- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:1-7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃斯基涅斯谴责演说家们结党营私并破坏公民大会的法定秩序,呼吁审判官通过严格行使违宪法令起诉权来捍卫法律与民主政体。
τὴν μὲν παρασκευὴν ὁρᾶτε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τὴν παράταξιν ὅση γεγένηται, καὶ τὰς κατὰ τὴν ἀγορὰν δεήσεις, αἷς κέχρηνταί τινες ὑπὲρ τοῦ τὰ μέτρια καὶ συνήθη μὴ γίγνεσθαι ἐν τῇ πόλει· ἐγὼ δὲ πεπιστευκὼς ἥκω πρῶτον μὲν τοῖς θεοῖς, ἔπειτα τοῖς νόμοις καὶ ὑμῖν, ἡγούμενος οὐδεμίαν παρασκευὴν μεῖζον ἰσχύειν παρʼ ὑμῖν τῶν νόμων καὶ τῶν δικαίων.
雅典人啊,你们亲眼目睹了他们的准备和结成如此庞大的阵势,以及某些人在广场上进行的种种恳求,意图使合情合理与合乎常规之事不能在城邦中实现。而我出庭,首先是信赖众神,其次是信赖法律与你们,深信在你们面前,没有任何权势准备能够凌驾于法律与正义之上。
ἐβουλόμην μὲν οὖν,1 ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τὴν βουλὴν τοὺς πεντακοσίους καὶ τὰς ἐκκλησίας ὑπὸ τῶν ἐφεστηκότων ὀρθῶς διοικεῖσθαι, καὶ τοὺς νόμους οὓς ἐνομοθέτησεν ὁ Σόλων περὶ τῆς τῶν ῥητόρων εὐκοσμίας ἰσχύειν, ἵνα ἐξῆν πρῶτον μὲν τῷ πρεσβυτάτῳ τῶν πολιτῶν, ὥσπερ οἱ νόμοι προστάττουσι, σωφρόνως ἐπὶ τὸ βῆμα παρελθόντι ἄνευ θορύβου καὶ ταραχῆς ἐξ ἐμπειρίας τὰ βέλτιστα τῇ πόλει συμβουλεύειν, δεύτερον δʼ ἤδη καὶ τῶν ἄλλων πολιτῶν τὸν βουλόμενον καθʼ ἡλικίαν χωρὶς καὶ ἐν μέρει περὶ ἑκάστου γνώμην ἀποφαίνεσθαι· οὕτω γὰρ ἄν μοι δοκεῖ ἥ τε πόλις ἄριστα διοικεῖσθαι, αἵ τε κρίσεις ἐλάχισται γίγνεσθαι.2
雅典人啊,我本希望五百人议事会与公民大会都能在主持者的领导下正常运转,梭伦所立关于演说家秩序的法律亦能发生效力;这样一来,正如法律所规定的那样,首先由年岁最长的公民以审慎的态度走上讲坛,在没有喧哗与骚乱的情况下凭其经验就何为最善之事向城邦提出建议,其次才由其他愿发言的公民按照年龄依次且分别就每一议题发表意见。因为在我看来,唯有如此,城邦才能得到最好的治理,而诉讼也能减至最少。
ἐπειδὴ δὲ πάντα τὰ πρότερον ὡμολογημένα καλῶς ἔχειν νυνὶ καταλέλυται, καὶ γράφουσί τε τινὲς ῥᾳδίως παρανόμους γνώμας, καὶ ταύτας ἕτεροι τινες ἐπιψηφίζουσιν, οὐκ ἐκ τοῦ δικαιοτάτου τρόπου λαχόντες προεδρεύειν, ἀλλʼ ἐκ παρασκευῆς καθεζόμενοι, ἂν δέ τις τῶν ἄλλων βουλευτῶν ὄντως λάχῃ προεδρεύειν, καὶ τὰς ὑμετέρας χειροτονίας ὀρθῶς ἀναγορεύῃ, τοῦτον οἱ τὴν πολιτείαν οὐκέτι κοινήν, ἀλλʼ ἰδίαν αὑτῶν ἡγούμενοι, ἀπειλοῦσιν εἰσαγγελεῖν, καταδουλούμενοι τοὺς ἰδιώτας καὶ δυναστείας ἑαυτοῖς περιποιούμενοι, καὶ τὰς κρίσεις τὰς μὲν ἐκ τῶν νόμων καταλελύκασι, τὰς δʼ ἐκ τῶν ψηφισμάτων μετʼ ὀργῆς κρίνουσιν, σεσίγηται μὲν τὸ κάλλιστον καὶ σωφρονέστατον κήρυγμα τῶν ἐν τῇ πόλει· τίς ἀγορεύειν βούλεται τῶν ὑπὲρ πεντήκοντα ἔτη γεγονότων; καὶ πάλιν ἐν μέρει τῶν ἄλλων Ἀθηναίων. τῆς δὲ τῶν ῥητόρων ἀκοσμίας οὐκέτι κρατεῖν δύνανται οὔθʼ οἱ πρυτάνεις οὔθʼ οἱ πρόεδροι οὔθʼ ἡ προεδρεύουσα φυλή, τὸ δέκατον μέρος τῆς πόλεως.
然而,以往被公认良善的制度如今全被废弃,某些人轻易提出违法的决议案,另一些人则将其付诸表决——他们取得主席职位并非依最正当的途径,而是凭借营私阴谋坐上席位;若其他议员中有人真正抽中担任主席并如实宣布你们的表决结果,那些不再把政体视为公有、反而当作私产的人便威胁要对他提起弹劾,他们奴役平民,为自身牟取专断之权;他们摧毁了依照法律设立的审判,却凭着愤怒审理那些依据临时法令提起的诉讼;城邦中那最美好、最庄重的宣令已被迫噤声: “年逾五十岁者,有谁愿发言?” 随后再依次轮到其余雅典人。对于演说家的放肆无序,无论是常务议员、主席团,还是作为城邦十分之一的主席部落,都已无法加以约束。
τούτων δʼ ἐχόντων οὕτως, καὶ τῶν καιρῶν ὄντων τῇ πόλει τοιούτων ὁποίους τινὰς αὐτοὺς ὑμεῖς ὑπολαμβάνετε εἶναι, ἓν ὑπολείπεται μέρος τῆς πολιτείας, εἴ τι κἀγὼ τυγχάνω γιγνώσκων, αἱ τῶν παρανόμων γραφαί. εἰ δὲ καὶ ταύτας καταλύσετε ἢ τοῖς καταλύουσιν ἐπιτρέψετε, προλέγω ὑμῖν, ὅτι λήσετε κατὰ μικρὸν μικρὸν τῆς πολιτείας τισὶ παραχωρήσαντες.3
既然事态如此,城邦的处境正如你们所意识到的那样,若我也略有所知的话,政体中便只剩下一道防线,那便是违宪法令起诉。如果你们连这一条也予以废弃,或者任由那些破坏它的人胡作非为,我预先警告你们,你们将不知不觉地一点一点将政体拱手让与某些人。
εὖ γὰρ ἴστε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι τρεῖς εἰσὶ πολιτεῖαι παρὰ πᾶσιν ἀνθρώποις, τυραννὶς καὶ ὀλιγαρχία καὶ δημοκρατία· διοικοῦνται δʼ αἱ μὲν τυραννίδες καὶ ὀλιγαρχίαι τοῖς τρόποις τῶν ἐφεστηκότων, αἱ δὲ πόλεις αἱ δημοκρατούμεναι τοῖς νόμοις τοῖς κειμένοις. μηδεὶς οὖν ὑμῶν τοῦτʼ ἀγνοείτω, ἀλλὰ σαφῶς ἕκαστος ἐπιστάσθω, ὅτι ὅταν εἰσίῃ εἰς δικαστήριον γραφὴν παρανόμων δικάσων, ἐν ταύτῃ τῇ ἡμέρᾳ μέλλει τὴν ψῆφον φέρειν περὶ τῆς ἑαυτοῦ παρρησίας. διόπερ καὶ ὁ νομοθέτης τοῦτο πρῶτον ἔταξεν ἐν τῷ τῶν δικαστῶν ὅρκῳ, ψηφιοῦμαι κατὰ τοὺς νόμους, ἐκεῖνό γε εὖ εἰδώς, ὅτι ἂν διατηρηθῶσιν οἱ νόμοι τῇ πόλει, σῴζεται καὶ ἡ δημοκρατία.
雅典人啊,你们当深知,在全人类中共有三种政体:僭主政体、寡头政体和民主政体。僭主政体与寡头政体是依照统治者的性情来治理的,而实行民主的城邦则是依照既定的法律来治理的。因此,你们当中切勿有人忽视这一点,每一个人都应明白:当他走进法庭去审判一起违宪法令案时,他在那一天所投下的一票,关乎他自身的言论自由。正因如此,立法者在审判官的誓词中才首先写明: “我将依法投票,”因为他深知,只要法律在城邦中得以维系,民主政体亦能得以保全。
ἃ χρὴ διαμνημονεύοντας ὑμᾶς μισεῖν4 τοὺς τὰ παράνομα γράφοντας, καὶ μηδὲν ἡγεῖσθαι μικρὸν εἶναι τῶν τοιούτων ἀδικημάτων, ἀλλʼ ἕκαστον ὑπερμέγεθες, καὶ τοῦθʼ ὑμῶν τὸ δίκαιον μηδένα ἐᾶν ἀνθρώπων ἐξαιρεῖσθαι, μήτε τὰς τῶν στρατηγῶν συνηγορίας, οἳ ἐπὶ πολὺν ἤδη χρόνον συνεργοῦντές τισι τῶν ῥητόρων λυμαίνονται τὴν πολιτείαν, μήτε τὰς τῶν ξένων δεήσεις, οὓς ἀναβιβαζόμενοί τινες ἐκφεύγουσιν ἐκ τῶν δικαστηρίων, παράνομον πολιτείαν πολιτευόμενοι· ἀλλʼ ὥσπερ ἂν ὑμῶν ἕκαστος αἰσχυνθείη τὴν τάξιν λιπεῖν ἣν ἂν ταχθῇ ἐν τῷ πολέμῳ, οὕτω καὶ νῦν αἰσχύνθητε ἐκλιπεῖν τὴν τάξιν ἣν τέταχθε ὑπὸ τῶν νόμων φύλακες τῆς δημοκρατίας τήνδε τὴν ἡμέραν.
牢记这些原则,你们应当憎恶提出违宪法令的人,切不可认为此类不法行为中有哪一件是微不足道的,而应视每一件皆关系重大;并且绝不容许任何人剥夺你们的这项权利,无论是将领们的出庭辩护——他们长久以来勾结某些演说家败坏政体——还是外邦人的乞求——某些施行违法政治的人把他们拉上讲坛,从而从法庭脱身。正如你们每个人若在战争中擅离所受命驻守的岗位都会引以为耻一样,如今对于擅离你们今日被法律所任命作为民主守护者的岗位,也当引以为耻。
- 2ἐβουλόμην μὲν οὖν
不带 ἄν 的未完成过去时 ἐβουλόμην 表达对当下不可实现的愿望(“我本希望……[但现实并非如此]”)。其后由 ἵνα ἐξῆν(接过去直说语气而非连接语气)引导的从句与此相应,表示未能实现的目的或结果。
- 2οὕτω γὰρ ἄν μοι δοκεῖ ἥ τε πόλις ἄριστα διοικεῖσθαι, αἵ τε κρίσεις ἐλάχισται γίγνεσθαι
助词 ἄν 并不修饰定式动词 δοκεῖ,而是修饰其带出的不定式 διοικεῖσθαι 和 γίγνεσθαι。这在间接引语中表示非真实条件或潜在语气(对应于直接引语中的 ἄριστʼ ἂν διῳκεῖτο 或 διοικοῖτο)。
- 5λήσετε κατὰ μικρὸν μικρὸν τῆς πολιτείας τισὶ παραχωρήσαντες
λανθάνω 的将来时 λήσετε 与补充分词 παραχωρήσαντες 连用,构成惯用结构,意为“不知不觉地让步”或“在未察觉之中做出让步”。此处用以警告雅典公民将在无意中把政体拱手让人。
- 7ἃ χρὴ διαμνημονεύοντας ὑμᾶς μισεῖν
中性复数宾格关系代词 ἃ 承接前文所述的全部内容(法律与民主的依存关系),作为连接性关系代词使用。无人称动词 χρὴ 所统辖的不定式 μισεῖν,其逻辑主语为宾格的 ὑμᾶς 以及与之同格的分词 διαμνημονεύοντας。
