← 埃斯基涅斯

控告克特西丰

§56-62

第一时期指控与参与菲洛克拉特斯和约

埃斯基涅斯宣称将在德摩斯梯尼划分的全部四个时期对其进行指控,并着手剖析第一阶段即“菲洛克拉特斯和约”的缔结过程,揭露德摩斯梯尼如何通过贿买进入议事会以全力接应菲洛克拉特斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§56

ἵνʼ οὖν μήθʼ οὗτος ἰσχυρίζηται ὑμεῖς τε προειδῆτε ἐγώ τε ἀποκρίνωμαι, ἐναντίον σοι τῶν δικαστῶν,1 Δημόσθενες, καὶ τῶν ἄλλων πολιτῶν, ὅσοι δὴ ἔξωθεν περιεστᾶσι, καὶ Ἑλλήνων, ὅσοις ἐπιμελὲς γέγονεν ἐπακούειν τῆσδε τῆς κρίσεως· ὁρῶ δὲ οὐκ ὀλίγους παρόντας, ἀλλʼ ὅσους οὐδεὶς πώποτε μέμνηται πρὸς ἀγῶνα δημόσιον παραγενομένους· ἀποκρίνομαι, ὅτι ἁπάντων τῶν τεττάρων καιρῶν κατηγορῶ σου ὅσους διαιρῇ, κἂν ὅ τε θεοὶ θέλωσι καὶ οἱ δικασταὶ ἐξ ἴσου ἡμῶν ἀκούωσι κἀγὼ δύνωμαι ἀπομνημονεῦσαι ἅ σοι σύνοιδα, πάνυ προσδοκῶ ἐπιδείξειν τοῖς δικασταῖς τῆς μὲν σωτηρίας τῇ πόλει τοὺς θεοὺς αἰτίους γεγενημένους καὶ τοὺς φιλανθρώπως καὶ μετρίως τοῖς τῆς πόλεως πράγμασι χρησαμένους, τῶν δὲ ἀτυχημάτων ἁπάντων Δημοσθένην. καὶ χρήσομαι τῇ τοῦ λόγου τάξει ταύτῃ ᾗ τοῦτον πυνθάνομαι μέλλειν, λέξω δὲ πρῶτον περὶ τοῦ πρώτου καιροῦ, καὶ δεύτερον περὶ τοῦ δευτέρου, καὶ τρίτον περὶ τοῦ ἐφεξῆς, καὶ τέταρτον περὶ τῶν νυνὶ καθεστηκότων πραγμάτων. καὶ δὴ ἐπανάγω ἐμαυτὸν ἐπὶ τὴν εἰρήνην ἣν σὺ καὶ Φιλοκράτης ἐγράψατε.

因此,为了使他不至夸口,使你们能预先知晓,并使我得以作答,德摩斯梯尼啊,我当着审判官们、当着围聚在场外的其余公民们、以及当着特意前来旁听这场审判的全体希腊人——我看到在场的人为数不少,甚至是任何人都不记得曾在公职诉讼中出现过的如此之多的人——的面前回答你:你所划分的全部四个时期,我都要对你提出控告。并且,只要神明垂顾,审判官们公正平等地听取我们双方的陈述,且我能够回忆起我所熟知关于你的一切,我便极有把握向审判官们证明:对于城邦而言,神明以及那些仁慈温和地处理城邦事务的人才是拯救的缔造者,而德摩斯梯尼则是一切不幸的祸首。而且我将采用我获悉他打算采用的这一论述顺序:首先谈论第一时期,其次谈论第二时期,第三谈论紧接着的时期,第四谈论当前的局势。那么,我便把自己的论辩拉回到你和菲洛克拉特斯所起草的那项和平条约上来。

§58

ὑμῖν γὰρ ἐξεγένετʼ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν προτέραν ἐκείνην εἰρήνην ποιήσασθαι μετὰ κοινοῦ συνεδρίου τῶν Ἑλλήνων, εἴ τινες ὑμᾶς εἴασαν περιμεῖναι τὰς πρεσβείας ἃς ἦτε ἐκπεπομφότες κατʼ ἐκεῖνον τὸν καιρὸν εἰς τὴν Ἑλλάδα, παρακαλοῦντες ἐπὶ Φίλιππον, καὶ προϊόντος τοῦ χρόνου παρʼ ἑκόντων τῶν Ἑλλήνων ἀπολαβεῖν τὴν ἡγεμονίαν· καὶ τούτων ἀπεστερήθητε διὰ Δημοσθένην καὶ Φιλοκράτην καὶ τὰς τούτων δωροδοκίας, ἃς ἐδωροδόκησαν συστάντες ἐπὶ τὸ δημόσιον τὸ ὑμέτερον.

雅典的男士们,倘若有人允许你们等待你们当时派往希腊各地呼吁共同抗击腓力的使团,那么你们本可以在全体希腊人共同会议的参与下缔结早先的那项和平条约,并在时日推移中经由希腊人心悦诚服地交出而重新收复领导权(霸权);然而,正是由于德摩斯梯尼和菲洛克拉特斯,以及他们联手勾结针对你们的公共利益所收受的贿赂,你们才被剥夺了这些机会。

§59

εἰ δέ τισιν ὑμῶν ἐξαίφνης ἀκούσασιν ἀπιστότερος προσπέπτωκεν ὁ τοιοῦτος λόγος, ἐκείνως τὴν ὑπόλοιπον ποιήσασθε ἀκρόασιν. ὥσπερ ὅταν περὶ χρημάτων ἀνηλωμένων διὰ πολλοῦ χρόνου καθεζώμεθα ἐπὶ τοὺς λογισμούς, ἐρχόμεθα δή που ἐνίοτε ψευδεῖς οἴκοθεν δόξας ἔχοντες· ἀλλʼ ὅμως ἐπειδὰν ὁ λογισμὸς συγκεφαλαιωθῇ, οὐδείς ἐστιν οὕτω δύσκολος τὴν φύσιν, ὅστις οὐκ ἀπέρχεται τοῦτο ὁμολογήσας ἀληθὲς εἶναι, ὅ τι ἂν ὁ λογισμὸς αἱρῇ·

但是,如果你们中有人乍听之下觉得这番言论难以置信,那么请按照以下的方式来听取余下的陈述:正如当我们坐下来对历经长久时期所支出的款项进行核算时,我们有时不免带着来自家中的错误看法而来;然而无论如何,一旦账目汇总完毕,绝没有人会固执到这种地步,以至于在离去时不承认账目核算所得出的结果乃是事实。

§60

οὕτω καὶ νῦν τὴν ἀκρόασιν ποιήσασθε. εἴ τινες ὑμῶν ἐκ τῶν ἔμπροσθεν χρόνων ἥκουσιν οἴκοθεν τοιαύτην ἔχοντες τὴν δόξαν, ὡς ἄρα ὁ Δημοσθένης οὐδὲν πώποτε εἴρηκεν ὑπὲρ Φιλίππου συστὰς μετὰ Φιλοκράτους,—ὅστις οὕτω διάκειται, μήτʼ ἀπογνώτω μηδὲν μήτε καταγνώτω πρὶν ἂν ἀκούσῃ· οὐ γὰρ δίκαιον. ἀλλʼ ἐάν, ἐμοῦ διὰ βραχέων ὑπομιμνῄσκοντος τοὺς καιροὺς καὶ τὰ ψηφίσματα παρεχομένου ἃ μετὰ Φιλοκράτους ἔγραψε Δημοσθένης, αὐτὸς ὁ τῆς ἀληθείας λογισμὸς καταλάβῃ τὸν Δημοσθένην πλείω μὲν γεγραφότα ψηφίσματα Φιλοκράτους τῆς ἐξ ἀρχῆς εἰρήνης καὶ συμμαχίας,2 καθʼ ὑπερβολὴν δὲ αἰσχύνης κεκολακευκότα Φίλιππον καὶ τοὺς παρʼ ἐκείνου πρέσβεις, αἴτιον δὲ γεγονότα τῷ δήμῳ τοῦ μὴ μετὰ κοινοῦ συνεδρίου τῶν Ἑλλήνων ποιήσασθαι τὴν εἰρήνην, ἔκδοτον δὲ πεποιηκότα Φιλίππῳ Κερσοβλέπτην τὸν Θρᾴκης βασιλέα, ἄνδρα φίλον καὶ σύμμαχον τῇ πόλει,—ἐὰν ταῦθʼ ὑμῖν σαφῶς ἐπιδείξω, δεήσομαι ὑμῶν μετρίαν δέησιν· ἐπινεύσατέ μοι πρὸς θεῶν τὸν πρῶτον τῶν τεττάρων καιρῶν μὴ καλῶς αὐτὸν πεπολιτεῦσθαι. λέξω δὲ ὅθεν μάλιστα παρακολουθήσετε.

现在你们也应当如此听取。如果你们中有人从过去的岁月中自家里带来了这样的看法,即德摩斯梯尼绝未曾与菲洛克拉特斯勾结而为腓力说话——凡持有这种心思的人,在听取事实之前,切莫作出无罪判决,亦莫作出有罪判决;因为这并不公正。但是,如果在我简要唤起对各时期的记忆并出示德摩斯梯尼与菲洛克拉特斯共同起草的各项决议案时,真相本身的核算最终查明:在最初的和平与同盟方面,德摩斯梯尼起草的法令竟比菲洛克拉特斯还要多,而且他极度不知羞耻地阿谀奉承腓力及其使节,导致民众未能联合希腊人的共同会议缔结和平,并将城邦之友与盟友色雷斯国王克尔索布勒普特斯拱手交与腓力——如果我向你们清楚地证明了这些,我将向你们提出一个适度的请求:看在神明的份上,请向我首肯赞同,他在四个时期的第一阶段中未能良好地处理国政。那么,我将从最便于你们理解的地方讲起。

§62

ἔγραψε Φιλοκράτης ἐξεῖναι Φιλίππῳ δεῦρο κήρυκα καὶ πρέσβεις πέμπειν περὶ εἰρήνης. τοῦτο τὸ ψήφισμα ἐγράφη παρανόμων. ἧκον οἱ τῆς κρίσεως χρόνοι· κατηγόρει μὲν Λυκῖνος ὁ γραψάμενος, ἀπελογεῖτο δὲ Φιλοκράτης, συναπελογεῖτο δὲ Δημοσθένης· ἀπέφυγε Φιλοκράτης· μετὰ ταῦτα ἐπῄει Θεμιστοκλῆς ἄρχων· ἐνταῦθʼ εἰσέρχεται βουλευτὴς Δημοσθένης, οὔτε λαχὼν οὔτʼ ἐπιλαχών, ἀλλʼ ἐκ παρασκευῆς πριάμενος, ἵνʼ εἰς ὑποδοχὴν ἅπαντα καὶ λέγοι καὶ πράττοι Φιλοκράτει,3 ὡς αὐτὸ ἔδειξε τὸ ἔργον.

菲洛克拉特斯起草提案,允许腓力向这里派遣传令官和使节商议和平。这项法令因违法而遭到起诉。审判的日子到来了:提出起诉的吕基诺斯担任控方,菲洛克拉特斯自我辩护,德摩斯梯尼协助辩护;菲洛克拉特斯被宣告无罪。在此之后,忒弥斯托克勒斯出任执政官。此时德摩斯梯尼进入五百人议事会,他既非经由抽签,亦非作为候补抽中,而是通过预先谋划出资贿买,以便如事实本身所证明的那样,在一切言论与行动上接应并配合菲洛克拉特斯。

语法注3 条
  1. 56ἐναντίον σοι τῶν δικαστῶν

    介词性副词 ἐναντίον 通常支配属格(τῶν δικαστῶν),此处附带了第二人称代词与格 σοι。它起到关涉与格(dative of reference)的作用(“当着你的面/针对你”),与后文的属格并列,形成“当着审判官们以及你的面”的修辞效果。

  2. 60πλείω μὲν γεγραφότα ψηφίσματα Φιλοκράτους τῆς ἐξ ἀρχῆς εἰρήνης καὶ συμμαχίας

    Φιλοκράτους 是比较级 πλείω 所要求的比较属格(“比起菲洛克拉特斯更多的决议案”)。随后的 τῆς ἐξ ἀρχῆς εἰρήνης καὶ συμμαχίας 则是修饰 ψηφίσματα 的内容/关涉属格(“关于最初的和平与同盟的决议案”)。

  3. 62ἵνʼ εἰς ὑποδοχὴν ἅπαντα καὶ λέγοι καὶ πράττοι Φιλοκράτει

    介词短语 εἰς ὑποδοχήν 字面意为“为了承接/接应”。与格 Φιλοκράτει 作为利益与格与整个动词短语相连,表达目的:“以便全面接应并协助菲洛克拉特斯的一切言行”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:56-62