡利亚斯再次站起来说,有一条祖传法律规定,凡在厄琉西斯神庙放下请愿枝者,不经审判便应处死,他的父亲希波尼科斯曾就此向雅典人做过律法解释,而且他听说是我放下了请愿枝。这时,这位凯法洛斯跳将起来说道:
ὦ Καλλία, πάντων ἀνθρώπων ἀνοσιώτατε, πρῶτον μὲν ἐξηγῇ Κηρύκων ὤν, οὐχ ὅσιον ὄν σοι ἐξηγεῖσθαι·2 ἔπειτα δὲ νόμον πάτριον λέγεις, ἡ δὲ στήλη παρʼ ᾗ ἕστηκας χιλίας δραχμὰς κελεύει ὀφείλειν, ἐάν τις ἱκετηρίαν θῇ ἐν τῷ Ἐλευσινίῳ. ἔπειτα δὲ τίνος ἤκουσας ὅτι Ἀνδοκίδης θείη τὴν ἱκετηρίαν; κάλεσον αὐτὸν τῇ βουλῇ, ἵνα καὶ ἡμεῖς ἀκούσωμεν. ἐπειδὴ δὲ ἀνεγνώσθη ἡ στήλη κἀκεῖνος οὐκ εἶχεν εἰπεῖν ὅτου ἤκουσε, καταφανὴς ἦν τῇ βουλῇ αὐτὸς θεὶς τὴν ἱκετηρίαν.3
“卡利亚斯,世上最不虔敬之人!首先,你是刻律克斯家族的人,却在此解释神圣律法,而解释律法对你来说本是不合神法的;其次,你谈到祖传法律,可你身旁立着的那块石碑却规定,若有人在厄琉西斯神庙放下请愿枝,当处以一千德拉克马的罚款。再者,你从谁那里听说安多基德斯放下了请愿枝?请将他传唤到议事会来,好让我们也能听他亲口说明。” 当石碑被宣读出来,而那人又说不出他是听谁所说时,在议事会看来便昭然若揭:是他自己放下了请愿枝。
φέρε δὴ τοίνυν, ὦ ἄνδρες — τάχα γὰρ ἂν αὐτὸ βούλοισθε πυθέσθαι —, ὁ δὲ Καλλίας τί βουλόμενος ἐτίθη τὴν ἱκετηρίαν; ἐγὼ δὲ ὑμῖν διηγήσομαι ὧν ὑπʼ αὐτοῦ ἕνεκα ἐπεβουλεύθην. Ἐπίλυκος ἦν ὁ Τεισάνδρου θεῖός μοι, ἀδελφὸς τῆς μητρὸς τῆς ἐμῆς· ἀπέθανε δὲ ἐν Σικελίᾳ ἄπαις ἀρρένων παίδων, θυγατέρας δὲ δύο καταλιπών, αἳ ἐγίγνοντο εἴς τε ἐμὲ καὶ Λέαγρον.4
那么请问,诸位——因为你们或许很想探明这一点——卡利亚斯究竟抱有何种意图才放下了请愿枝呢?我将向你们细说我受到他阴谋陷害的原委。泰珊德罗斯之子埃庇卢科斯是我的舅父,即我母亲的兄弟;他在西西里去世,没有留下男嗣,仅遗下两个女儿,而她们依法应当由我和莱阿格罗斯继承婚娶。
τὰ δὲ πράγματα τὰ οἴκοι πονηρῶς εἶχε· τὴν μὲν γὰρ φανερὰν οὐσίαν οὐδὲ δυοῖν ταλάντοιν κατέλιπε, τὰ δὲ ὀφειλόμενα πλέον ἦν ἢ πέντε τάλαντα. ὅμως δʼ ἐγὼ καλέσας Λέαγρον ἐναντίον τῶν φίλων ἔλεγον ὅτι ταῦτʼ εἴη ἀνδρῶν ἀγαθῶν, ἐν τοῖς τοιούτοις δεικνύναι τὰς οἰκειότητας ἀλλήλοις.
他在国内的家境十分凄惨;因为他留下的公开财产不足两个塔兰同,而所欠债务却超过了五个塔兰同。尽管如此,我仍在众友人面前召来莱阿格罗斯,对他说,在这样的处境下向彼此展现亲族的情谊,正是有德之士的所作所为:
ἡμᾶς γὰρ οὐ δίκαιόν ἐστιν οὔτε χρήματα ἕτερα οὔτʼ εὐτυχίαν ἀνδρὸς ἑλέσθαι, ὥστε καταφρονῆσαι τῶν Ἐπιλύκου θυγατέρων. καὶ γὰρ εἰ ἔζη Ἐπίλυκος ἢ τεθνεὼς πολλὰ κατέλιπε χρήματα, ἠξιοῦμεν ἂν γένει ὄντες ἐγγυτάτω ἔχειν τὰς παῖδας. τοιγάρτοι ἐκεῖνα μὲν διʼ Ἐπίλυκον ἂν ἦν ἢ διὰ τὰ χρήματα· νῦν δὲ διὰ τὴν ἡμετέραν ἀρετὴν τάδε ἔσται. τῆς μὲν οὖν σὺ ἐπιδικάζου, τῆς δὲ ἐγώ.
“因为我们抛弃埃庇卢科斯的女儿们而去选择别处的财富或他人的权贵是不合正义的。事实上,倘若埃庇卢科斯尚在人世,或者死后留下了丰厚的家产,我们作为最近的亲属定会要求迎娶这些女子。因此,那种做法原本是为了埃庇卢科斯或为了财富;但如今这样做,将全凭我们自身的美德。那么,你去依法诉求迎娶其中的一个,我去诉求另一个。”
ὡμολόγησέ μοι, ὦ ἄνδρες. ἐπεδικασάμεθα ἄμφω κατὰ τὴν πρὸς ἡμᾶς ὁμολογίαν. καὶ ἧς μὲν ἐγὼ ἐπεδικασάμην, ἡ παῖς τύχῃ χρησαμένη καμοῦσα ἀπέθανεν· ἡ δʼ ἑτέρα ἔστιν ἔτι. ταύτην Καλλίας ἔπειθε Λέαγρον, χρήματα ὑπισχνούμενος, ἐᾶν αὑτὸν λαβεῖν· αἰσθόμενος δʼ ἐγὼ εὐθὺς ἔθηκα παράστασιν, καὶ ἔλαχον προτέρῳ μὲν Λεάγρῳ, ὅτι εἰ μὲν σὺ βούλῃ ἐπιδικάζεσθαι, ἔχε τύχῃ ἀγαθῇ,
诸位,他同意了我的提议。我们两人按照彼此的协议向法庭提出了继承权诉求。我所诉求的那名女子不幸患病夭亡,而另一个女儿至今仍在世。卡利亚斯向莱阿格罗斯许以重金,竭力劝他允许自己娶走她;我察觉此事后,立即交纳了诉讼保证金,首先向莱阿格罗斯提起诉讼,说道: “如果你自己愿意依法求娶,祝你吉祥如意,尽可娶她;
- 114ἄλλο τι ἢ
短语 ἄλλο τι ἤ(字面意为“难道是别的什么,而不是……”)为固定习惯用法,构成期望得到肯定答复的修辞反问,意为“难道不是……吗”或“无非正是……”。
- 116οὐχ ὅσιον ὄν σοι ἐξηγεῖσθαι
短语 οὐχ ὅσιον ὄν 是源自无人称表达 ὅσιόν ἐστι(“在神法上是合法的”)的宾格绝对独立结构(accusative absolute),表示伴随情况或原因,指出卡利亚斯身为刻律克斯家族成员,依教规无权解释神圣法。
- 116καταφανὴς ἦν τῇ βουλῇ αὐτὸς θεὶς τὴν ἱκετηρίαν
此处采用人称构式(personal construction),形容词 καταφανής 与系动词 ἦν 构成谓语,分词 θεὶς 与主格主语 αὐτός 一致,作补充性分词(相当于“在议事会看来,是他自己放置了请愿枝这一事实昭然若揭”),而非无人称构式(καταφανὲς ἦν ὅτι...)。
- 117αἳ ἐγίγνοντο εἴς τε ἐμὲ καὶ Λέαγρον
习惯短语 γίγνομαι εἰς 加宾格为法律用语,意为“(财产或嗣女)归属于……、由……依法承继”。此处指没有男嗣的两位女继承人(epikleroi)依法归属于最近的男性亲属安多基德斯与莱阿格罗斯,由二人享有申娶权。
