← 埃斯基涅斯

控告克特西丰

§43-48

剧场宣告限制之立法原意与例外条款

埃斯基涅斯论证指出,设立剧场宣告之法律旨在防止因部落、村区、私自释奴及外邦授冠对剧场造成的混乱,绝非针对民众所授予的冠冕。他以剧场宣告的金冠须奉献给雅典娜的规定为据,证明例外条款仅适用于外邦冠冕,从而驳斥了辩方的法律曲解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§43

ἐκ δὲ τούτου τοῦ τρόπου συνέβαινε τοὺς μὲν θεατὰς καὶ τοὺς χορηγοὺς καὶ τοὺς ἀγωνιστὰς ἐνοχλεῖσθαι, τοὺς δὲ ἀνακηρυττομένους ἐν τῷ θεάτρῳ μείζοσι τιμαῖς τιμᾶσθαι τῶν ὑπὸ τοῦ δήμου στεφανουμένων. τοῖς μὲν γὰρ ἀπεδέδεικτο τόπος ἡ ἐκκλησία, ἐν ᾗ χρῆν στεφανοῦσθαι, καὶ ἀπείρητο ἄλλοθι μηδαμοῦ κηρύττεσθαι· οἱ δὲ ἀνηγορεύοντο ἐναντίον ἁπάντων τῶν Ἑλλήνων· κἀκεῖνοι μὲν μετὰ ψηφίσματος, πείσαντες ὑμᾶς, οὗτοι δʼ ἄνευ ψηφίσματος.

这种做法的结果便是,观众、戏剧赞助人(编导)以及竞技表演者受到骚扰,而在剧场中受到宣告的人所获的荣誉,竟反倒大于受到民众加冠的人。因为对后者而言,公民大会已被指定为应当受冠的场所,且明令禁止在其他任何地方进行宣告;而前者却是在全体希腊人面前被宣告,且后者是通过决议并在说服了你们之后,前者却根本未经任何决议。

§44

συνιδὼν δή τις ταῦτα νομοθέτης, τίθησι νόμον οὐδὲν ἐπικοινωνοῦντα τῷ περὶ τῶν ὑπὸ τοῦ δήμου στεφανουμένων νόμῳ, οὔτε λύσας ἐκεῖνον· οὐδὲ γὰρ ἡ ἐκκλησία ἠνωχλεῖτο, ἀλλὰ τὸ θέατρον· οὔτʼ ἐναντίον τοῖς πρότερον κειμένοις νόμοις τιθείς· οὐ γὰρ ἔξεστιν· ἀλλὰ περὶ τῶν ἄνευ ψηφίσματος ὑμετέρου στεφανουμένων ὑπὸ τῶν φυλετῶν καὶ δημοτῶν, καὶ περὶ τῶν τοὺς οἰκέτας ἀπελευθερούντων, καὶ περὶ τῶν ξενικῶν στεφάνων, καὶ διαρρήδην ἀπαγορεύει μήτʼ οἰκέτην ἀπελευθεροῦν ἐν τῷ θεάτρῳ, μήθʼ ὑπὸ τῶν φυλετῶν ἢ δημοτῶν ἀναγορεύεσθαι στεφανούμενον, μήθʼ ὑπʼ ἄλλου, φησί, μηδενός, ἢ ἄτιμον εἶναι τὸν κήρυκα.

于是,某位立法者洞察到了这些弊端,便制定了一条与关于受民众加冠者的法律毫无干涉的法律,既没有废除原先那条法律——因为受到骚扰的并非公民大会,而是剧场——也没有制定与先前既定法律相抵触的条文——因为那是不被允许的——而是专门针对未经你们决议而受到部落人和村区人加冠者、释放家奴者以及外邦冠冕设立法规;他明文禁止在剧场释放家奴,也禁止宣告受到部落人或村区人加冠,“也不得受任何其他人,”法律说道,“加冠宣告,否则传令官将被剥夺公民权。”

§45

ὅταν οὖν ἀποδείξῃ τοῖς μὲν ὑπὸ τῆς βουλῆς στεφανουμένοις τὸ βουλευτήριον ἀναρρηθῆναι, τοῖς δʼ ὑπὸ τοῦ δήμου τὴν ἐκκλησίαν, τοῖς δʼ ὑπὸ τῶν δημοτῶν καὶ φυλετῶν ἀπείπῃ μὴ κηρύττεσθαι τοῖς τραγῳδοῖς, ἵνα μηδεὶς ἐρανίζων στεφάνους καὶ κηρύγματα ψευδῆ φιλοτιμίαν κτᾶται, προσαπείπῃ δʼ ἐν τῷ νόμῳ μηδʼ ὑπὸ ἄλλου μηδενὸς ἀνακηρύττεσθαι, ἀπούσης βουλῆς καὶ δήμου καὶ φυλετῶν καὶ δημοτῶν,—ὅταν δέ τις ταῦτα ἀφέλῃ, τί τὸ καταλειπόμενόν ἐστι πλὴν οἱ ξενικοὶ στέφανοι;

因此,当立法者为受议事会加冠者指定在议事厅宣告,为受民众加冠者指定在公民大会宣告,而禁止受村区人和部落人加冠者在悲剧演出时宣告——免得有人通过到处讨要冠冕和宣告来谋取虚名——并在法律中进一步禁止由任何其他人进行宣告,排除了议事会、民众、部落人和村区人——当人们扣除这些之后,除了外邦冠冕,还剩下什么呢?

§46

ὅτι δʼ ἀληθῆ λέγω, σημεῖον ὑμῖν μέγα τούτου ἐξ αὐτῶν τῶν νόμων ἐπιδείξω. αὐτὸν γὰρ τὸν χρυσοῦν στέφανον, ὃς ἂν ἐν τῷ θεάτρῳ τῷ ἐν ἄστει ἀναρρηθῇ, ἱερὸν εἶναι τῆς Ἀθηνᾶς ὁ νόμος κελεύει, ἀφελόμενος τὸν στεφανούμενον.1 καίτοι τίς ἂν ὑμῶν τολμήσειε τοσαύτην ἀνελευθερίαν καταγνῶναι τοῦ δήμου τοῦ Ἀθηναίων; μὴ γὰρ ὅτι πόλις, ἀλλʼ οὐδʼ ἂν ἰδιώτης οὐδὲ εἷς οὕτως ἀγεννὴς γένοιτο,2 ὥστε ὃν αὐτὸς ἔδωκε στέφανον ἅμα ἀνακηρύττειν καὶ ἀφαιρεῖσθαι. ἀλλʼ οἶμαι διὰ τὸ ξενικὸν εἶναι τὸν στέφανον καὶ ἡ καθιέρωσις γίγνεται, ἵνα μηδεὶς ἀλλοτρίαν εὔνοιαν περὶ πλείονος ποιούμενος τῆς πατρίδος χείρων γένηται τὴν ψυχήν.

我所言属实,我将从法律本身向你们出示一个强有力的证据。因为法律规定,凡是在城内剧场宣告的金冠,都要从受冠者手中收走,奉献给雅典娜女神作为圣物。然而,你们当中有谁敢指责雅典民众如此鄙陋吝啬呢?且不说一个城邦,即便是任何一个私人,也绝不至于卑劣到将自己授予的冠冕一边予以宣告一边又夺回的程度。依我看,正是因为那是外邦的冠冕,才须予以奉纳,免得有人将异邦的恩惠置于祖国之上而在心灵上堕落变质。

§47

ἀλλʼ οὐκ ἐκεῖνον τὸν ἐν τῇ ἐκκλησίᾳ ἀναρρηθέντα στέφανον οὐδεὶς καθιεροῖ, ἀλλʼ ἔξεστι κεκτῆσθαι, ἵνα μὴ μόνον αὐτός, ἀλλὰ καὶ οἱ ἐξ ἐκείνου, ἔχοντες ἐν τῇ οἰκίᾳ τὸ ὑπόμνημα, μηδέποτε κακοὶ τὴν ψυχὴν εἰς τὸν δῆμον γίγνωνται. καὶ διὰ τοῦτο προσέθηκεν ὁ νομοθέτης μὴ κηρύττεσθαι τὸν ἀλλότριον στέφανον ἐν τῷ θεάτρῳ, ἐὰν μὴ ψηφίσηται ὁ δῆμος, ἵνʼ ἡ πόλις ἡ βουλομένη τινὰ τῶν ὑμετέρων στεφανοῦν πρέσβεις πέμψασα δεηθῇ τοῦ δήμου, καὶ ὁ κηρυττόμενος μείζω χάριν εἰδῇ τῶν στεφανούντων ὑμῖν, ὅτι κηρύξαι ἐπετρέψατε. ὅτι δʼ ἀληθῆ λέγω, τῶν νόμων αὐτῶν ἀκούσατε.

相反,绝无人会将那顶在公民大会上宣告的冠冕奉纳为圣物,而是准予永久持有,以便不仅是他本人,就连他的子孙后代将这纪念之物保留在宅中,也永不对民众怀有恶念。正因如此,立法者才补充规定,外邦冠冕不得在剧场宣告,“除非民众表决同意”,其目的在于让有意为你们同胞加冠的城邦派遣使节恳求民众,并让受宣告者由于你们准许宣告,而对你们比对加冠者怀有更大的感激之情。为证明我所言属实,请听法律本身。

§48

Νόμοι ἐπειδὰν τοίνυν ἐξαπατῶντες ὑμᾶς λέγωσιν ὡς προσγέγραπται ἐν τῷ νόμῳ ἐξεῖναι στεφανοῦν, ἐὰν ψηφίσηται ὁ δῆμος, ἀπομνημονεύετε αὐτοῖς ὑποβάλλειν· ναί, εἴ γε σέ τις ἄλλη πόλις στεφανοῖ· εἰ δὲ ὁ δῆμος ὁ Ἀθηναίων, ἀποδέδεικταί σοι τόπος ὅπου δεῖ τοῦτο γίγνεσθαι, ἀπείρηταί σοι ἔξω τῆς ἐκκλησίας μὴ κηρύττεσθαι.3 τὸ γὰρ ἄλλοθι δὲ μηδαμοῦ ὅ τι ἐστίν, ὅλην τὴν ἡμέραν λέγε· οὐ γὰρ ἀποδείξεις ὡς ἔννομα γέγραφεν.

[法律]因此,每当他们企图欺骗你们,声称法律中附带有“只要民众表决通过”便准予加冠的条款时,请务必记住反驳他们:“是的,如果是某个其他城邦为你加冠,确是如此;但如果是雅典民众加冠,必须举行此事的地点早已为你指定,且严禁你在公民大会之外宣告。”至于“在其他任何地方绝不可”究竟是何含义,你尽管说上一整天吧;因为你绝无法证明他的起草是合法的。

语法注3 条
  1. 46ἀφελόμενος τὸν στεφανούμενον

    动词 ἀφαιρέω(剥夺/收走)通常接表示人(被剥夺者)和表示物(被剥夺物)的双宾格。在此处,物(τὸν χρυσοῦν στέφανον)承接前文语境,分词 ἀφελόμενος 直接支配表示人的宾格 τὸν στεφανούμενον。

  2. 46μὴ γὰρ ὅτι πόλις, ἀλλʼ οὐδʼ ἂν ἰδιώτης οὐδὲ εἷς οὕτως ἀγεννὴς γένοιτο

    成语性省略结构 μὴ ὅτι(相当于 μὴ εἴπω ὅτι,拉丁语 nedum)意为“且不说……”、“更不用说……”,与后文的 ἀλλʼ οὐδέ(“甚至不……”)相呼应。主句采用 ἄν 搭配希求法 γένοιτο 表示潜在可能。

  3. 48ἀπείρηταί σοι ἔξω τῆς ἐκκλησίας μὴ κηρύττεσθαι

    在表示禁止、阻碍的动词(ἀπείρηται)之后,不定式 κηρύττεσθαι 前带有冗余否定词 μή(redundant negative)。这并不构成双重否定使其变为肯定,而是希腊语在禁止动词后的标准句式,表示“在公民大会之外进行宣告”这一行为被禁止。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:43-48