- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:49-55
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃斯基涅斯转向起诉的核心论题,即证明有关德摩斯梯尼功勋的颂词纯属捏造;他在宣布略过对方尽人皆知的私生活劣迹后,预先概述并驳斥德摩斯梯尼试图在申辩中划分的参政四大历史时期。
ἔστι δὲ ὑπόλοιπόν μοι μέρος τῆς κατηγορίας ἐφʼ ᾧ μάλιστα σπουδάζω· τοῦτο δέ ἐστιν ἡ πρόφασις διʼ ἣν αὐτὸν ἀξιοῖ στεφανοῦσθαι. λέγει γὰρ οὕτως ἐν τῷ ψηφίσματι· καὶ τὸν κήρυκα ἀναγορεύειν ἐν τῷ θεάτρῳ πρὸς τοὺς Ἕλληνας, ὅτι στεφανοῖ αὐτὸν ὁ δῆμος ὁ Ἀθηναίων ἀρετῆς ἕνεκα καὶ ἀνδραγαθίας, καὶ τὸ μέγιστον· ὅτι διατελεῖ καὶ λέγων καὶ πράττων τὰ ἄριστα τῷ δήμῳ.
至于起诉中余下的那一部分,乃是我最为重视的:这便是克特西封认为他理应受冠的理由(借口)。因为他在法令中是这样写的: “传令官须在剧场中当着全体希腊人的面宣告:雅典民众因其美德与英勇而为他加冠,”而最要紧的是: “因他始终为民众言说并做最佳之事。”
ἁπλοῦς δὴ παντάπασιν ὁ μετὰ ταῦτα ἡμῖν λόγος γίγνεται, καὶ ὑμῖν ἀκούσασι κρῖναι εὐμαθής· δεῖ γὰρ δή που τὸν μὲν κατηγοροῦντα ἐμὲ τοῦθʼ ὑμῖν ἐπιδεικνύναι, ὡς εἰσὶν οἱ κατὰ Δημοσθένους ἔπαινοι ψευδεῖς, καὶ ὡς οὔτʼ ἤρξατο λέγειν τὰ βέλτιστα, οὔτε νῦν διατελεῖ πράττων τὰ συμφέροντα τῷ δήμῳ. κἂν τοῦτʼ ἐπιδείξω, δικαίως δή που τὴν γραφὴν ἁλώσεται Κτησιφῶν· ἅπαντες γὰρ ἀπαγορεύουσιν οἱ νόμοι μηδένα ψευδῆ γράμματα ἐγγράφειν ἐν τοῖς δημοσίοις ψηφίσμασι. τῷ δʼ ἀπολογουμένῳ τοὐναντίον τούτου δεικτέον ἐστίν. ὑμεῖς δʼ ἡμῖν ἔσεσθε τῶν λόγων κριταί.
因此,我们接下来的论说便完全变得简单明了,对你们听众而言也极易判明。因为我作为起诉人,理当向你们证明:针对德摩斯梯尼的颂词全然是虚妄的,他既未曾开始言说至善之事,如今亦未曾 始终做着有利于民众之事。 如果我证明了这一点,克特西封理应被判此起诉罪名成立;因为所有的法律都禁止任何人在公共法令中写入虚伪的字句。而被告一方则必须证明与此相反之事。你们将是我们双方论辩的裁判者。
ἔχει δʼ οὕτως. ἐγὼ τὸν μὲν ἴδιον βίον τὸν Δημοσθένους ἐξετάζειν μακροτέρου λόγου ἔργον ἡγοῦμαι. τί γὰρ δεῖ νῦν ταῦτα λέγειν, ἢ τὰ περὶ τὴν τοῦ τραύματος γραφὴν αὐτῷ συμβεβηκότα, ὅτʼ ἐγράψατο εἰς Ἄρειον πάγον Δημομέλην τὸν Παιανιέα, ἀνεψιὸν ὄντα ἑαυτῷ, καὶ τὴν τῆς κεφαλῆς ἐπιτομήν· ἢ τὰ περὶ τὴν Κηφισοδότου στρατηγίαν καὶ τὸν τῶν νεῶν ἔκπλουν τὸν εἰς Ἑλλήσποντον, ὅτε εἷς ὢν τῶν τριηράρχων Δημοσθένης, καὶ περιάγων τὸν στρατηγὸν ἐπὶ τῆς νεώς, καὶ συσσιτῶν καὶ συνθύων καὶ συσπένδων, τούτων ἀξιωθεὶς διὰ τὸ πατρικὸς αὐτῷ φίλος εἶναι, οὐκ ὤκνησεν ἀπʼ εἰσαγγελίας αὐτοῦ κρινομένου περὶ θανάτου1 κατήγορος γενέσθαι· καὶ ταῦτα δὴ τὰ περὶ Μειδίαν καὶ τοὺς κονδύλους, οὓς ἔλαβεν ἐν τῇ ὀρχήστρᾳ χορηγὸς ὤν, καὶ ὡς ἀπέδοτο τριάκοντα μνῶν ἅμα τήν τε εἰς αὑτὸν ὕβριν καὶ τὴν τοῦ δήμου καταχειροτονίαν, ἣν ἐν Διονύσου κατεχειροτόνησε Μειδίου.
事情的情形是这样的。我认为审视德摩斯梯尼的个人私生活乃是更为冗长演说的任务。因为如今何必提及那些事呢?无论是关于伤人起诉发生在他身上的事——当时他向战神山议事会起诉自己的堂兄派阿尼亚区的德摩墨勒斯,以及他头上的伤口;抑或是关于凯菲索多托斯任将军职以及舰队开往赫勒斯滂出航的事——当时德摩斯梯尼身为三列桨座战船船长之一,载着将军在船上巡航,与他同席共餐、共祭牺牲并共奠祭酒,因与他是世交之友而获此优待,却在将军因弹劾案而面临死刑审判时,毫不迟疑地成为控告他的人;又何必提及关于迈狄阿斯以及德摩斯梯尼在管弦乐池担任戏剧赞助人时所受的拳打之事,以及他如何以三十明那的代价,将针对自己的侮辱以及民众在狄奥尼索斯剧场对迈狄阿斯所作的谴责决议一并出卖?
ταῦτα μὲν οὖν μοι δοκῶ καὶ τἆλλα τὰ τούτοις ὅμοια ὑπερβήσεσθαι, οὐ προδιδοὺς ὑμᾶς οὐδὲ τὸν ἀγῶνα καταχαριζόμενος, ἀλλʼ ἐκεῖνο φοβούμενος, μή μοι παρʼ ὑμῶν ἀπαντήσῃ τὸ δοκεῖν ἀληθῆ μὲν λέγειν, ἀρχαῖα δὲ καὶ λίαν ὁμολογούμενα.2 καίτοι, ὦ Κτησιφῶν, ὅτῳ τὰ μέγιστα τῶν αἰσχρῶν οὕτως ἐστὶ πιστὰ καὶ γνώριμα τοῖς ἀκούουσιν, ὥστε τὸν κατήγορον μὴ δοκεῖν ψευδῆ λέγειν, ἀλλὰ παλαιὰ καὶ λίαν προωμολογημένα, πότερα αὐτὸν δεῖ χρυσῷ στεφάνῳ στεφανωθῆναι, ἢ ψέγεσθαι; καὶ σὲ τὸν ψευδῆ καὶ παράνομα τολμῶντα γράφειν πότερα χρὴ καταφρονεῖν τῶν δικαστηρίων, ἢ δίκην τῇ πόλει δοῦναι;
因此,我打算略过这些事以及其他类似之事,这并非背叛你们,亦非放弃诉讼,而是出于这一顾虑:惟恐从你们那里迎面对我产生一种印象,即我所言固然属实,却尽是陈腐而又过于公认之事。然而,克特西封啊,如果一个人的奇耻大辱在听众心中如此确凿已知,以至于起诉人看起来并非在说谎,而是在陈述古老且早已无可争议之事,那么这样的人究竟应当被授予金冠,还是受到谴责?而你这胆敢草拟虚假违法提案之人,究竟应当蔑视法庭,还是向城邦服罪?
περὶ δὲ τῶν δημοσίων ἀδικημάτων πειράσομαι σαφέστερον εἰπεῖν. καὶ γὰρ πυνθάνομαι μέλλειν Δημοσθένην, ἐπειδὰν αὐτοῖς ὁ λόγος ἀποδοθῇ, καταριθμεῖσθαι πρὸς ὑμᾶς, ὡς ἄρα τῇ πόλει τέτταρες ἤδη γεγένηνται καιροί, ἐν οἷς αὐτὸς πεπολίτευται. ὧν ἕνα μὲν καὶ πρῶτον, ὡς ἔγωγε ἀκούω, καταλογίζεται ἐκεῖνον τὸν χρόνον3 ἐν ᾧ πρὸς Φίλιππον ὑπὲρ Ἀμφιπόλεως ἐπολεμοῦμεν· τοῦτον δʼ ἀφορίζεται τῇ γενομένῃ εἰρήνῃ καὶ συμμαχίᾳ ἣν Φιλοκράτης ὁ Ἁγνούσιος ἔγραψε καὶ αὐτὸς οὗτος μετʼ ἐκείνου, ὡς ἐγὼ δείξω.
至于他的公共罪行,我将尽力讲得更为明白。因为我获悉,德摩斯梯尼在他们获得发言权后,打算向你们罗列:在城邦之中,他参与国政的时期至今已有四个阶段。据我所闻,他将其中第一个阶段算作我们为安菲波利斯同腓力作战的那段时期;他将这一时期的终点界定于和平与同盟条约的缔结,而正如我将证明的,这项条约是阿格努斯区的菲洛克拉特斯草拟的,且正是此人自己与菲洛克拉特斯一同草拟的。
δεύτερον δέ φησι καιρὸν γενέσθαι, ὃν ἤγομεν χρόνον τὴν εἰρήνην, δηλονότι μέχρι τῆς ἡμέρας ἐκείνης ἐν ᾗ καταλύσας τὴν ὑπάρχουσαν εἰρήνην τῇ πόλει, ὁ αὐτὸς οὗτος ῥήτωρ ἔγραψε τὸν πόλεμον· τρίτον δὲ ὃν ἐπολεμοῦμεν χρόνον μέχρι τῶν ἐν Χαιρωνείᾳ, τέταρτον δὲ τὸν νῦν παρόντα καιρόν. ταῦτα δὲ καταριθμησάμενος, ὡς ἀκούω, μέλλει με παρακαλεῖν καὶ ἐπερωτᾶν, ὁποίου τούτων τῶν τεττάρων αὐτοῦ καιρῶν κατηγορῶ, καὶ πότε αὐτὸν οὐ τὰ βέλτιστά φημι τῷ δήμῳ πεπολιτεῦσθαι· κἂν μὴ θέλω ἀποκρίνασθαι, ἀλλʼ ἐγκαλύπτωμαι καὶ ἀποδιδράσκω, ἐκκαλύψειν μέ φησι προσελθὼν καὶ ἄξειν ἐπὶ τὸ βῆμα καὶ ἀναγκάσειν ἀποκρίνασθαι.
他说第二阶段是我们享有和平的那段时期,显而易见,直至这位演说家自己废除了城邦现存的和平而起草宣战决议的那一天为止;第三阶段是我们交战直至喀罗尼亚战役的那段时期;第四阶段则是眼下的时期。据我所闻,他在罗列了这些之后,打算传唤我并质问:我指控的是他这四个阶段中的哪一个阶段,我又断言他在何时未能为民众推行最佳政策;而如果我不愿回答,遮掩面孔企图逃避,他声称将走上前揭开我的面罩,将我拉上讲台并强迫我作答。
- 52ἀπʼ εἰσαγγελίας αὐτοῦ κρινομένου περὶ θανάτου
αὐτοῦ κρινομένου 为属格绝对结构(逻辑主语是凯菲索多托斯)。介词短语 ἀπʼ εἰσαγγελίας 表示诉讼的依据或程序(“依弹劾程序 / 基于弹劾案”),περὶ θανάτου 则表明诉讼涉及的刑罚范围(“面临死刑判决”)。
- 53τὸ δοκεῖν ἀληθῆ μὲν λέγειν, ἀρχαῖα δὲ καὶ λίαν ὁμολογούμενα
带定冠词不定词短语 τὸ δοκεῖν ... 在 μή 引导的惧怕从句中作虚拟式动词 ἀπαντήσῃ 的主语。δοκεῖν 支配不定词 λέγειν 作为补足成分(其主语即演说者自身,承前省略),ἀληθῆ 与 ἀρχαῖα δὲ καὶ λίαν ὁμολογούμενα 作 λέγειν 的宾语,意为“(陈述的事)虽属真实,却陈旧且过于公认”。
- 54ὧν ἕνα μὲν καὶ πρῶτον, ὡς ἔγωγε ἀκούω, καταλογίζεται ἐκεῖνον τὸν χρόνον
关系代词 ὧν 是部分属格,先行词为前句的 καιροί,依存于 ἕνα καὶ πρῶτον。句式骨架构成双重宾格结构:καταλογίζεται ἐκεῖνον τὸν χρόνον [宾语补足语: ἕνα καὶ πρῶτον] ὧν,意为“把那个时期算作这些时期中的第一个”。
