← 埃斯基涅斯

控告克特西丰

§91-97

卡利亚斯贿赂德摩斯梯尼与同盟骗局

埃斯基涅斯揭露了卡利亚斯如何贿赂德摩斯梯尼以缔结利己的盟约,夺走雅典的军饷和议席,并痛陈两人在公民大会上以夸大的军事同盟计划蒙骗民众的始末。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§91

ταῦτα διανοηθείς, ἀποστέλλει δεῦρο πρέσβεις Γλαυκέτην καὶ Ἐμπέδωνα καὶ Διόδωρον τὸν δολιχοδρομήσαντα, φέροντας τῷ μὲν δήμῳ κενὰς ἐλπίδας, Δημοσθένει δʼ ἀργύριον καὶ τοῖς περὶ τοῦτον. τρία δʼ ἦν ἃ ἅμα ἐξεωνεῖτο, πρῶτον μὲν μὴ διασφαλῆναι τῆς πρὸς ὑμᾶς συμμαχίας· οὐδὲν γὰρ ἦν τὸ μέσον,1 εἰ μνησθεὶς τῶν προτέρων ἀδικημάτων ὁ δῆμος μὴ προσδέξαιτο τὴν συμμαχίαν, ἀλλʼ ὑπῆρχεν αὐτῷ ἢ φεύγειν ἐκ Χαλκίδος, ἢ τεθνάναι ἐγκαταληφθέντι· τηλικαῦται δυνάμεις ἐπʼ αὐτὸν ἐπεστράτευον, ἥ τε Φιλίππου καὶ Θηβαίων. δεύτερον δʼ ἧκον οἱ μισθοὶ τῷ γράψοντι τὴν συμμαχίαν ὑπὲρ τοῦ μὴ συνεδρεύειν Ἀθήνησι Χαλκιδέας, τρίτον δὲ ὥστε μὴ τελεῖν συντάξεις.

出于这些考虑,他向这里派遣了使节格劳克忒斯、恩佩东以及长跑赛冠军狄奥多罗斯,给民众带来虚无的希望,给德摩斯梯尼及其同伙带来金钱。他同时收买的有三件事:第一,不至于在与你们结盟一事上落空。因为没有折中之路:如果民众记起以往的侵害而不接受结盟,摆在他面前的便只有逃离哈尔基斯,或者落入敌手受死,毕竟来讨伐他的军队规模巨大——兼有腓力的军队与底比斯人的军队。第二,把酬金送给起草同盟案的人,以使哈尔基斯人不必在雅典出席同盟议会;第三,使他们不必缴纳军饷配额。

§92

καὶ τούτων τῶν προαιρέσεων οὐδεμιᾶς ἀπέτυχε Καλλίας, ἀλλʼ ὁ μισοτύραννος Δημοσθένης, ὡς αὐτὸς προσποιεῖται, ὅν φησι Κτησιφῶν τὰ βέλτιστα λέγειν, ἀπέδοτο μὲν τοὺς καιροὺς τοὺς τῆς πόλεως, ἔθαψε δʼ ἐν τῇ συμμαχίᾳ βοηθεῖν ἡμᾶς Χαλκιδεῦσι,2 ῥῆμα μόνον ἀντικαταλλαξάμενος ἀντὶ τούτων, εὐφημίας ἕνεκα προσγράψας καὶ Χαλκιδέας βοηθεῖν, ἐάν τις ἴῃ ἐπʼ Ἀθηναίους· τὰς δὲ συνεδρίας καὶ τὰς συντάξεις, ἐξ ὧν ἰσχύσειν ὁ πόλεμος ἔμελλεν, ἄρδην ἀπέδοτο, καλλίστοις ὀνόμασιν αἰσχίστας πράξεις γράφων, καὶ τῷ λόγῳ προσβιβάζων ὑμᾶς, τὰς μὲν βοηθείας ὡς δεῖ τὴν πόλιν πρότερον ποιεῖσθαι τοῖς ἀεὶ δεομένοις τῶν Ἑλλήνων, τὰς δὲ συμμαχίας ὑστέρας μετὰ τὰς εὐεργεσίας. ἵνα δʼ εὖ εἰδῆτε ὅτι ἀληθῆ λέγω, λαβέ μοι τὴν Καλλία γραφεῖσαν συμμαχίαν. ἀνάγνωθι τὸ ψήφισμα.

而卡利亚斯的这些图谋无一落空。相反,正如他自己伪装的那样、克特西丰声称总是提出最优政策的那位“反僭主者”德摩斯梯尼,出卖了城邦的时机,将我们必须援助哈尔基斯人这一条款隐匿在盟约之中,仅仅以此换取了一句口头辞令,为了体面而加上了: “如果有人进攻雅典人,哈尔基斯人亦当予以援助”;至于战争本应赖以发挥力量的同盟议席和军饷配额,他则彻底出卖干净,用最动听的言辞起草了最可耻的法令,并在辩词中诱导你们相信:城邦理应先对随时需要帮助的希腊人施以援手,在施恩之后再缔结盟约。为了让你们清楚知晓我说的是真话,请帮我拿来为卡利亚斯起草的同盟条约。宣读这项决议。

§94

Ψήφισμα οὔπω τοίνυν τοῦτʼ ἐστὶ δεινόν, εἰ καιροὶ τηλικοῦτοι πεπραμένοι τυγχάνουσιν καὶ συνεδρίαι καὶ συντάξεις, ἀλλὰ πολὺ τούτου δεινότερον φανήσεται ὃ μέλλω λέγειν. εἰς γὰρ τοῦτο προήχθη Καλλίας μὲν ὕβρεως καὶ πλεονεξίας, Δημοσθένης δέ, ὃν ἐπαινεῖ Κτησιφῶν, δωροδοκίας, ὥστε τὰς ἐξ Ὠρεοῦ συντάξεις καὶ τὰς ἐξ Ἐρετρίας, τὰ δέκα τάλαντα, ζώντων φρονούντων βλεπόντων ἔλαθον ὑμῶν ὑφελόμενοι,3 καὶ τοὺς ἐκ τῶν πόλεων τούτων συνέδρους παρʼ ὑμῶν μὲν ἀνέστησαν, πάλιν δὲ εἰς Χαλκίδα καὶ τὸ καλούμενον Εὐβοϊκὸν συνέδριον συνήγαγον. ὃν δὲ τρόπον καὶ διʼ οἵων κακουργημάτων, ταῦτʼ ἤδη ἄξιόν ἐστιν ἀκοῦσαι.

〔决议文〕然而,即便如此重大的时机、同盟议席和军饷配额遭到了出卖,这也还算不上耸人听闻;我接下来要说的事,将显得比这严重得多。因为卡利亚斯的骄横与贪婪,以及克特西丰所赞扬的德摩斯梯尼的贪腐,竟达到了如此境地:就在你们活生生、有知觉、亲眼注视之下,他们暗中窃取了来自奥列奥斯和埃雷特里亚的军饷配额,即那整整十塔兰同,并使来自这些城镇的议员从你们这里离席,重新召集到哈尔基斯及所谓的优卑亚同盟议会中。究竟是通过何种手段、藉由何等罪行办成此事的,这正值得洗耳恭听。

§95

ἀφικνεῖται γὰρ πρὸς ὑμᾶς οὐκέτι διʼ ἀγγέλων, ἀλλʼ αὐτὸς ὁ Καλλίας, καὶ παρελθὼν εἰς τὴν ἐκκλησίαν λόγους διεξῆλθε κατεσκευασμένους ὑπὸ Δημοσθένους. εἶπε γὰρ ὡς ἥκοι ἐκ Πελοποννήσου νεωστὶ σύνταγμα συντάξας εἰς ἑκατὸν ταλάντων πρόσοδον ἐπὶ Φίλιππον, καὶ διελογίζετο ὅσον ἑκάστους ἔδει συντελεῖν, Ἀχαιοὺς μὲν πάντας καὶ Μεγαρέας ἑξήκοντα τάλαντα, τὰς δʼ ἐν Εὐβοία πόλεις ἁπάσας τετταράκοντα· ἐκ δὲ τούτων τῶν χρημάτων ὑπάρξειν καὶ ναυτικὴν καὶ πεζὴν δύναμιν· εἶναι δὲ πολλοὺς καὶ ἄλλους τῶν Ἑλλήνων οὓς βούλεσθαι κοινωνεῖν τῆς συντάξεως, ὥστε οὔτε χρημάτων οὔτε στρατιωτῶν ἀπορίαν ἔσεσθαι. καὶ ταῦτα μὲν τὰ φανερά· ἔφη δὲ καὶ πράξεις πράττειν ἑτέρας διʼ ἀπορρήτων, καὶ τούτων εἶναί τινας μάρτυρας τῶν ἡμετέρων πολιτῶν, καὶ τελευτῶν ὀνομαστὶ παρεκάλει Δημοσθένην καὶ συνειπεῖν ἠξίου.

因为卡利亚斯不再通过使者,而是亲自来到了你们面前;他登上公民大会的讲坛,发表了德摩斯梯尼精心炮制的演说。他说他刚从伯罗奔尼撒归来,已经针对腓力组织了一个岁入达一百塔兰同的联合同盟,并逐一核算各方应当缴纳的份额:全体阿哈伊亚人和墨伽拉人出六十塔兰同,优卑亚各城镇总共出四十塔兰同;并称凭借这些资金,海陆军力都将得到保证;还有许多其他希腊人也希望加入该同盟,因此既不会缺乏资金,也不会缺乏兵员。这些是公开的事务;但他宣称自己还在秘密进行其他行动,且在我们的公民中有人能够作证;最后,他指名道姓地召请德摩斯梯尼,要求他登台附和。

§97

ὁ δὲ σεμνῶς πάνυ παρελθών, τόν τε Καλλίαν ὑπερεπῄνει, τό τε ἀπόρρητον προσεποιήσατο εἰδέναι· τὴν δʼ ἐκ Πελοποννήσου πρεσβείαν ἣν ἐπρέσβευσε, καὶ τὴν ἐξ Ἀκαρνανίας ἔφη βούλεσθαι ὑμῖν ἀπαγγεῖλαι. ἦν δʼ αὐτῷ κεφάλαιον τῶν λόγων, πάντας μὲν Πελοποννησίους ἐπὶ Φίλιππον ὑφʼ ἑαυτοῦ,4 εἶναι δὲ τὸ σύνταγμα χρημάτων μὲν εἰς ἑκατὸν νεῶν ταχυναυτουσῶν πληρώματα καὶ εἰς πεζοὺς στρατιώτας μυρίους καὶ ἱππέας χιλίους,

德摩斯梯尼极其庄重地走上讲台,对卡利亚斯大加赞扬,并假装深知那些秘密内情;他宣称希望向你们汇报自己出使伯罗奔尼撒和阿卡纳尼亚的使团情况。他的演说主旨是:全体伯罗奔尼撒人已由他亲自组织起来反抗腓力,而这项联合计划的资金将用于供养一百艘快速战船的船员、一万名步兵以及一千名骑兵,

语法注4 条
  1. 91οὐδὲν γὰρ ἦν τὸ μέσον

    意为“绝无折中可能”。它作为随后条件从句 εἰ ... μὴ προσδέξαιτο(如果民众不接受)的归结从句,而后文的 ἀλλʼ ὑπῆρχεν αὐτῷ ἢ φεύγειν ... ἢ τεθνάναι(摆在他面前的只有流亡或受死)则具体阐明了这一非此即彼的绝境。

  2. 92ἔθαψε δʼ ἐν τῇ συμμαχίᾳ βοηθεῖν ἡμᾶς Χαλκιδεῦσι

    动词 ἔθαψε(掩埋、隐匿)是带有指控意味的比喻用法,意为德摩斯梯尼将“我们援助哈尔基斯人”这一义务条款隐秘地塞入盟约之中。不定词短语 βοηθεῖν ἡμᾶς Χαλκιδεῦσι 用作 ἔθαψε 的宾语。

  3. 94ζώντων φρονούντων βλεπόντων ἔλαθον ὑμῶν ὑφελόμενοι

    ζώντων φρονούντων βλεπόντων ὑμῶν 是属格独立结构,构成传统修辞上的三联短语(“在你们活着、有意识、亲眼注视之下”)。动词 ἔλαθον 与补充性分词 ὑφελόμενοι 连用,构成 λανθάνω + 分词的惯用结构,意为“暗中窃取”。

  4. 97πάντας μὲν Πελοποννησίους ἐπὶ Φίλιππον ὑφʼ ἑαυτοῦ

    此句属于承接 ἦν δʼ αὐτῷ κεφάλαιον τῶν λόγων(其演说要旨是……)的间接引语。由介词短语 ὑφʼ ἑαυτοῦ(由他本人)修饰的被动不定词(如 συντετάχθαι 或 παρεσκευάσθαι,“已被组织起来”)在语境中被省略,对格 πάντας Πελοποννησίους 为该省略不定词的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:91-97