- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:8-13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者敦促审判官牢记全体公民对他们的托付,依法从严裁判。随后,他阐述了禁止为尚未通过卸任审计的公职人员加冠的法律初衷,揭露克特西丰在德摩斯梯尼任内且未受审计前为其提议授冠的违法性,并预先驳斥对方可能提出的辩词。
κἀκεῖνο δὲ χρὴ διαμνημονεύειν, ὅτι νυνὶ πάντες οἱ πολῖται παρακαταθέμενοι τὴν πόλιν ὑμῖν καὶ τὴν πολιτείαν διαπιστεύσαντες, οἱ μὲν πάρεισι καὶ ἐπακούουσι τῆσδε τῆς κρίσεως, οἱ δὲ ἄπεισιν ἐπὶ τῶν ἰδίων ἔργων· οὓς αἰσχυνόμενοι καὶ τῶν ὅρκων οὓς ὠμόσατε, μεμνημένοι καὶ τῶν νόμων,1 ἐὰν ἐξελέγξω Κτησιφῶντα καὶ παράνομα γεγραφότα καὶ ψευδῆ καὶ ἀσύμφορα τῇ πόλει, λύετε, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς παρανόμους γνώμας, βεβαιοῦτε τῇ πόλει τὴν δημοκρατίαν, κολάζετε τοὺς ὑπεναντίως τοῖς νόμοις καὶ τῷ συμφέροντι τῷ ὑμετέρῳ πολιτευομένους. κἂν ταύτην ἔχοντες τὴν διάνοιαν ἀκούητε τῶν μελλόντων ῥηθήσεσθαι λόγων, εὖ οἶδʼ καὶ δίκαια καὶ εὔορκα καὶ συμφέροντα ὑμῖν αὐτοῖς ψηφιεῖσθε καὶ πάσῃ τῇ πόλει.
你们还应当牢记这一点:如今全体公民已将城邦委托给你们,将政体托付于你们,他们之中一部分人亲临现场倾听这场审判,另一部分人则在忙于自己的私事。怀着对他们的敬畏,并牢记你们所起的誓言与法律,如果我证明了克特西丰所提出的决议案既违法、虚伪,又对城邦有害,雅典人啊,就请你们废除违法的议案,为城邦巩固民主政体,并惩罚那些背离法律与你们利益而从事政治的人。只要你们带着这样的心意来倾听即将发表的言论,我深信你们必定会投出对你们自己和整个城邦都公正、合乎誓言且有益的一票。
περὶ μὲν οὖν τῆς ὅλης κατηγορίας μετρίως μοι ἐλπίζω προειρῆσθαι· περὶ δὲ αὐτῶν τῶν νόμων οἳ κεῖνται περὶ τῶν ὑπευθύνων, παρʼ οὓς τὸ ψήφισμα τυγχάνει γεγραφὼς Κτησιφῶν, διὰ βραχέων εἰπεῖν βούλομαι. ἐν γὰρ τοῖς ἔμπροσθεν χρόνοις ἄρχοντές τινες τὰς μεγίστας ἀρχὰς καὶ τὰς προσόδους διοικοῦντες, καὶ δωροδοκοῦντες περὶ ἕκαστα τούτων, προσλαμβάνοντες τούς τε ἐκ τοῦ βουλευτηρίου ῥήτορας καὶ τοὺς ἐκ τοῦ δήμου, πόρρωθεν προκατελάμβανον τὰς εὐθύνας ἐπαίνοις καὶ κηρύγμασιν, ὥστʼ ἐν ταῖς εὐθύναις εἰς τὴν μεγίστην μὲν ἀπορίαν ἀφικνεῖσθαι τοὺς κατηγόρους, πολὺ δὲ ἔτι μᾶλλον τοὺς δικαστάς.
关于整个控诉的概况,我希望前言已经讲得恰如其分;至于那些关于受账公职人员的现行法律本身——克特西丰正是违反了这些法律提出决议案的——我想简短地谈一谈。 因为在以往的岁月里,某些担任最高官职并管理财政收入的人,在这些事务的每一个环节收受贿赂,拉拢议事会和公民大会中的演说家,早早就凭借赞辞与公告在审计前先发制人,以致在审计之时,控告人陷入极大的困窘,而审判官们则更是如此。
πολλοὶ γὰρ πάνυ τῶν ὑπευθύνων, ἐπʼ αὐτοφώρῳ κλέπται τῶν δημοσίων χρημάτων ὄντες ἐξελεγχόμενοι, διεφύγγανον ἐκ τῶν δικαστηρίων, εἰκότως· ᾐσχύνοντο γὰρ οἶμαι οἱ δικασταί, εἰ φανήσεται ὁ αὐτὸς ἀνὴρ ἐν τῇ αὐτῇ πόλει, πρώην μέν ποτε ἀναγορευόμενος ἐν τοῖς ἀγῶσιν, ὅτι στεφανοῦται ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης ὑπὸ τοῦ δήμου χρυσῷ στεφάνῳ, ὁ δὲ αὐτὸς ἀνὴρ μικρὸν ἐπισχὼν ἔξεισιν ἐκ τοῦ δικαστηρίου κλοπῆς ἕνεκα τὰς εὐθύνας ὠφληκώς· ὥστε ἠναγκάζοντο τὴν ψῆφον φέρειν οἱ δικασταί, οὐ περὶ τοῦ παρόντος ἀδικήματος, ἀλλʼ ὑπὲρ τῆς αἰσχύνης τοῦ δήμου. κατιδὼν δή τις ταῦτα νομοθέτης τίθησι νόμον καὶ μάλα καλῶς ἔχοντα, διαρρήδην ἀπαγορεύοντα τοὺς ὑπευθύνους μὴ στεφανοῦν.2 καὶ ταῦτα οὕτως εὖ προκατειληφότος τοῦ νομοθέτου, εὕρηνται κρείττονες λόγοι τῶν νόμων, οὓς εἰ μή τις ὑμῖν ἐρεῖ, λήσετε ἐξαπατηθέντες. τούτων γὰρ τῶν τοὺς ὑπευθύνους στεφανούντων παρὰ τοὺς νόμους οἱ μὲν φύσει μέτριοί εἰσιν, εἰ δή τις ἐστὶ μέτριος τῶν τὰ παράνομα γραφόντων, ἀλλʼ οὖν προβάλλονταί γέ τι πρὸ τῆς αἰσχύνης. προσγράφουσι γὰρ πρὸς τὰ ψηφίσματα στεφανοῦν τὸν ὑπεύθυνον ἐπειδὰν λόγον καὶ εὐθύνας τῆς ἀρχῆς δῷ.
因为极多受账人虽被当场查明为盗窃公款之徒,却能从法庭上脱罪逃脱,这也是合乎常理的:我想审判官们感到羞愧,唯恐在同一个城邦中出现这样的景象——同一个男子前不久刚在赛会中被宣布因美德与正义而获人民授予金冠,稍作间隔之后,同一个人却因盗窃罪在审计中被定罪走出法庭;以至于审判官们不得不投下那一票,不是为了眼前的罪行,而是为了掩盖人民的耻辱。 有位立法者洞察到这些弊端,便确立了一部极好的法律,明确禁止给受账公职人员授予冠冕。尽管立法者已经如此妥善地防范于未然,却有人找出了凌驾于法律之上的巧辩之辞,若无人向你们揭露,你们便会不知不觉地受骗。因为在那些违背法律为受账人加冠者当中,有些人天性审慎——如果提出违法提案的人中真有审慎者的话——他们至少还在羞耻面前立起一道屏障;他们在法令案中附加写明:给该受账人加冠“须在其呈交官职账目并接受审计之后”。
καὶ ἡ μὲν πόλις τὸ ἴσον ἀδίκημα ἀδικεῖται· προκαταλαμβάνονται γὰρ ἐπαίνοις καὶ στεφάνοις αἱ εὔθυναι· ὁ δὲ τὸ ψήφισμα γράφων ἐνδείκνυται τοῖς ἀκούουσιν, ὅτι γέγραφε μὲν παράνομα, αἰσχύνεται δὲ ἐφʼ οἷς ἡμάρτηκε. Κτησιφῶν δέ, ὦ ἄνδρες Ἀθηναῖοι, ὑπερπηδήσας τὸν νόμον τὸν περὶ τῶν ὑπευθύνων κείμενον, καὶ τὴν πρόφασιν ἣν ἀρτίως προεῖπον ὑμῖν ἀνελών, πρὶν λόγον πρὶν εὐθύνας δοῦναι γέγραφε μεταξὺ Δημοσθένην ἄρχοντα στεφανοῦν.3
然而城邦遭受的不法侵害是相同的——因为审计已经被赞辞与冠冕预先封堵;但决议案的起草者至少向听众表明,他虽然提出了违法的提案,却为自己的过失感到羞愧。可是,雅典人啊,克特西丰却跨越了关于受账人员所设立的法律,抛弃了我刚才向你们提及的借口,竟在德摩斯梯尼呈交账目之前、接受审计之前,在其任职期间提议为他加冠。
λέξουσι δέ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἕτερόν τινα λόγον ὑπεναντίον τῷ ἀρτίως εἰρημένῳ, ὡς ἄρα, ὅσα τις αἱρετὸς ὢν πράττει κατὰ ψήφισμα, οὐκ ἔστι ταῦτα ἀρχή,4 ἀλλʼ ἐπιμέλειά τις καὶ διακονία· ἀρχὰς δὲ φήσουσιν ἐκείνας εἶναι ἃς οἱ θεσμοθέται ἀποκληροῦσιν ἐν τῷ Θησείῳ, κἀκείνας ἃς ὁ δῆμος χειροτονεῖ ἐν ἀρχαιρεσίαις, στρατηγοὺς καὶ ἱππάρχους καὶ τὰς μετὰ τούτων ἀρχάς, τὰ δʼ ἄλλα πάντα πραγματείας προστεταγμένας κατὰ ψήφισμα.
雅典人啊,他们还会提出另一个与刚才所言针锋相对的辩词,声称凡是通过选举依决议案所履行的职责并非公职,而不过是某种管理与服役;他们会断言,唯有司法执政官在忒修斯神庙中抽签任命的职位,以及人民在选举中举手表决的职位——将军、骑兵长官以及与这些相随的官职——才是公职,而其他所有事务不过是依决议案受命办理的杂务。
- 8οὓς αἰσχυνόμενοι καὶ τῶν ὅρκων οὓς ὠμόσατε, μεμνημένοι καὶ τῶν νόμων
关系代词 οὕς 指代前一句中的全体公民(包括在场与不在场者),作分词 αἰσχυνόμενοι(敬畏/顾及)的宾格直接宾语。其后通过连词 καί 与分词 μεμνημένοι(铭记)所统辖的属格补足语 τῶν ὅρκων 和 τῶν νόμων 相互交错排列。整个并列结构为 [οὓς αἰσχυνόμενοι] 与 [μεμνημένοι τῶν ὅρκων ... καὶ τῶν νόμων],修饰条件从句之后的各主动词祈使句(λύετε, βεβαιοῦτε, κολάζετε)。
- 11διαρρήδην ἀπαγορεύοντα τοὺς ὑπευθύνους μὴ στεφανοῦν
紧随表示禁止的动词(ἀπαγορεύω)之后的补足不定式带有冗余否定词 μή。句意为“明确禁止为受账公职人员加冠”,而非双重否定表示肯定(并非“禁止不加冠”)。
- 12μεταξὺ Δημοσθένην ἄρχοντα στεφανοῦν
副词 μεταξύ 与表示时间的分词 ἄρχοντα 结合,构成习惯表达,意为“在……期间/在执政正当中”(“在德摩斯梯尼仍在任职期间为其加冠”)。无冠词的 ἄρχοντα 作为不定式宾格主语 Δημοσθένην 的表语性分词。
- 13ὡς ἄρα, ὅσα τις αἱρετὸς ὢν πράττει κατὰ ψήφισμα, οὐκ ἔστι ταῦτα ἀρχή
从属连词 ὡς 与带有讽刺、传闻或质疑语气的语气词 ἄρα 连用,用于转述对方的辩解主张(“说什么……据称……”)。关系从句 ὅσα... 由主句中的指示代词 ταῦτα 进行复指,单数表语名词 ἀρχή 则与中性复数主语 ταῦτα 构成判断句。
