- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:14-20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃斯基涅斯援引法律指出,所有选举产生的官员及公共工程主管皆为须经审查并受审计的公职人员,以此驳斥德摩斯梯尼以自费捐资为由规避审计的辩解,并阐明城邦中自祭司、战船长直至阿雷奥帕古斯议事会无一例外皆须接受审计。
ἐγὼ δὲ πρὸς τοὺς λόγους τοὺς τούτων νόμον ὑμέτερον παρέξομαι, ὃν ὑμεῖς ἐνομοθετήσατε λύσειν ἡγούμενοι τὰς τοιαύτας προφάσεις, ἐν ᾧ διαρρήδην γέγραπται, τὰς χειροτονητάς, φησίν, ἀρχάς,1 ἁπάσας ἑνὶ περιλαβὼν ὀνόματι, καὶ προσειπὼν ἀρχὰς ἁπάσας εἶναι ἃς ὁ δῆμος χειροτονεῖ, καὶ τοὺς ἐπιστάτας, φησί, τῶν δημοσίων ἔργων· ἔστι δὲ ὁ Δημοσθένης τειχοποιός, ἐπιστάτης τοῦ μεγίστου τῶν ἔργων· καὶ πάντας ὅσοι διαχειρίζουσί τι τῶν τῆς πόλεως πλέον ἢ τριάκονθʼ ἡμέρας, καὶ ὅσοι λαμβάνουσιν ἡγεμονίας δικαστηρίων· οἱ δὲ τῶν ἔργων ἐπιστάται πάντες ἡγεμονίᾳ χρῶνται δικαστηρίου.
然而,针对他们的这些辩词,我将向你们出示一部由你们制定的法律,你们正是认为它能够破除此类借口而通过它的;其中明确写道:“经举手表决产生的各官职,”它说,用一个名称涵盖了所有这些职位,并指明凡由人民举手表决选出者皆为公职;“以及公共工程的主管人员,”它说——而德摩斯梯尼正是一名修墙官,是最大一项工程的主管;“以及凡管理城邦事务超过三十天者,和所有执掌法庭主持权者”——而工程的主管皆行使法庭主持权。
τί τούτους κελεύει ποιεῖν; οὐ διακονεῖν, ἀλλʼ ἄρχειν δοκιμασθέντας ἐν τῷ δικαστηρίῳ, ἐπειδὴ καὶ αἱ κληρωταὶ ἀρχαὶ οὐκ ἀδοκίμαστοι, ἀλλὰ δοκιμασθεῖσαι ἄρχουσι, καὶ λόγον ἐγγράφειν πρὸς τὸν γραμματέα καὶ τοὺς λογιστάς, καθάπερ καὶ τὰς ἄλλας ἀρχάς. ὅτι δὲ ἀληθῆ λέγω, τοὺς νόμους ὑμῖν αὐτοὺς ἀναγνώσεται.
法律命令这些人做什么呢?不是去服役,而是“在法庭通过资格审查之后执掌官职”,因为即便是抽签产生的官职也不是未经审查任职,而是审查合格后方能任职;“并且向书纪官和审计官呈交书面账目”,一如其他官职那样。为证明我所言属实,书纪将为你们宣读法律条文。
Νόμοι ὅταν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ἃς ὁ νομοθέτης ἀρχὰς ὀνομάζει, οὗτοι προσαγορεύωσι πραγματείας καὶ ἐπιμελείας, ὑμέτερον ἔργον ἐστὶν ἀπομνημονεύειν καὶ ἀντιτάττειν τὸν νόμον πρὸς τὴν τούτων ἀναίδειαν, καὶ ὑποβάλλειν αὐτοῖς, ὅτι οὐ προσδέχεσθε κακοῦργον σοφιστήν, οἰόμενον ῥήμασι τοὺς νόμους ἀναιρήσειν, ἀλλʼ ὅσῳ ἄν τις ἄμεινον λέγῃ παράνομα γεγραφώς, τοσούτῳ μείζονος ὀργῆς τεύξεται. χρὴ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ αὐτὸ φθέγγεσθαι τὸν ῥήτορα καὶ τὸν νόμον· ὅταν δὲ ἑτέραν μὲν φωνὴν ἀφιῇ ὁ νόμος, ἑτέραν δὲ ὁ ῥήτωρ, τῷ τοῦ νόμου δικαίῳ χρὴ διδόναι τὴν ψῆφον, οὐ τῇ τοῦ λέγοντος ἀναισχυντίᾳ.
[法律]因此,雅典人啊,每当立法者称之为官职的职位被他们称为杂务和管理职责时,你们的任务就是牢记法律,以法律来抗击他们的厚颜无耻,并向他们指出,你们绝不接纳企图用言辞废除法律的奸诈诡辩家;反而,提出违法动议之人言辞越动听,就越应遭到更大的愤怒。因为,雅典人啊,演说家与法律应当发出同一种声音;而当法律发出的声音与演说家相悖时,你们必须把选票投给法律的正义,而非演说者的不知羞耻。
πρὸς δὲ δὴ τὸν ἄφυκτον λόγον, ὅν φησι Δημοσθένης, βραχέα βούλομαι προειπεῖν. λέξει γὰρ οὗτος· τειχοποιός εἰμι· ὁμολογῶ· ἀλλʼ ἐπιδέδωκα τῇ πόλει μνᾶς ἑκατόν, καὶ τὸ ἔργον μεῖζον ἐξείργασμαι· τίνος οὖν εἰμι ὑπεύθυνος; εἰ μή τις ἐστὶν εὐνοίας εὔθυνα.2 πρὸς δὴ ταύτην τὴν πρόφασιν ἀκούσατέ μου λέγοντος καὶ δίκαια καὶ ὑμῖν συμφέροντα. ἐν γὰρ ταύτῃ πόλει, οὕτως ἀρχαίᾳ οὔσῃ καὶ τηλικαύτῃ τὸ μέγεθος, οὐδείς ἐστιν ἀνυπεύθυνος τῶν καὶ ὁπωσοῦν πρὸς τὰ κοινὰ προσεληλυθότων.
至于德摩斯梯尼声称不可辩驳的那套说法,我想预先讲几句。因为他会说:“我是修墙官,我承认;但我向城邦捐赠了一百明那,并超额完成了工程。既然如此,我还要对什么承担审计责任呢?除非对善意也要进行审计。”针对这一借口,请听我陈述既公正又合乎你们利益的道理。 因为在这座历史如此悠久、规模如此庞大的城邦中,凡以任何方式涉足公共事务的人,没有一个是免于审计的。
διδάξω δʼ ὑμᾶς πρῶτον ἐπὶ τῶν παραδόξων. οἷον τοὺς ἱερέας καὶ τὰς ἱερείας ὑπευθύνους εἶναι κελεύει ὁ νόμος, καὶ συλλήβδην ἅπαντας καὶ χωρὶς ἑκάστους κατὰ σῶμα, τοὺς τὰ γέρα μόνον λαμβάνοντας καὶ τὰς εὐχὰς ὑπὲρ ὑμῶν πρὸς τοὺς θεοὺς εὐχομένους, καὶ οὐ μόνον ἰδίᾳ, ἀλλὰ καὶ κοινῇ τὰ γένη, Εὐμολπίδας καὶ Κήρυκας καὶ τοὺς ἄλλους ἅπαντας.
我首先从令人意想不到的事例讲起。例如,法律命令祭司与女祭司也必须接受审计,无论全体还是按人头个别而言——他们仅仅领取特权报酬,并代表你们向神明祈祷——不仅个人如此,连同优摩尔普斯家族、克吕克斯家族及所有其他氏族全体亦复如此。
πάλιν τοὺς τριηράρχους ὑπευθύνους εἶναι κελεύει ὁ νόμος, οὐ τὰ κοινὰ διαχειρίσαντας,3 οὐδʼ ἀπὸ τῶν ὑμετέρων πολλὰ μὲν ὑφαιρουμένους, βραχέα δὲ κατατιθέντας, οὐδʼ ἐπιδιδόναι μὲν φάσκοντας, ἀποδιδόντας δὲ ὑμῖν τὰ ὑμέτερα, ἀλλʼ ὁμολογουμένως τὰς πατρῴας οὐσίας εἰς τὴν πρὸς ὑμᾶς ἀνηλωκότας φιλοτιμίαν. οὐ τοίνυν μόνοι οἱ τριήραρχοι, ἀλλὰ καὶ τὰ μέγιστα τῶν ἐν τῇ πόλει συνεδρίων ὑπὸ τὴν τῶν δικαστηρίων ἔρχεται ψῆφον.
此外,法律命令三列桨座战船船长们也要接受审计——他们既未掌管公款,亦未从你们的财物中窃取巨额而仅交出少许,更未声称捐献而实则归还你们自身的财产,而是公认为了对你们效忠的名誉而耗尽了祖传家业。 因此,不仅是战船长们,城邦中最高规格的议事机构也要接受法庭选票的裁决。
πρῶτον μὲν γὰρ τὴν βουλὴν τὴν ἐν Ἀρείῳ πάγῳ ἐγγράφειν πρὸς τοὺς λογιστὰς ὁ νόμος κελεύει λόγον καὶ εὐθύνας διδόναι, καὶ τὴν ἐκεῖ σκυθρωπὸν καὶ τῶν μεγίστων κυρίαν ἄγει ὑπὸ τὴν ὑμετέραν ψῆφον. οὐκ ἄρα στεφανωθήσεται ἡ βουλὴ ἡ ἐξ Ἀρείου πάγου; οὐδὲ γὰρ πάτριον αὐτοῖς. οὐκ ἄρα φιλοτιμοῦνται; πάνυ γε, ἀλλʼ οὐκ ἀγαπῶσιν, ἐάν τις παρʼ αὐτοῖς μὴ ἀδικῇ, ἀλλʼ ἐάν τις ἐξαμαρτάνῃ, κολάζουσιν· οἱ δὲ ὑμέτεροι ῥήτορες τρυφῶσι. πάλιν τὴν βουλὴν τοὺς πεντακοσίους ὑπεύθυνον πεποίηκεν ὁ νομοθέτης.
首先,法律命令甚至阿雷奥帕古斯议事会也必须向审计官呈交书面账目并接受审计,并将那座神情威严、掌管最重大事务的机构置于你们选票的管辖之下。“那么阿雷奥帕古斯议事会就不受加冠了吗?”不加,因为他们祖传便无此习俗。“难道他们就不追求荣誉吗?”当然追求,但他们并不满足于内部无人作恶,而是一旦有人犯错,他们便予以惩处。然而你们的演说家却骄奢放肆。立法者同样也使五百人议事会成为受账机构。
- 14τὰς χειροτονητάς, φησίν, ἀρχάς
引用条文中的宾格短语作后文不定式 ἄρχειν 与 ἐγγράφειν 的逻辑主语(宾格加不定式结构)。演说者在引述法条时不断插入自己的评述(如 ἔστι δὲ ὁ Δημοσθένης... 等),使得句子结构拉长,但其骨干依然为:法律命令这些人(τὰς χειροτονητὰς ἀρχάς... καὶ τοὺς ἐπιστάτας...)在通过资格审查后就任公职(ἄρχειν δοκιμασθέντας),并呈交书面账目(καὶ λόγον ἐγγράφειν)。
- 17εἰ μή τις ἐστὶν εὐνοίας εὔθυνα
紧接修辞反问 τίνος οὖν εἰμι ὑπεύθυνος? 之后的除外条件从句。由 εἰ μή(“除非”)引导,反讽性地表达了德摩斯梯尼预期的强辩:“除非城邦要对善意进行审计(否则我绝无受账之理)”。
- 19οὐ τὰ κοινὰ διαχειρίσαντας
修饰前文 τοὺς τριηράρχους 的分词短语,与后接的 οὐδʼ... οὐδʼ... ἀλλʼ... ἀνηλωκότας 构成对比排比。此处分词带有让步/解释色彩,强调三列桨战船长即便未掌管公款、而是耗尽祖产服役,却依然须受审计这一令人惊讶的反差。
