- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:84-90
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃斯基涅斯揭露德摩斯梯尼所夸耀的优卑亚同盟的真相,详细控告哈尔基斯的卡利亚斯恩将仇报,屡次背叛曾拯救优卑亚的雅典,并在腓力与底比斯之间反复无常。
ναί, ἀλλὰ χαλκοῖς καὶ ἀδαμαντίνοις τείχεσιν, ὡς αὐτός φησι, τὴν χώραν ἡμῶν ἐτείχισε, τῇ τῶν Εὐβοέων καὶ Θηβαίων συμμαχίᾳ. ἀλλά, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ ταῦτα καὶ μέγιστα ἠδίκησθε καὶ μάλιστα ἠγνοήκατε. σπεύδων δʼ εἰπεῖν περὶ τῆς θαυμαστῆς συμμαχίας τῆς τῶν Θηβαίων, ἵνʼ ἐφεξῆς λέγω, περὶ τῶν Εὐβοέων πρῶτον μνησθήσομαι.
不错,但据他自己所说,他用“青铜与金刚石筑成的城墙”捍卫了我们的国土——指的就是与优卑亚人和底比斯人的同盟!然而,雅典的男士们,正是在这些事情上,你们遭受了最严重的侵害,也最不知情。尽管我急于谈论与底比斯人那桩令人惊异的同盟,但为了按次序陈述,我将首先提及优卑亚人的事。
ὑμεῖς γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, πολλὰ καὶ μεγάλα ἠδικημένοι ὑπὸ Μνησάρχου τοῦ Χαλκιδέως, τοῦ Καλλίου καὶ Ταυροσθένους πατρός, οὓς οὗτος νυνὶ μισθὸν λαβὼν Ἀθηναίους εἶναι τολμᾷ γράφειν, καὶ πάλιν ὑπὸ Θεμίσωνος τοῦ Ἐρετριέως, ὃς ἡμῶν εἰρήνης οὔσης Ὠρωπὸν ἀφείλετο, τούτων ἑκόντες ἐπιλαθόμενοι, ἐπειδὴ διέβησαν εἰς Εὔβοιαν Θηβαῖοι καταδουλώσασθαι τὰς πόλεις πειρώμενοι, ἐν πέντε ἡμέραις ἐβοηθήσατε αὐτοῖς καὶ ναυσὶ καὶ πεζῇ δυνάμει, καὶ πρὶν τριάκονθʼ ἡμέρας διελθεῖν ὑποσπόνδους Θηβαίους ἀφήκατε, κύριοι τῆς Εὐβοίας γενόμενοι, καὶ τάς τε πόλεις αὐτὰς καὶ τὰς πολιτείας ἀπέδοτε ὀρθῶς καὶ δικαίως τοῖς παρακαταθεμένοις, οὐχ ἡγούμενοι δίκαιον εἶναι τὴν ὀργὴν ἀπομνημονεύειν ἐν τῷ πιστευθῆναι.1
因为,雅典的男士们,你们虽曾遭受哈尔基斯的姆涅萨尔霍斯——即卡利亚斯和陶罗斯特涅斯之父,如今此人收了贿赂,竟敢提议让他们成为雅典公民——的多次重大侵害,又曾遭受埃雷特里亚的忒弥松在和平时期夺走我们奥罗波斯的侵害,却甘愿忘却前嫌;当底比斯人企图奴役各城镇而渡海进入优卑亚时,你们在五天之内便派遣海陆大军前去救援;在不到三十天内,你们掌控了整个优卑亚,并根据停战协定放走了底比斯人,正当地、公正地将这些城镇及其政体原样交还给托付给你们的人,因为你们认为在被委以信任之时怀怨报复是不正当的。
καὶ τηλικαῦθʼ ὑφʼ ὑμῶν εὖ πεπονθότες οἱ Χαλκιδεῖς οὐ τὰς ὁμοίας ὑμῖν ἀπέδοσαν, ἀλλʼ ἐπειδὴ διέβητε εἰς Εὔβοιαν Πλουτάρχῳ βοηθήσοντες, τοὺς μὲν πρώτους χρόνους ἀλλʼ οὖν προσεποιοῦνθʼ ὑμῖν εἶναι φίλοι, ἐπειδὴ δὲ τάχιστα εἰς Ταμύνας παρήλθομεν, καὶ τὸ Κοτύλαιον ὀνομαζόμενον ὄρος ὑπερεβάλομεν, ἐνταῦθα Καλλίας ὁ Χαλκιδεύς, ὃν Δημοσθένης μισθαρνῶν ἐνεκωμίαζεν, ὁρῶν τὸ στρατόπεδον τὸ τῆς πόλεως εἰς δεινὰς δυσχωρίας κατακεκλῃμένον, ὅθεν μὴ νικήσασι μάχην οὐκ ἦν ἀναχώρησις,2 οὐδὲ βοηθείας ἐλπὶς οὔτʼ ἐκ γῆς οὔτʼ ἐκ θαλάττης, συναγείρας ἐξ ἁπάσης τῆς Εὐβοίας στρατόπεδον, καὶ παρὰ Φιλίππου δύναμιν προσμεταπεμψάμενος, ὅ τʼ ἀδελφὸς αὐτοῦ Ταυροσθένης, ὁ νυνὶ πάντας δεξιούμενος καὶ προσγελῶν, τοὺς Φωκικοὺς ξένους διαβιβάσας, ἦλθον ἐφʼ ἡμᾶς ὡς ἀναιρήσοντες.
然而,哈尔基斯人蒙受了你们如此巨大的恩德,却没有给予对等的回报。当你们渡海前往优卑亚支援普鲁塔霍斯时,起初他们至少还假装是你们的朋友;但一当我们推进到塔缪奈并翻越了被称为科提莱昂的山脉,受雇于人的德摩斯梯尼曾大加赞扬的哈尔基斯的卡利亚斯,眼见城邦的军队被围困在险峻的绝境之中——若不在战斗中获胜便无路可退,无论是陆路还是海路都毫无援军的指望——便从整个优卑亚集结大军,并从腓力那里请求增援部队,而他的兄弟陶罗斯特涅斯——如今对每个人握手相迎、笑脸相迎的那位——则运送福基斯的雇佣军渡海而来,他们向我们扑来,企图将我们一举消灭。
καὶ εἰ μὴ πρῶτον μὲν θεῶν τις ἔσωσε τὸ στρατόπεδον, ἔπειθʼ οἱ στρατιῶται οἱ ὑμέτεροι καὶ οἱ πεζοὶ καὶ οἱ ἱππεῖς ἄνδρες ἐγένοντο ἀγαθοί, καὶ παρὰ τὸν ἱππόδρομον τὸν ἐν Ταμύναις ἐκ παρατάξεως μάχῃ κρατήσαντες ὑποσπόνδους ἀφεῖσαν τοὺς πολεμίους, ἐκινδύνευσεν ἂν ἡ πόλις αἴσχιστα παθεῖν· οὐ γὰρ τὸ δυστυχῆσαι κατὰ πόλεμον μέγιστόν ἐστι κακόν, ἀλλʼ ὅταν τις πρὸς ἀνταγωνιστὰς ἀναξίους διακινδυνεύων ἀποτύχῃ, διπλασίαν εἰκὸς εἶναι τὴν συμφοράν. ἀλλʼ ὅμως ὑμεῖς τοιαῦτα πεπονθότες πάλιν διελύσασθε πρὸς αὐτούς. τυχὼν δὲ συγγνώμης παρʼ ὑμῶν Καλλίας ὁ Χαλκιδεύς, μικρὸν διαλιπὼν χρόνον πάλιν ἧκε φερόμενος εἰς τὴν ἑαυτοῦ φύσιν, Εὐβοϊκὸν μὲν τῷ λόγῳ συνέδριον εἰς Χαλκίδα συνάγων, ἰσχυρὰν δὲ τὴν Εὔβοιαν ἐφʼ ὑμᾶς ἔργῳ κατασκευάζων, ἐξαίρετον δʼ αὑτῷ τυραννίδα περιποιούμενος. κἀνταῦθα ἐλπίζων συναγωνιστὴν Φίλιππον λήψεσθαι, ἀπῆλθεν εἰς Μακεδονίαν καὶ περιῄει μετὰ Φιλίππου, καὶ τῶν ἑταίρων εἷς ὠνομάζετο.
若非起初有某位神明保佑了军队,随后你们的战士们——无论步兵还是骑兵——奋勇作战,在塔缪奈赛马场附近的阵地战中取胜并依停战协定放走了敌人,城邦本会冒遭受最可耻失败的危险。因为战争中的失利并非最大的灾祸,但若与不值一提的对手交锋而失败,这种灾难理所当然是双倍的沉痛。 然而,即便遭受了这等对待,你们仍然再次与他们讲和。哈尔基斯的卡利亚斯获得了你们的赦免,仅仅过了一小段时间,便又故态复萌:口头上在哈尔基斯召集优卑亚联合议会,实际上却将优卑亚打造成针对你们的堡垒,为自己谋取独裁的僭主统治。接着,由于指望拉拢腓力作为同盟者,他前往马其顿追随腓力左右,并被称为腓力的近臣侍从之一。
ἀδικήσας δὲ Φίλιππον κἀκεῖθεν ἀποδράς, ὑπέβαλεν ἑαυτὸν φέρων Θηβαίοις. καταλιπὼν δὲ κἀκείνους, καὶ πλείους τραπόμενος τροπὰς τοῦ Εὐρίπου,3 παρʼ ὃν ὤκει, εἰς μέσον πίπτει τῆς τε Θηβαίων ἔχθρας καὶ τῆς Φιλίππου. ἀπορῶν δʼ ὅ τι χρήσαιτο αὑτῷ, καὶ παραγγελλομένης ἐπʼ αὐτὸν ἤδη στρατείας, μίαν ἐλπίδα λοιπὴν κατεῖδε σωτηρίας, ἔνορκον λαβεῖν τὸν Ἀθηναίων δῆμον, σύμμαχον ὀνομασθέντα, βοηθήσειν,4 εἴ τις ἐπʼ αὐτὸν ἴοι· ὃ πρόδηλον ἦν ἐσόμενον, εἰ μὴ ὑμεῖς κωλύσετε.
但他背叛了腓力并逃离该地后,便投靠了底比斯人。随后他又抛弃了底比斯人,其反复无常比他所居住的欧里普斯海峡还要剧烈,从而陷入了底比斯人与腓力双方敌意的夹缝之中。在穷途末路、针对他的军事征讨已然下达之际,他看到了唯独剩下的获救希望:让被称为同盟者的雅典民众立誓保证,若有人向他进攻便予以援助;而如果你们不出面阻止,这场进攻显然即将到来。
- 85ἐν τῷ πιστευθῆναι
介词 ἐν 搭配带冠词的被动语态不定式 τῷ πιστευθῆναι,表示时间或境况:“在被委以信任之时”或“既然受到信任”。这与前文的 τοῖς παρακαταθεμένοις(托付之人)呼应,表明在被对方信任托付城邦之时,翻出旧怨实施报复是不合道义的。
- 87ὅθεν μὴ νικήσασι μάχην οὐκ ἦν ἀναχώρησις
在由关系副词 ὅθεν 引导的从句中,带有否定词 μή 的条件性与格分词 νικήσασι(对不取胜者而言)依附于非人称存在表达 οὐκ ἦν ἀναχώρησις(没有退路),意为“若不在战斗中获胜便无路可退之处”。
- 90πλείους τραπόμενος τροπὰς τοῦ Εὐρίπου
名词 τροπάς 作为分词 τραπόμενος 的同族宾格(cognate accusative),并由比较级 πλείους 修饰。属格 τοῦ Εὐρίπου 是比较属格。此处借助卡利亚斯住所旁的欧里普斯海峡以潮水反复逆流而闻名的特点,辛辣讽刺他在政治立场上的屡屡倒戈与背信弃义。
- 90ἔνορκον λαβεῖν τὸν Ἀθηναίων δῆμον, σύμμαχον ὀνομασθέντα, βοηθήσειν
不定式 λαβεῖν 以 τὸν Ἀθηναίων δῆμον 为直接宾语,ἔνορκον 作谓语性形容词(“立下誓约的”),将来的不定式 βοηθήσειν 则补足说明誓约的具体内容(“前去援助”)。全句构成“在被命名为盟友之后,使雅典民众宣誓必将提供援助”的复合结构。
