← 埃斯基涅斯

控告克特西丰

§106-113

神圣战争的起源与安菲萨对圣地的侵犯

埃斯基涅斯进入第三个历史时期,详细追述了围绕基拉平原展开的第一次神圣战争之起源、神谕以及由梭伦提议立下的近邻同盟誓言与诅咒,并指控安菲萨的洛克里斯人侵犯圣地并收买德摩斯梯尼。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§106

ἐνταῦθʼ ἤδη τέτακται καὶ ὁ τρίτος τῶν καιρῶν, μᾶλλον δʼ ὁ πάντων πικρότατος χρόνος, ἐν ὧ Δημοσθένης ἀπώλεσε τὰς τῶν Ἑλλήνων καὶ τῆς πόλεως πράξεις, ἀσεβήσας μὲν εἰς τὸ ἱερὸν τὸ ἐν Δελφοῖς, ἄδικον δὲ καὶ οὐδαμῶς ἴσην τὴν πρὸς Θηβαίους συμμαχίαν γράψας. ἄρξομαι δὲ ἀπὸ τῶν εἰς τοὺς θεοὺς πλημμελημάτων λέγειν.

至此便排定到了第三个关键时期,或者更确切地说是所有时期中最为痛苦的时期;在这一时期,德摩斯梯尼对德尔斐的神圣之所肆行不敬,并起草了一份既不公正又绝不对等的与忒拜人的盟约,从而断送了希腊诸邦与本城邦的功业。我将从讲述针对神明的罪行开始。

§107

ἔστι γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ Κιρραῖον ὠνομασμένον πεδίον καὶ λιμὴν ὁ νῦν ἐξάγιστος καὶ ἐπάρατος ὠνομασμένος. ταύτην ποτὲ τὴν χώραν κατῴκησαν Κιρραῖοι καὶ Κραγαλίδαι, γένη παρανομώτατα, οἳ εἰς τὸ ἱερὸν τὸ ἐν Δελφοῖς καὶ περὶ τὰ ἀναθήματα ἠσέβουν, ἐξημάρτανον δὲ καὶ εἰς τοὺς Ἀμφικτύονας. ἀγανακτήσαντες δʼ ἐπὶ τοῖς γιγνομένοις μάλιστα μέν, ὡς λέγονται, οἱ πρόγονοι οἱ ὑμέτεροι, ἔπειτα καὶ οἱ ἄλλοι Ἀμφικτύονες, μαντείαν ἐμαντεύσαντο παρὰ τῷ θεῷ, τίνι χρὴ τιμωρίᾳ τοὺς ἀνθρώπους τούτους μετελθεῖν.

雅典的公民们,有一片被称为基拉的平原,还有一个如今被称为当受弃绝和诅咒的港口。曾经居住在这片土地上的是基拉人和克拉伽利代人,这些极度无法无天之辈,对德尔斐的圣所及供奉品大肆亵渎,并且还侵犯了近邻同盟成员。你们的先祖——据传他们最为义愤填膺——以及其他近邻同盟成员对所发生的事深恶痛绝,便向神明求取神谕,请示应当对这些人施以何种惩罚。

§108

καὶ αὐτοῖς ἀναιρεῖ ἡ Πυθία πολεμεῖν Κιρραίοις καὶ Κραγαλίδαις πάντʼ ἤματα καὶ πάσας νύκτας, καὶ τὴν χώραν αὐτῶν ἐκπορθήσαντας καὶ αὐτοὺς ἀνδραποδισαμένους ἀναθεῖναι τῷ Ἀπόλλωνι τῷ Πυθίῳ καὶ τῇ Ἀρτέμιδι καὶ τῇ Λητοῖ καὶ Ἀθηνᾷ Προναίᾳ ἐπὶ πάσῃ ἀεργίᾳ,1 καὶ ταύτην τὴν χώραν μήτʼ αὐτοὺς ἐργάζεσθαι μήτʼ ἄλλον ἐᾶν. λαβόντες δὲ τὸν χρησμὸν τοῦτον οἱ Ἀμφικτύονες ἐψηφίσαντο Σόλωνος εἰπόντος Ἀθηναίου τὴν γνώμην, ἀνδρὸς καὶ νομοθετῆσαι δυνατοῦ καὶ περὶ ποίησιν καὶ φιλοσοφίαν διατετριφότος, ἐπιστρατεύειν ἐπὶ τοὺς ἐναγεῖς κατὰ τὴν μαντείαν τοῦ θεοῦ· καὶ συναθροίσαντες δύναμιν πολλὴν τῶν Ἀμφικτυόνων, ἐξηνδραποδίσαντο τοὺς ἀνθρώπους καὶ τὸν λιμένα καὶ τὴν πόλιν αὐτῶν κατέσκαψαν καὶ τὴν χώραν καθιέρωσαν κατὰ τὴν μαντείαν. καὶ ἐπὶ τούτοις ὅρκον ὤμοσαν ἰσχυρόν, μήτʼ αὐτοὶ τὴν ἱερὰν γῆν ἐργάσεσθαι μήτʼ ἄλλῳ ἐπιτρέψειν, ἀλλὰ βοηθήσειν τῷ θεῷ καὶ τῇ γῇ τῇ ἱερᾷ καὶ χειρὶ καὶ ποδὶ καὶ φωνῇ καὶ πάσῃ δυνάμει.

皮提亚女祭司向他们传达神谕,命他们日以继夜地与基拉人和克拉伽利代人交战,在彻底洗劫其土地并把他们贬为奴隶之后,将此地奉献给皮提亚的阿波罗、阿耳忒弥斯、勒托和普罗奈亚的雅典娜,使之永久荒芜,并且他们自己既不得耕作这片土地,也不得允许他人耕作。 近邻同盟成员接获这一神谕后,在雅典人梭伦的提议下通过了决议——梭伦此人既有立法之才,又精通诗艺与哲学——决定依照神谕向这些受诅咒之人进军;他们集结起近邻同盟的庞大军队,把那些人贬为奴隶,将其港口与城池夷为平地,并按照神谕将土地奉献为圣地。为此他们还立下重誓:自己绝不耕作这片神圣土地,亦不容许他人耕作,而要以手、以足、以言辞和全力支持神明与这片圣地。

§110

καὶ οὐκ ἀπέχρησεν αὐτοῖς τοῦτον τὸν ὅρκον ὀμόσαι, ἀλλὰ καὶ προστροπὴν καὶ ἀρὰν ἰσχυρὰν ὑπὲρ τούτων ἐποιήσαντο. γέγραπται γὰρ οὕτως ἐν τῇ ἀρᾷ, εἴ τις τάδε, φησί, παραβαίνοι ἢ πόλις ἤ ἰδιώτης ἢ ἔθνος, ἐναγής, φησίν, ἔστω τοῦ Ἀπόλλωνος2 καὶ τῆς Ἀρτέμιδος καὶ τῆς Λητοῦς καὶ Ἀθηνᾶς Προναίας.

他们并不满足于仅立下这道誓言,更就这些事项作出了严厉的祈求与诅咒。因为在诅咒文中正是这样写道的: “若有人违背这些誓言,”文中说,“无论是城邦、平民还是部族,”文中说,“就让他承受阿波罗、阿耳忒弥斯、勒托以及普罗奈亚雅典娜的诅咒。”

§111

καὶ ἐπεύχεται αὐτοῖς μήτε γῆν καρποὺς φέρειν, μήτε γυναῖκας τέκνα τίκτειν γονεῦσιν ἐοικότα, ἀλλὰ τέρατα, μήτε βοσκήματα κατὰ φύσιν γονὰς ποιεῖσθαι, ἧτταν δὲ αὐτοῖς εἶναι πολέμου καὶ δικῶν καὶ ἀγορᾶς, καὶ ἐξώλεις εἶναι καὶ αὐτοὺς καὶ οἰκίας καὶ γένος ἐκείνων. καὶ μήποτε, φησίν, ὁσίως θύσειαν τῷ Ἀπόλλωνι μηδὲ τῇ Ἀρτέμιδι μηδὲ τῇ Λητοῖ μηδʼ Ἀθηνᾷ Προναίᾳ, μηδὲ δέξαιντο αὐτοῖς τὰ ἱερά.3

诅咒还针对他们祈求土地不产果实,妇人不生酷似父母的子女而生怪胎,牲畜不能依本性繁衍,让其在战争、诉讼和市场中一败涂地,他们自身以及房屋和宗族皆遭殄灭。 “并且但愿他们,”文中说,“永不能虔敬地向阿波罗、阿耳忒弥斯、勒托或普罗奈亚的雅典娜献祭,神明亦永不接纳其祭品。”

§112

ὅτι δʼ ἀληθῆ λέγω, ἀνάγνωθι τὴν τοῦ θεοῦ μαντείαν. ἀκούσατε τῆς ἀρᾶς. ἀναμνήσθητε τῶν ὅρκων, οὓς ὑμῶν οἱ πρόγονοι μετὰ τῶν Ἀμφικτυόνων συνώμοσαν. "Μαντεία [οὐ πρὶν τῆσδε πόληος ἐρείψετε πύργον ἑλόντες, πρίν γε θεοῦ τεμένει κυανώπιδος Ἀμφιτρίτης κῦμα ποτικλύζῃ κελαδοῦν ἱεραῖσιν ἐπʼ ἀκταῖς.] υνκνοων" Ὅρκοι. Ἀρά ταύτης τῆς ἀρᾶς καὶ τῶν ὅρκων καὶ τῆς μαντείας ἀναγεγραμμένων ἔτι καὶ νῦν, οἱ Λοκροὶ οἱ Ἀμφισσεῖς, μᾶλλον δὲ οἱ προεστηκότες αὐτῶν, ἄνδρες παρανομώτατοι, ἐνηργάζοντο τὸ πεδίον, καὶ τὸν λιμένα τὸν ἐξάγιστον καὶ ἐπάρατον πάλιν ἐτείχισαν καὶ συνῴκισαν, καὶ τέλη τοὺς καταπλέοντας ἐξέλεγον, καὶ τῶν ἀφικνουμένων εἰς Δελφοὺς πυλαγόρων ἐνίους χρήμασι διέφθειρον, ὧν εἷς ἦν Δημοσθένης.

为了证明我说的是实话,请宣读神明的神谕。请聆听这诅咒。请铭记你们的先祖与近邻同盟成员共同立下的誓言。 〔神谕: 在碧眸安菲特里忒的呼啸浪涛拍击神明圣地的神圣海岸之前,你们决无法攻陷并倾覆此城的高塔。〕〔誓言。诅咒〕尽管这一诅咒、誓言和神谕至今依然铭刻在石,安菲萨的洛克里斯人,或者不如说是其首领——一帮极尽不法之徒——却着手开垦这片平原,重新修筑并殖民那座当受弃绝与诅咒的港口,向前来泊船者征收税金,并用金钱收买了来到德尔斐的几位同盟代表,其中一人就是德摩斯梯尼。

语法注3 条
  1. 108ἐπὶ πάσῃ ἀεργίᾳ

    介词 ἐπί 支配与格表示条件或从属状态,意为“在完全不耕作的状态下”或“作为彻底休耕的荒地”。它规定了将这片土地奉献给神明时所附带的不可侵犯的禁绝耕种条件。

  2. 110ἐναγής... ἔστω τοῦ Ἀπόλλωνος

    形容词 ἐναγής(“当受诅咒的”、“承受神谴的”)支配神明姓名的属格。该属格充当关系属格或所属属格,指代降下惩罚的神明,意为“让他承受阿波罗的诅咒/归于阿波罗惩戒的神谴之下”。

  3. 111μηδὲ δέξαιντο αὐτοῖς τὰ ἱερά

    表示愿望的希求法动词 δέξαιντο 的主语在语境中承前推定为“神明”(前文提及的阿波罗、阿耳忒弥斯等)。与格 αὐτοῖς 为受损者与格(或利益/不利益与格),意为“愿神明不为他们接纳祭牲/不从他们那里收纳祭品”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:106-113