- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:98-105
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃斯基涅斯揭露德摩斯梯尼如何用同盟与兵力的空话蒙蔽民众,暗中转移同盟配额并从奥列奥斯等城邦收受私人贿赂,并通过宣读法令予以证实。
ὑπάρξειν δὲ πρὸς τούτοις καὶ τὰς πολιτικὰς δυνάμεις, ἐκ Πελοποννήσου μὲν πλέον ἢ δισχιλίους ὁπλίτας, ἐξ Ἀκαρνανίας δὲ ἑτέρους τοσούτους· δεδόσθαι δὲ ἁπάντων τούτων τὴν ἡγεμονίαν ὑμῖν· πραχθήσεσθαι δὲ ταῦτα οὐκ εἰς μακράν, ἀλλʼ εἰς τὴν ἕκτην ἐπὶ δέκα τοῦ Ἀνθεστηριῶνος μηνός· εἰρῆσθαι γὰρ ἐν ταῖς πόλεσιν ὑφʼ αὑτοῦ καὶ παρηγγέλθαι πάντας ἥκειν συνεδρεύσοντας Ἀθήναξε εἰς τὴν πανσέληνον. καὶ γὰρ τοῦτο ἅνθρωπος ἴδιον καὶ οὐ κοινὸν ποιεῖ.
此外,他还宣称各城邦的公民军力也将到位:来自伯罗奔尼撒的两千余名重装步兵,以及来自阿卡纳尼亚的同样数量的军队;所有这些军队的指挥权都已交予你们;而且这些事情不久就会落实,就在安特斯忒利昂月十六日之前;因为他声称自己已在各城邦通告并传达命令,要求所有人都在满月之时前往雅典出席会议。毕竟在这件事上,此人的做法也是独树一帜、不同凡响。
οἱ μὲν γὰρ ἄλλοι ἀλαζόνες, ὅταν τι ψεύδωνται, ἀόριστα καὶ ἀσαφῆ πειρῶνται λέγειν, φοβούμενοι τὸν ἔλεγχον· Δημοσθένης δʼ ὅταν ἀλαζονεύηται, πρῶτον μὲν μεθʼ ὅρκου ψεύδεται, ἐξώλειαν ἐπαρώμενος ἑαυτῷ, δεύτερον δέ, ἃ εὖ οἶδεν οὐδέποτε ἐσόμενα, τολμᾷ λέγειν εἰς ὁπότʼ ἔσται,1 καὶ ὧν τὰ σώματα οὐχ ἑώρακε, τούτων τὰ ὀνόματα λέγει, κλέπτων τὴν ἀκρόασιν καὶ μιμούμενος τοὺς τἀληθῆ λέγοντας. διὸ καὶ σφόδρα ἄξιός ἐστι μισεῖσθαι, ὅτι πονηρὸς ὢν καὶ τὰ τῶν χρηστῶν σημεῖα διαφθείρει.
因为其他骗子在撒谎时,由于害怕被揭穿,往往试图说得含糊不清、语焉不详;但德摩斯梯尼在夸夸其谈时,首先是赌咒发誓地撒谎,诅咒自己灭亡;其次,对于他深知绝不可能发生的事情,他竟敢指明实现的具体日期,对于从未见过真容的人,他竟敢报出姓名,以此偷走听众的耳朵,模仿讲真话的人。因此他极度该受憎恨,因为他身为恶徒,竟败坏了忠良之士的凭证。
ταῦτα δʼ εἰπὼν δίδωσιν ἀναγνῶναι ψήφισμα τῷ γραμματεῖ μακρότερον μὲν τῆς Ἰλιάδος, κενότερον δὲ τῶν λόγων οὓς εἴωθε λέγειν, καὶ τοῦ βίου ὃν βεβίωκε, μεστὸν δʼ ἐλπίδων οὐκ ἐσομένων καὶ στρατοπέδων οὐδέποτε συλλεγησομένων. ἀπαγαγὼν δʼ ὑμᾶς ἄπωθεν ἀπὸ τοῦ κλέμματος καὶ ἀνακρεμάσας ἀπὸ τῶν ἐλπίδων, ἐνταῦθʼ ἤδη συστρέψας γράφει, ἑλέσθαι πρέσβεις εἰς Ἐρέτριαν, οἵτινες δεήσονται τῶν Ἐρετριέων, πάνυ γὰρ ἔδει δεηθῆναι,2 μηκέτι διδόναι τὴν σύνταξιν ὑμῖν, τὰ πέντε τάλαντα, ἀλλὰ Καλλίᾳ, καὶ πάλιν ἑτέρους εἰς Ὠρεόν, οἵτινες δεήσονται τὸν αὐτὸν Ἀθηναίοις καὶ φίλον καὶ ἐχθρὸν νομίζειν.
说毕这些,他便交给书记官宣读一份比《伊利亚特》还要冗长、比他惯常发表的言论和他所度过的一生还要空洞的决议案,其中充斥着绝不会实现的希望和绝不会集结的军团。在将你们引开、远离其窃取行径并让你们悬挂于虚妄希望之上后,他便在此彻底收拢圈套,提议选派使节前往埃雷特里亚,这些使节将恳求埃雷特里亚人——毕竟实在是大有必要恳求他们!——不再把五塔兰同的军饷配额交给你们,而是交给卡利亚斯;同时再派另一些使节前往奥列奥斯,恳求他们与雅典人同休戚、共敌友。
ἔπειτα ἀναφαίνεται παρʼ ἅπαντʼ ὢν ἐν τῷ ψηφίσματι πρὸς τῷ κλέμματι, γράψας καὶ τὰ πέντε τάλαντα τοὺς πρέσβεις ἀξιοῦν τοὺς Ὠρείτας μὴ ὑμῖν, ἀλλὰ Καλλίᾳ διδόναι. ὅτι δʼ ἀληθῆ λέγω, ἀφελὼν τὸν κόμπον καὶ τὰς τριήρεις καὶ τὴν ἀλαζονείαν ἀνάγνωθι· τοῦ κλέμματος ἅψαι, ὃ ὑφείλετο ὁ μιαρὸς καὶ ἀνόσιος ἄνθρωπος, ὅν φησι Κτησιφῶν ἐν τῷδε τῷ ψηφίσματι διατελεῖν λέγοντα καὶ πράττοντα τὰ ἄριστα τῷ δήμῳ τῷ Ἀθηναίων.
随后,在整个决议案中清楚地表明,他的全部心思都在于行窃,因为他甚至写明,使节们还应要求奥列奥斯人把那五塔兰同不交给你们,而交给卡利亚斯。为了证明我说的是实话,请剥去那些夸口之辞、三段櫂船和大言不惭,宣读正文;抓住那项偷窃行径——那个可憎而不敬神的家伙所暗中窃取的赃物,而克特西丰竟在这一决议案中声称此人一贯为雅典民众谋求并实行至善之策。
Ψήφισμα οὐκοῦν τὰς μὲν τριήρεις καὶ τὴν πεζὴν στρατιὰν καὶ τὴν πανσέληνον καὶ τοὺς συνέδρους λόγῳ ἠκούσατε, τὰς δὲ συντάξεις τῶν συμμάχων, τὰ δέκα τάλαντα, ἔργῳ ἀπωλέσατε.
〔决议文〕于是,那些三段櫂船、步兵、满月和同盟代表,你们只是在口头上听说了;但盟友们的配额款项,即那十塔兰同,你们却在实际上丢失了!
ὑπόλοιπον δʼ εἰπεῖν ἐστί μοι, ὅτι λαβὼν τρία τάλαντα μισθὸν τὴν γνώμην ταύτην ἔγραψε Δημοσθένης, τάλαντον μὲν ἐκ Χαλκίδος παρὰ Καλλίου, τάλαντον δʼ ἐξ Ἐρετρίας παρὰ Κλειτάρχου τοῦ τυράννου, τάλαντον δὲ ἐξ Ὠρεοῦ, διʼ ὃ καὶ καταφανὴς ἐγένετο, δημοκρατουμένων τῶν Ὠρειτῶν καὶ πάντα πραττόντων μετὰ ψηφίσματος. ἐξανηλωμένοι γὰρ ἐν τῷ πολέμῳ καὶ παντελῶς ἀπόρως διακείμενοι, πέμπουσι πρὸς αὐτὸν Γνωσίδημον τὸν Χαριγένους υἱὸν τοῦ δυναστεύσαντός ποτε ἐν Ὠρεῷ, δεησόμενον τὸ μὲν τάλαντον ἀφεῖναι τῇ πόλει, ἐπαγγελούμενον δʼ αὐτῷ χαλκῆν εἰκόνα σταθήσεσθαι ἐν Ὠρεῷ.
我剩下要说的是:德摩斯梯尼是在收受了三塔兰同的贿赂后才起草这项提案的:一塔兰同来自哈尔基斯的卡利亚斯,一塔兰同来自埃雷特里亚的僭主克勒伊塔尔科斯,还有一塔兰同来自奥列奥斯——正是由于这一笔款项,他的罪行才大白于天下,因为奥列奥斯人实行民主政体,凡事皆依决议行事。由于在战争中财力耗尽、陷入极度匮乏,他们便派曾统治奥列奥斯的沙里革涅斯之子格诺西德谟斯前去见他,恳求他免除城邦的这一塔兰同,并向他保证将在奥列奥斯为他树立一座青铜雕像。
ὁ δὲ ἀπεκρίνατο τῷ Γνωσιδήμῳ, ὅτι ἐλάχιστα χαλκοῦ δέοιτο, τὸ δὲ τάλαντον διὰ τοῦ Καλλίου εἰσέπραττεν. ἀναγκαζόμενοι δὲ οἱ Ὠρεῖται καὶ οὐκ εὐποροῦντες, ὑπέθεσαν αὐτῷ τοῦ ταλάντου τὰς δημοσίας προσόδους, καὶ τόκον ἤνεγκαν Δημοσθένει τοῦ δωροδοκήματος δραχμὴν τοῦ μηνὸς τῆς μνᾶς,3 ἕως τὸ κεφάλαιον ἀπέδοσαν.
但他却回答格诺西德谟斯说,自己最不需要的就是青铜,并通过卡利亚斯强行索取这笔塔兰同。奥列奥斯人受情势所迫又资金匮乏,便为这一塔兰同把公共财政收入抵押给他,并在清偿本金之前,按每敏纳每月一德拉克马的利率向德摩斯梯尼支付这笔贿款的利息。
καὶ ταῦτʼ ἐπράχθη μετὰ ψηφίσματος τοῦ δήμου. ὅτι δὲ ἀληθῆ λέγω, λαβέ μοι τὸ ψήφισμα τῶν Ὠρειτῶν. Ψήφισμα τοῦτʼ ἐστὶ τὸ ψήφισμα, ὦ ἄνδρες Ἀθηναῖοι, αἰσχύνη μὲν τῆς πόλεως, ἔλεγχος δὲ οὐ μικρὸς τῶν Δημοσθένους πολιτευμάτων, φανερὰ δὲ κατηγορία Κτησιφῶντος· τὸν γὰρ οὕτως αἰσχρῶς δωροδοκοῦντα οὐκ ἔστιν ἄνδρα γεγονέναι ἀγαθόν, ὃ τετόλμηκεν οὗτος γράψαι.
而这也是依据民众决议办理的。为了证明我说的是实话,请帮我拿来奥列奥斯人的决议。 〔决议文〕雅典的公民们,这就是那项决议:它是城邦的耻辱,是对德摩斯梯尼政治行径的重大反驳,也是对克特西丰昭然若揭的控告;因为一个如此无耻受贿之人,绝不可能成为优秀的公民——而此人竟然胆敢如此书写。
- 99εἰς ὁπότʼ ἔσται
介词 εἰς 后接间接疑问从句或关系从句 ὁπότʼ ἔσται,意为“直至何时/在具体哪一天发生”。这突出了普通骗子说话含糊其辞与德摩斯梯尼竟敢狂妄地明确具体日期(εἰς ὁπότε)之间的鲜明对比。
- 100πάνυ γὰρ ἔδει δεηθῆναι
由非人称动词未完成过去时 ἔδει、不定过去时不定词 δεηθῆναι 以及强调副词 πάνυ 构成的插入反讽句,意在嘲讽:“免除缴纳贡款本是求之不得的事,何须大费周章地恳求!”
- 104δραχμὴν τοῦ μηνὸς τῆς μνᾶς
表示利率的习惯表达法:宾格 δραχμήν 表示利息金额(1德拉克马),时间属格 τοῦ μηνός 表示周期(“每月”),分量属格 τῆς μνᾶς 表示基准本金(“每敏纳”,1敏纳=100德拉克马),即月息1%(年息12%)的常规利率。
