← 埃斯基涅斯

控告克特西丰

§77-83

德摩斯梯尼的私德败坏与背叛使节同僚

埃斯基涅斯揭露了德摩斯梯尼在为女儿服丧期间庆祝腓力之死的背德行径与恶劣私德,并详细阐述了他在福基斯沦陷后,如何出于怯懦与嫉妒背叛同僚使节、摇身一变成为控告者,借琐碎争端蓄意破坏和平并引来战争的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§77

Ψήφισμα οὗτος τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ὁ τηλικοῦτος τὸ μέγεθος κόλαξ, πρῶτος διὰ τῶν κατασκόπων τῶν παρὰ Χαριδήμου πυθόμενος τὴν Φιλίππου τελευτήν, τῶν μὲν θεῶν συμπλάσας ἑαυτῷ ἐνύπνιον κατεψεύσατο, ὡς οὐ παρὰ Χαριδήμου τὸ πρᾶγμα πεπυσμένος, ἀλλὰ παρὰ τοῦ Διὸς καὶ τῆς Ἀθηνᾶς, οὓς μεθʼ ἡμέραν ἐπιορκῶν νύκτωρ φησὶν ἑαυτῷ διαλέγεσθαι καὶ τὰ μέλλοντα ἔσεσθαι προλέγειν, ἑβδόμην δʼ ἡμέραν τῆς θυγατρὸς αὐτῷ τετελευτηκυίας,1 πρὶν πενθῆσαι καὶ τὰ νομιζόμενα ποιῆσαι, στεφανωσάμενος καὶ λευκὴν ἐσθῆτα λαβὼν ἐβουθύτει καὶ παρενόμει, τὴν μόνην ὁ δείλαιος καὶ πρώτην αὐτὸν πατέρα προσειποῦσαν ἀπολέσας.

〔决议案〕雅典的男士们,这位如此不可一世的谄媚小人,最早通过来自卡里德莫斯的间谍获知了腓力的死讯,便假托诸神编造了一个梦境来撒谎,声称自己不是从卡里德莫斯那里、而是从宙斯和雅典娜那里得知此事的——他在白天指着这些神明起假誓,却声称他们在夜间与他交谈并预告将要发生的事情。而且在他的女儿死后仅第七天,在尚未进行哀悼、亦未履行法定丧仪之前,他便戴上花冠,身着白袍,献祭公牛并违背礼法,尽管这个可悲的家伙刚刚失去了唯一也是第一个称他为父亲的孩子。

§78

καὶ οὐ τὸ δυστύχημα ὀνειδίζω, ἀλλὰ τὸν τρόπον ἐξετάξω. ὁ γὰρ μισότεκνος καὶ πατὴρ πονηρὸς οὐκ ἄν ποτε γένοιτο δημαγωγὸς χρηστός, οὐδὲ ὁ τὰ φίλτατα καὶ οἰκειότατα σώματα μὴ στέργων οὐδέποθʼ ὑμᾶς περὶ πολλοῦ ποιήσεται τοὺς ἀλλοτρίους, οὐδέ γε ὁ ἰδίᾳ πονηρὸς ἄν ποτε γένοιτο δημοσίᾳ χρηστός, οὐδʼ ὅστις ἐστὶν οἴκοι φαῦλος, οὐδέποτʼ ἦν ἐν Μακεδονίᾳ καλὸς κἀγαθός· οὐ γὰρ τὸν τρόπον, ἀλλὰ τὸν τόπον μετήλλαξεν.

我并非在责难他的不幸,而是在审视他的品行。因为一个憎恶自己子女、为人恶劣的父亲,绝不可能成为优秀的民众领袖;一个不爱护自己最亲近骨肉的人,也绝不会把你们这些外人放在心上;在私德上邪恶的人,在公德上绝不可能成为善人;在家里卑劣龌龊的人,在马其顿也绝不曾是高尚正直之人;因为他改变的只是地方,而不是品性。

§79

πόθεν οὖν ἐπὶ τὴν μεταβολὴν ἦλθε τῶν πραγμάτων, οὗτος γάρ ἐστιν ὁ δεύτερος καιρός, καὶ τί ποτʼ ἐστὶ τὸ αἴτιον, ὅτι Φιλοκράτης μὲν ἀπὸ τῶν αὐτῶν πολιτευμάτων Δημοσθένει φυγὰς ἀπʼ εἰσαγγελίας γεγένηται, Δημοσθένης δὲ ἐπέστη τῶν ἄλλων κατήγορος, καὶ πόθεν ποθʼ ὑμᾶς εἰς τὴν ἀτυχίαν ὁ μιαρὸς ἄνθρωπος ἐμβέβληκε, ταῦτʼ ἤδη διαφερόντως ἄξιόν ἐστιν ἀκοῦσαι.

那么,他是如何走向政策的转折的——这正是第二个关键转折期——究竟是什么原因,使得菲洛克拉特斯因推行与德摩斯梯尼相同的政见而在弹劾诉讼中被处流放,而德摩斯梯尼却摇身一变成为其他人的控告者,以及这个可憎之徒究竟从何处将你们推入了厄运之中:这些正是如今特别值得一听的事情。

§80

ὡς γὰρ τάχιστα εἴσω Πυλῶν Φίλιππος παρῆλθε, καὶ τάς τε ἐν Φωκεῦσι πόλεις παραδόξως ἀναστάτους ἐποίησε, Θηβαίους τε, ὡς τόθʼ ὑμῖν ἐδόκει, περαιτέρω τοῦ καιροῦ καὶ τοῦ ὑμετέρου συμφέροντος ἰσχυροὺς κατεσκεύασεν, ὑμεῖς τε ἐκ τῶν ἀγρῶν φοβηθέντες ἐσκευαγωγήσατε, ἐν ταῖς μεγίσταις δʼ ἦσαν αἰτίαις οἱ πρέσβεις οἱ τὴν εἰρήνην πρεσβεύσαντες, πολὺ δὲ τῶν ἄλλων διαφερόντως Φιλοκράτης καὶ Δημοσθένης, διὰ τὸ μὴ μόνον πρεσβεύειν, ἀλλὰ καὶ τὰ ψηφίσματα γεγραφέναι, συνέβη τε ἐν τοῖς αὐτοῖς χρόνοις διαφέρεσθαί τι Δημοσθένην καὶ Φιλοκράτην σχεδὸν ὑπὲρ τούτων ὑπὲρ ὧν καὶ ὑμεῖς ὑπωπτεύσατε· τοιαύτης ἐμπιπτούσης ταραχῆς, μετὰ τῶν συμφύτων αὐτῷ νοσημάτων ἤδη τὰ μετὰ ταῦτα ἐβουλεύετο,2 μετὰ δειλίας καὶ τῆς πρὸς Φιλοκράτην ὑπὲρ τῆς δωροδοκίας ζηλοτυπίας, καὶ ἡγήσατο, εἰ τῶν συμπρεσβευόντων καὶ τοῦ Φιλίππου κατήγορος ἀναφανείη, τὸν μὲν Φιλοκράτην προδήλως ἀπολεῖσθαι, τοὺς δὲ ἄλλους συμπρέσβεις κινδυνεύσειν, αὐτὸς δʼ εὐδοκιμήσειν, καὶ προδότης ὢν τῶν φίλων καὶ πονηρός, πιστὸς τῷ δήμῳ φανήσεσθαι.

因为当腓力一经通过温泉关,出人意料地摧毁了福基斯的诸城镇,并正如你们当时所认为的那样,使底比斯人变得过分强大而超出时宜和你们的利益,你们由于恐惧而把财产从乡村运进城内,那些主持缔结和平的使节们受到了极大的谴责,而菲洛克拉特斯和德摩斯梯尼受到的谴责更远远甚于其他人,因为他们不仅出任使节,而且还起草了各项决议;就在同一时期,德摩斯梯尼与菲洛克拉特斯之间,恰恰在你们所怀疑的事情上产生了某种分歧;当这种混乱降临之际,德摩斯梯尼伴随着他那与生俱来的恶疾,在懦怯以及对菲洛克拉特斯在受贿之事上的嫉妒驱使下,开始谋划后续的行动;他认定,如果自己挺身而出担任同僚使节和腓力的控告者,菲洛克拉特斯显然必将败亡,其他同僚使节将陷入险境,而他自己则将博取美名,并且尽管背叛了朋友、为人邪恶,却会在民众面前显得忠贞不二。

§82

κατιδόντες δʼ αὐτὸν οἱ τῇ τῆς πόλεως προσπολεμοῦντες ἡσυχίᾳ, ἄσμενοι παρεκάλουν ἐπὶ τὸ βῆμα, τὸν μόνον ἀδωροδόκητον ὀνομάζοντες τῇ πόλει· ὁ δὲ παριὼν ἀρχὰς αὐτοῖς ἐνεδίδου πολέμου καὶ ταραχῆς. οὗτός ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, ὁ πρῶτος ἐξευρὼν Σέρριον τεῖχος καὶ Δορίσκον καὶ Ἐργίσκην καὶ Μυρτίσκην καὶ Γάνος καὶ Γανιάδα, χωρία ὧν οὐδὲ τὰ ὀνόματα ᾔδεμεν πρότερον. καὶ εἰς τοῦτο φέρων περιέστησε τὰ πράγματα, ὥστʼ εἰ μὲν μὴ πέμποι πρέσβεις Φίλιππος, καταφρονεῖν αὐτὸν ἔφη τῆς πόλεως, εἰ δὲ πέμποι, κατασκόπους πέμπειν, ἀλλʼ οὐ πρέσβεις.

那些与城邦的和平宁静作对的人察觉到了他的心思,便欣然召唤他登上讲坛,称他是城邦中唯一不接受贿赂的人;而他登台后,便为他们提供了战争与动乱的由头。雅典的男士们,正是这个人最先搜寻出了塞里翁堡、多里斯科斯、埃尔吉斯克、缪尔蒂斯克、加诺斯和加尼亚斯,这些地方我们此前连名字都未曾听说过。他把局势引向了这样的地步:如果腓力不派遣使节,他就说腓力藐视城邦;如果腓力派遣使节,他又说对方派来的是间谍而不是使节。

§83

εἰ δὲ ἐπιτρέπειν ἐθέλοι πόλει τινὶ ἴσῃ καὶ ὁμοίᾳ περὶ τῶν ἐγκλημάτων, οὐκ εἶναι κριτὴν ἴσον ἡμῖν ἔφη καὶ Φιλίππῳ. Ἁλόννησον ἐδίδου· ὁ δʼ ἀπηγόρευε μὴ λαμβάνειν, εἰ δίδωσιν, ἀλλὰ μὴ ἀποδίδωσι,3 περὶ συλλαβῶν διαφερόμενος. καὶ τὸ τελευταῖον στεφανώσας τοὺς μετὰ Ἀριστοδήμου εἰς Θετταλίαν καὶ Μαγνησίαν παρὰ τὰς τῆς εἰρήνης συνθήκας πρεσβεύσαντας, τὴν μὲν εἰρήνην διέλυσε, τὴν δὲ συμφορὰν καὶ τὸν πόλεμον κατεσκεύασεν.

如果腓力愿意将指控交由某个平等的城邦进行仲裁,他就声称在我们与腓力之间不存在公正的裁判者。腓力表示愿意提供哈洛涅索斯岛,他却对音节吹毛求疵,出言禁止,称“如果他是给予(didosin)而不是交还(apodidosin)”就不得接收。最后,他向那些违背和平条约同阿里斯托德莫斯一起出使色萨利和马格尼西亚的人颁授花冠,从而瓦解了和平,带来了灾祸与战争。

语法注3 条
  1. 77ἑβδόμην δʼ ἡμέραν τῆς θυγατρὸς αὐτῷ τετελευτηκυίας

    宾格 ἑβδόμην ἡμέραν 作状语表示时间(“在第七天”)。τῆς θυγατρὸς ... τετελευτηκυίας 是独立属格结构,而与格 αὐτῷ 为利害与格(或关涉与格),指明承受女儿去世这一事件的当事人(德摩斯梯尼)。

  2. 80ὡς γὰρ τάχιστα εἴσω Πυλῶν Φίλιππος παρῆλθε... ἐβουλεύετο

    长周期句结构。由从属连词 ὡς τάχιστα(“一经……立刻”)引导的一连串从属分句先行(腓力进军、福基斯遭毁、底比斯崛起、雅典人惊恐移居以及使节受责),并由 συνέβη τε ... διαφέρεσθαι 进一步承接,直到后半部分的 μετὰ τῶν συμφύτων αὐτῷ νοσημάτων ἤδη τὰ μετὰ ταῦτα ἐβουλεύετο(“他开始谋划后续的行动”)才引出主句的主谓核心。

  3. 83εἰ δίδωσιν, ἀλλὰ μὴ ἀποδίδωσι

    简单动词 δίδωμι(出于恩惠“给予”)与复合动词 ἀποδίδωμι(作为原主“归还、物归原主”)之间的词义对比。针对哈洛涅索斯岛的主权争议,腓力称愿意“给予”,而德摩斯梯尼咬文嚼字于一个前缀音节(ἀπο-),坚称既然该岛本属雅典,就必须用“归还”而非“给予”,否则绝不接受。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:77-83