← 埃斯基涅斯

控告克特西丰

§63-69

单独媾和与排斥盟友克尔索布勒普特斯的图谋

埃斯基涅斯揭露了菲洛克拉特斯与德摩斯梯尼相互勾结,企图抛开希腊同盟单独与腓力媾和结盟并排斥盟友克尔索布勒普特斯的行径,详细陈述了德摩斯梯尼在节日圣日强行召集大会的图谋以及盟友们对此作出的应对决议。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§63

νικᾷ γὰρ ἕτερον ψήφισμα Φιλοκράτης, ἐν ᾧ κελεύει ἑλέσθαι δέκα πρέσβεις, οἵτινες ἀφικόμενοι ὡς Φίλιππον ἀξιώσουσιν αὐτὸν δεῦρο πρέσβεις αὐτοκράτορας ἀποστέλλειν ὑπὲρ εἰρήνης. τούτων εἷς ἦν Δημοσθένης. κἀκεῖθεν ἐπανήκων ἐπαινέτης ἦν τῆς εἰρήνης, καὶ ταὐτὰ τοῖς ἄλλοις πρέσβεσιν ἀπήγγελλε, καὶ μόνος τῶν βουλευτῶν ἔγραψε σπείσασθαι τῷ κήρυκι τῷ ἀπὸ Φιλίππου καὶ τοῖς πρέσβεσιν, ἀκόλουθα γράφων Φιλοκράτει· ὁ μέν γε τὴν ἐξουσίαν δέδωκε τοῦ δεῦρο κήρυκα καὶ πρέσβεις πέμπεσθαι, ὁ δὲ τῇ πρεσβείᾳ σπένδεται.

事实的确如此,菲洛克拉特斯通过了另一项法令,在其中他要求选出十名使节,他们在抵达腓力处后,应要求腓力向这里派遣全权使节商议和平。德摩斯梯尼便是其中之一。他自那里返回后,便成了和平的赞颂者,并向众人作出了与其他使节相同的汇报,而且他是议事会议员中唯一提出与腓力派来的传令官和使节缔结停战协议的人,起草的提案完全附和菲洛克拉特斯;后者赋予了向这里派遣传令官与使节的权力,而前者则与使团达成了停战协定。

§64

τὰ δὲ μετὰ ταῦτα ἤδη μοι σφόδρα προσέχετε τὸν νοῦν. ἐπράττετο γὰρ οὐ πρὸς τοὺς ἄλλους πρέσβεις, τοὺς πολλὰ συκοφαντηθέντας ὕστερον ἐκ μεταβολῆς ὑπὸ Δημοσθένους, ἀλλὰ πρὸς Φιλοκράτην καὶ Δημοσθένην,1 εἰκότως, τοὺς ἅμα μὲν πρεσβεύοντας, ἅμα δὲ τὰ ψηφίσματα γράφοντας, πρῶτον μὲν ὅπως μὴ περιμενεῖτε τοὺς πρέσβεις οὓς ἦτε ἐκπεπομφότες παρακαλοῦντας ἐπὶ Φίλιππον, ἵνα μὴ μετὰ τῶν Ἑλλήνων, ἀλλʼ ἰδίᾳ ποιήσαισθε τὴν εἰρήνην·

对于此后发生的事情,现在请大家务必高度集中注意力。因为幕后的交涉并非针对其他使节——那些后来被德摩斯梯尼改变立场后大加诽谤的人——而是理所当然地针对菲洛克拉特斯与德摩斯梯尼,即那些一边充任使节、一边起草决议案的人。

§65

δεύτερον δʼ ὅπως μὴ μόνον εἰρήνην, ἀλλὰ καὶ συμμαχίαν εἶναι ψηφιεῖσθε πρὸς Φίλιππον, ἵνα, εἴ τινες προσέχοιεν τῷ πλήθει τῷ ὑμετέρῳ, εἰς τὴν ἐσχάτην ἐμπέσοιεν ἀθυμίαν, ὁρῶντες ὑμᾶς αὑτοὺς μὲν παρακαλοῦντας ἐπὶ τὸν πόλεμον, οἴκοι δὲ μὴ μόνον εἰρήνην, ἀλλὰ καὶ συμμαχίαν ἐψηφισμένους ποιεῖσθαι· τρίτον δὲ ὅπως Κερσοβλέπτης ὁ Θρᾴκης βασιλεὺς μὴ ἔσται ἔνορκος, μηδέ μετέσται τῆς συμμαχίας καὶ τῆς εἰρήνης αὐτῷ. παρηγγέλλετο δʼ ἐπʼ αὐτὸν ἤδη στρατεία.

首先,其目的是让你们不要等待你们当时派往希腊各地呼吁共同抗击腓力的使团,以便你们不是与希腊人共同、而是单独缔结和平;其次,其目的是让你们不仅投票赞成和平,而且还投票赞成与腓力结盟,以便倘若有任何人寄望于你们的大众,在看到你们一方面在号召他们投入战争,另一方面却在城邦国内投票不仅要缔结和平而且要结成同盟时,都会陷入极度的沮丧;第三,其目的是使色雷斯国王克尔索布勒普特斯不得列入宣誓名单,使他与这项同盟与和平无份。而当时针对他的军事征讨已然在调动之中。

§66

καὶ ταῦθʼ ὁ μὲν ἐξωνούμενος οὐκ ἠδίκει, πρὸ γὰρ τῶν ὅρκων καὶ τῶν συνθηκῶν ἀνεμέσητον ἦν αὐτῷ πράττειν τὰ συμφέροντα, οἱ δʼ ἀποδόμενοι καὶ κατακοινωνήσαντες τὰ τῆς πόλεως ἰσχυρὰ2 μεγάλης ὀργῆς ἦσαν ἄξιοι. ὁ γὰρ μισαλέξανδρος νυνὶ φάσκων εἶναι, καὶ τότε μισοφίλιππος, Δημοσθένης, ὁ τὴν ξενίαν ἐμοὶ προφέρων τὴν Ἀλεξάνδρου, γράφει ψήφισμα, τοὺς καιροὺς τῆς πόλεως ὑφαιρούμενος, ἐκκλησίαν ποιεῖν τοὺς πρυτάνεις τῇ ὀγδόῃ ἱσταμένου τοῦ Ἐλαφηβολιῶνος μηνός, ὅτʼ ἦν τῷ Ἀσκληπιῷ ἡ θυσία καὶ ὁ προαγών, ἐν τῇ ἱερᾷ ἡμέρᾳ, ὃ πρότερον οὐδεὶς μέμνηται γεγονός, τίνα πρόφασιν ποιησάμενος; ἵνα, φησίν, ἐὰν παρῶσιν ἤδη οἱ Φιλίππου πρέσβεις, βουλεύσηται ὁ δῆμος ὡς τάχιστα περὶ τῶν πρὸς φίλιππον, τοῖς οὔπω παροῦσι πρέσβεσι προκαταλαμβάνων τὴν ἐκκλησίαν, καὶ τοὺς χρόνους ὑμῶν ὑποτεμνόμενος καὶ τὸ πρᾶγμα κατασπεύδων, ἵνα μὴ μετὰ τῶν ἄλλων Ἑλλήνων, ἐπανελθόντων τῶν ὑμετέρων πρέσβεων, ἀλλὰ μόνοι ποιήσησθε τὴν εἰρήνην.

在这件事情上,出资收买的一方并无不当,因为在立誓与缔约之前,追求对自己有利之事是无可厚非的;然而,那些出卖城邦要塞并将其拱手交与外人的人,理应承受极大的愤怒。正是这位声称如今憎恨亚历山大、当时憎恨腓力的德摩斯梯尼,正是这位指责我享有亚历山大宾客关系的德摩斯梯尼,剥夺了城邦的有利时机,起草了一项决议:令普律塔尼斯们在埃拉斐波利昂月初八召集公民大会,而那一天正是向阿斯克勒庇俄斯献祭和举行前奏赛会的圣日,这是一件此前从未有人记得发生过的事情。他是以什么借口来这样做的呢? “为了”,他说,“倘若腓力的使节已经到达,民众能够以最快的速度就对腓力的事务进行审议,”他为尚未到达的使节预先霸占了大会会期,削减了你们的时间并仓促推进此事,正是为了让你们不是在你们的使节返回之后与其他希腊人共同、而是单独缔结和平。

§68

μετὰ ταῦτα, ὦ ἄνδρες Ἀθηναῖοι, ἧκον οἱ φιλίππου πρέσβεις· οἱ δὲ ὑμέτεροι ἀπεδήμουν, παρακαλοῦντες τοὺς Ἕλληνας ἐπὶ Φίλιππον. ἐνταῦθʼ ἕτερον νικᾷ ψήφισμα Δημοσθένης, ἐν ᾧ γράφει μὴ μόνον ὑπὲρ εἰρήνης, ἀλλὰ καὶ περὶ συμμαχίας βουλεύσασθαι, μὴ περιμείναντας τοὺς πρέσβεις τοὺς ὑμετέρους, ἀλλʼ εὐθὺς μετὰ τὰ Διονύσια τὰ ἐν ἄστει, τῇ ὀγδόῃ καὶ ἐνάτῃ ἐπὶ δέκα. ὅτι δʼ ἀληθῆ λέγω, τῶν ψηφισμάτων ἀκούσατε.

在此之后,雅典的男士们,腓力的使节到达了;而你们的使节却依然在外,号召希腊人共同抗击腓力。此时德摩斯梯尼又通过了另一项法令,在其中他提议不应等待你们的使团,而是紧随大狄奥尼西亚节之后,在当月第十八和第十九日,不仅就和平、而且也就同盟进行审议。为了证明我所言非虚,请听取各项决议案。

§69

Ψηφίσματα ἐπειδὴ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, παρεληλύθει τὰ Διονύσια, ἐγίγνοντο δὲ αἱ ἐκκλησίαι, ἐν τῇ προτέρᾳ τῶν ἐκκλησιῶν ἀνεγνώσθη δόγμα κοινὸν τῶν συμμάχων, οὗ τὰ κεφάλαια διὰ βραχέων ἐγὼ προερῶ. πρῶτον μὲν γὰρ ἔγραψαν ὑπὲρ εἰρήνης ὑμᾶς μόνον βουλεύσασθαι, τὸ δὲ τῆς συμμαχίας ὄνομα ὑπερέβησαν, οὐκ ἐπιλελησμένοι, ἀλλὰ καὶ τὴν εἰρήνην ἀναγκαιοτέραν ἢ καλλίω ὑπολαμβάνοντες εἶναι· ἔπειτα ἀπήντησαν ὀρθῶς ἰασόμενοι τὸ Δημοσθένους δωροδόκημα,3

〔决议案〕雅典的男士们,当狄奥尼西亚节过去、公民大会如期举行时,在最初的那场大会上宣读了盟友们的共同决议,其主要条款我将在此简要预先陈述。首先,他们提议你们只就和平进行审议,省去了“同盟”的字眼,这并非出于遗忘,而是因为他们认为就连和平也是迫于必要而非光彩体面;其次,他们恰当地出面应对,以补救德摩斯梯尼因受贿而造成的祸害,

语法注3 条
  1. 64ἐπράττετο γὰρ οὐ πρὸς τοὺς ἄλλους πρέσβεις... ἀλλὰ πρὸς Φιλοκράτην καὶ Δημοσθένην

    动词 ἐπράττετο 为未完成时被动态,作无人称用法表示“(幕后交易/交涉)在进行”。随后并列的三个 ὅπως 从句(πρῶτον μὲν ὅπως... δεύτερον δʼ ὅπως... τρίτον δὲ ὅπως...)后接将来时直陈语气(περιμενεῖτε, ψηφιεῖσθε, ἔσται),充当努力/目的从句,具体陈述了腓力一方与二人之间达成的交涉目标。

  2. 66ἀποδόμενοι καὶ κατακοινωνήσαντες τὰ τῆς πόλεως ἰσχυρά

    分词 κατακοινωνήσαντες 是极为罕见的复合动词,意为“(与对手)瓜分并拱手相让”。宾格短语 τὰ τῆς πόλεως ἰσχυρά(城邦的坚固要塞/强力据点)同时作为 ἀποδόμενοι 与 κατακοινωνήσαντες 两个分词的共同直接宾语。

  3. 69ἀπήντησαν ὀρθῶς ἰασόμενοι τὸ Δημοσθένους δωροδόκημα

    动词 ἀπήντησαν 表示“起而应对/出面干预”。将来时分词 ἰασόμενοι 表示目的(“为了补救/矫正”),以中性名词 τὸ Δημοσθένους δωροδόκημα(德摩斯梯尼受贿所作之提案/害端)为其直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:63-69