- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:70-76
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃斯基涅斯揭露并控诉德摩斯梯尼:尽管盟友决议提议缔结包含全体希腊人的和平,德摩斯梯尼却霸占讲坛强行推进与腓力的单独和平及同盟,蓄意将色雷斯国王克尔索布勒普特斯排除在誓约之外并出卖其利益,且对马其顿使节极尽谄媚之能事。
καὶ προσέγραψαν ἐξεῖναι τῷ βουλομένῳ τῶν Ἑλλήνων ἐν τρισὶ μησὶν εἰς τὴν αὐτὴν στήλην ἀναγράφεσθαι μετʼ Ἀθηναίων καὶ μετέχειν τῶν ὅρκων καὶ τῶν συνθηκῶν, δύο τὰ μέγιστα προκαταλαμβάνοντες,1 πρῶτον μὲν τὸν χρόνον τὸν τῆς τριμήνου ταῖς τῶν Ἑλλήνων πρεσβείαις ἱκανὸν παραγενέσθαι κατασκευάζοντες, ἔπειτα τὴν τῶν Ἑλλήνων εὔνοιαν τῇ πόλει μετὰ κοινοῦ συνεδρίου κτώμενοι, ἵνʼ εἰ παραβαίνοιντο αἱ συνθῆκαι, μὴ μόνοι μηδʼ ἀπαράσκευοι πολεμήσαιμεν, ὃ νῦν ἡμῖν παθεῖν συνέβη διὰ Δημοσθένην. ὅτι δʼ ἀληθῆ λέγω, ἐξ αὐτοῦ τοῦ δόγματος ἀκούσαντες μαθήσεσθε.
他们还补充了一项条款:任何希腊人若有意愿,均可在三个月内与雅典人一同铭刻在同一石碑上,并参与誓约与条约。他们借此预先确保了两个最大的好处:首先,使三个月的时间足以让希腊各邦的使团赶到;其次,通过共同会议为城邦争取到希腊人的善意,以便倘若条约遭到违背,我们不至于在孤立无援且毫无防备的情况下作战——而这正是如今由于德摩斯梯尼而在我们身上发生的不幸。为了证明我所言非虚,请听取决议本身便会明了。
Δόγμα Συμμάχων τούτῳ τῷ δόγματι συνειπεῖν ὁμολογῶ, καὶ πάντες οἱ ἐν τῇ προτέρᾳ τῶν ἐκκλησιῶν δημηγοροῦντες· καὶ ὁ δῆμος ἀπῆλθε τοιοῦτόν τι ὑπειληφώς, ὡς ἔσται μὲν ἡ εἰρήνη [περὶ δὲ συμμαχίας οὐκ ἄμεινον εἴη διὰ τὴν τῶν Ἑλλήνων παράκλησιν βουλεύσασθαι], ἔσται δὲ κοινῇ μετὰ τῶν Ἑλλήνων ἁπάντων. νὺξ ἐν μέσῳ, καὶ παρῆμεν τῇ ὑστεραίᾳ εἰς τὴν ἐκκλησίαν. ἐνταῦθα δὴ προκαταλαβὼν Δημοσθένης τὸ βῆμα, οὐδενὶ τῶν ἄλλων παραλιπὼν λόγον, οὐδὲν ὄφελος ἔφη τῶν χθὲς εἰρημένων εἶναι λόγων, εἰ ταῦθʼ οἱ Φιλίππου μὴ συμπεισθήσονται πρέσβεις, οὐδὲ γιγνώσκειν ἔφη τὴν εἰρήνην ἀπούσης συμμαχίας.
〔盟友决议〕我承认我曾发言支持这项决议,在第一场公民大会上演说的所有人也皆是如此;民众离场时也是带着这样的理解,即和平将会达成〔鉴于对希腊人发出的呼吁,审议结盟并非良策〕,并且和平将是与全体希腊人共同达成的。度过了一夜之后,我们在次日出席了公民大会。就在此时,德摩斯梯尼抢先占据了演坛,没有给其他人留下任何发言的机会,声称如果腓力的使节不同意这些条件,昨日所说的一切言辞都毫无益处,并且声称没有同盟相随的和平在他看来不可理喻。
οὐ γὰρ ἔφη δεῖν, καὶ γὰρ τὸ ῥῆμα μέμνημαι ὡς εἶπε, διὰ τὴν ἀηδίαν τοῦ λέγοντος ἅμα καὶ τοῦ ὀνόματος, ἀπορρῆξαι τῆς εἰρήνης τὴν συμμαχίαν, οὐδὲ τὰ τῶν Ἑλλήνων ἀναμένειν μελλήματα, ἀλλʼ ἢ πολεμεῖν αὐτούς, ἢ τὴν εἰρήνην ἰδίᾳ ποιεῖσθαι. καὶ τελευτῶν ἐπὶ τὸ βῆμα παρακαλέσας Ἀντίπατρον ἐρώτημά τι ἠρώτα, προειπὼν μὲν ἃ ἐρήσεται, προδιδάξας δὲ ἃ χρὴ κατὰ τῆς πόλεως ἀποκρίνασθαι. καὶ τέλος ταῦτʼ ἐνίκα, τῷ μὲν λόγῳ προσβιασαμένου Δημοσθένους, τὸ δὲ ψήφισμα γράψαντος Φιλοκράτους.
因为他说——我确实还记得他原话所用的词,由于发言者以及那个词本身的令人厌恶——绝不应当将同盟从和平中“撕扯下来”,也不应当坐等希腊人的拖延,而是要么独自作战,要么单独缔结和平。最后,他把安提帕特召唤到讲坛上,向他提出了一个问题,他事先告知了将要提问的内容,并事先指示了应当如何作出不利于城邦的回答。最终,这些主张取得了胜利,德摩斯梯尼以其雄辩强行推进,而菲洛克拉特斯则起草了法令。
ὃ δὲ ἦν ὑπόλοιπον αὐτοῖς, Κερσοβλέπτην καὶ τὸν ἐπὶ Θρᾴκης τόπον ἔκδοτον ποιῆσαι, καὶ τοῦτʼ ἔπραξαν ἕκτῃ φθίνοντος τοῦ Ἐλαφηβολιῶνος, πρὶν ἐπὶ τὴν ὑστέραν ἀπαίρειν πρεσβείαν τὴν ἐπὶ τοὺς ὅρκους Δημοσθένην· ὁ γὰρ μισαλέξανδρος καὶ μισοφίλιππος ἡμῖν οὑτοσὶ ῥήτωρ δὶς ἐπρέσβευσεν εἰς Μακεδονίαν, ἐξὸν μηδὲ ἅπαξ, ὁ νυνὶ κελεύων τῶν Μακεδόνων καταπτύειν. εἰς δὲ τὴν ἐκκλησίαν τὴν τῇ ἕκτῃ προκαθεζόμενος βουλευτὴς ὢν ἐκ παρασκευῆς, ἔκδοτον Κερσοβλέπτην μετὰ Φιλοκράτους ἐποίησε.
对他们而言剩下的另一件事,便是将克尔索布勒普特斯和色雷斯沿海地区拱手交出,而他们也在埃拉斐波利昂月下旬第六天,即德摩斯梯尼启程参加后续的监督宣誓使团之前,将此事付诸实施;我们这位如今号召向马其顿人吐唾沫的、憎恨亚历山大和腓力的演说家,本可以一次都不去,却两次作为使节前往马其顿。而在那第六天主持公民大会的他,作为蓄谋成为的议事会议员,与菲洛克拉特斯一同将克尔索布勒普特斯拱手出卖。
λανθάνει γὰρ ὁ μὲν Φιλοκράτης ἐν ψηφίσματι μετὰ τῶν ἄλλων παρεγγράψας, ὁ δʼ ἐπιψηφίσας, Δημοσθένης,2 ἀποδοῦναι δὲ τοὺς ὅρκους τοῖς πρέσβεσι τοῖς παρὰ Φιλίππου ἐν τῇδε τῇ ἡμέρᾳ τοὺς συνέδρους τῶν συμμάχων. παρὰ δὲ Κερσοβλέπτου σύνεδρος οὐκ ἐκάθητο· γράψας δὲ τοὺς συνεδρεύοντας ὀμνύναι, τὸν Κερσοβλέπτην οὐ συνεδρεύοντα ἐξέκλῃσε τῶν ὅρκων.
因为菲洛克拉特斯暗中将此项与其它条款一同混写进决议中,而德摩斯梯尼则将其交付表决: “盟友的代表们应在当日向来自腓力的使节交付誓约。” 然而克尔索布勒普特斯一方并没有代表在场入席;他通过规定在席者宣誓,便将不在席的克尔索布勒普特斯排除在誓约之外。
ὅτι δʼ ἀληθῆ λέγω, ἀνάγνωθί μοι, τίς ἦν ὁ ταῦτα γράψας, καὶ τίς ὁ ἐπιψηφίσας. Ψήφισμα καλόν, ὦ ἄνδρες Ἀθηναῖοι, καλὸν ἡ τῶν δημοσίων γραμμάτων φυλακή· ἀκίνητον γάρ ἐστι, καὶ οὐ συμμεταπίπτει τοῖς αὐτομολοῦσιν ἐν τῇ πολιτείᾳ, ἀλλʼ ἀπέδωκε τῷ δήμῳ, ὁπόταν βούληται, συνιδεῖν τοὺς πάλαι μὲν πονηρούς, ἐκ μεταβολῆς δʼ ἀξιοῦντας εἶναι χρηστούς.
为了证明我所言非虚,请为我宣读究竟是谁起草了这些内容,又是谁将其交付表决。 〔决议案〕雅典的男士们,保存公文档案真是一件美事;因为它是不可撼动的,不会随着政坛上的背叛者一同变节,而是让民众在任何时候想要看清那些往昔作恶、如今却突然摇身一变自命正派的人时,都能一目了然。
ὑπόλοιπον δʼ ἐστί μοι τὴν κολακείαν διεξελθεῖν. Δημοσθένης γὰρ, ὦ ἄνδρες Ἀθηναῖοι, ἐνιαυτὸν βουλεύσας, οὐδεμίαν πώποτε φανήσεται πρεσβείαν εἰς προεδρίαν καλέσας,3 ἀλλὰ τότε μόνον καὶ πρῶτον· καὶ προσκεφάλαια ἔθηκε, καὶ φοινικίδας περιεπέτασε, καὶ ἅμα τῇ ἡμέρᾳ ἡγεῖτο τοῖς πρέσβεσιν εἰς τὸ θέατρον, ὥστε καὶ συρίττεσθαι διὰ τὴν ἀσχημοσύνην καὶ κολακείαν. καὶ ὅτʼ ἀπῄεσαν, ἐμισθώσατο αὐτοῖς τρία ζεύγη ὀρεικὰ καὶ τοὺς πρέσβεις προὔπεμψεν εἰς Θήβας, καταγέλαστον τὴν πόλιν ποιῶν. ἵνα δʼ ἐπὶ τῆς ὑποθέσεως μείνω, λαβέ μοι τὸ ψήφισμα τὸ περὶ τῆς προεδρίας.
我所剩下来的,是要详细讲述他的逢迎奉承。雅典的男士们,德摩斯梯尼担任了一整年的议事会议员,却从未见他邀请过任何使团入坐荣誉坐席,唯独这一次是破天荒的第一次;他不仅摆设靠垫,铺上紫红色的织锦,更在黎明时分就引领使节们进入剧场,以至于由于这种丑态与谄媚而遭到了众人的嘘声。当他们离去时,他又为他们租用了三对骡车,护送使节前往底比斯,使城邦沦为笑柄。但为了紧扣主题,请为我取出关于荣誉坐席的决议案。
- 70δύο τὰ μέγιστα προκαταλαμβάνοντες
δύο τὰ μέγιστα 作为分词 προκαταλαμβάνοντες 的宾格(同源/直接宾语),带定冠词表示“最重大的两点利益”。随后由 πρῶτον μὲν... ἔπειτα... 引导的两个分词短语(κατασκευάζοντες 与 κτώμενοι)以同格关系具体解释了这两大要点。
- 74λανθάνει γὰρ ὁ μὲν Φιλοκράτης ἐν ψηφίσματι μετὰ τῶν ἄλλων παρεγγράψας, ὁ δʼ ἐπιψηφίσας, Δημοσθένης
动词 λανθάνει 与补充副词性分词 παρεγγράψας 搭配,构成“暗中做某事”的惯用结构。后半句 ὁ δʼ ἐπιψηφίσας, Δημοσθένης 则是对照性的省略结构,承前省略了支配动词 λανθάνει,意为“而德摩斯梯尼则暗中将其交付表决”。
- 76οὐδεμίαν πώποτε φανήσεται πρεσβείαν εἰς προεδρίαν καλέσας
动词 φαίνομαι 与过去时分词 καλέσας 结合的被动人称句式(主语 Demosthenes 与分词为主格一致,而非用非人称的宾格不定式句),表示强烈的客观断定:“事实将表明他从未邀请过任何使团”。
