← 埃斯基涅斯

控告克特西丰

§35-42

驳斥剧场宣告相抵触法律与立法规制渊源

埃斯基涅斯预先揭穿对方将搬出狄奥尼索斯节法律以辩解剧场宣告合法的诡计,指出雅典体制通过司法执政官审查绝不可能容许相抵触的双重法律并存,并开始解释剧场宣告法律最初为制止滥用而设立的渊源。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§35

οὕτω τοίνυν περιφανῶς παράνομα γεγραφώς, παραταχθεὶς μετὰ Δημοσθένους ἐποίσει τέχνας τοῖς νόμοις· ἃς ἐγὼ δηλώσω καὶ προερῶ ὑμῖν, ἵνα μὴ λάθητε ἐξαπατηθέντες. οὗτοι γάρ, ὡς μὲν οὐκ ἀπαγορεύουσιν οἱ νόμοι τὸν ὑπὸ τοῦ δήμου στεφανούμενον μὴ κηρύττειν ἔξω τῆς ἐκκλησίας,1 οὐχ ἕξουσι λέγειν, οἴσουσι δὲ εἰς τὴν ἀπολογίαν τὸν Διονυσιακὸν νόμον, καὶ χρήσονται τοῦ νόμου μέρει τινὶ κλέπτοντες τὴν ἀκρόασιν ὑμῶν, καὶ παρέξονται νόμον οὐδὲν προσήκοντα τῇδε τῇ γραφῇ, καὶ λέξουσιν ὡς εἰσὶ τῇ πόλει δύο νόμοι κείμενοι περὶ τῶν κηρυγμάτων, εἷς μέν, ὃν νῦν ἐγὼ παρέχομαι, διαρρήδην ἀπαγορεύων τὸν ὑπὸ τοῦ δήμου στεφανούμενον μὴ κηρύττεσθαι ἔξω τῆς ἐκκλησίας, ἕτερον δʼ εἶναι νόμον φήσουσιν ἐναντίον τούτῳ, τὸν δεδωκότα ἐξουσίαν ποιεῖσθαι τὴν ἀνάρρησιν τοῦ στεφάνου τραγῳδοῖς ἐν τῷ θεάτρῳ, ἐὰν ψηφίσηται ὁ δῆμος· κατὰ δὴ τοῦτον τὸν νόμον φήσουσι γεγραφέναι τὸν Κτησιφῶντα.

被告起草了如此公然违法的决议案,如今又与德摩斯梯尼结为同阵,必将对法律施展诡计。我将向你们揭露并预先指出这些诡计,免得你们受骗而不自知。 因为他们绝不可能辩称法律并未禁止在公民大会之外宣告受民众加冠之人;他们反而在辩护中会搬出关于狄奥尼索斯节的法律,趁你们不备而利用该法律的某一片段,并出示一条与本起公诉毫无干系的法律,声称城邦在加冠宣告方面立有两条法律:一条正是我如今所出示的、明文禁止在公民大会之外宣告受民众加冠之人的法律;而另一条与此相对立的法律,他们会宣称赋予了在剧场上演悲剧时公开宣告加冠的权力,“只要民众表决通过”。他们定会声称,克特西丰正是依照这后一条法律起草决议的。

§37

ἐγὼ δὲ πρὸς τὰς τούτων τέχνας παρέξομαι συνηγόρους τοὺς νόμους τοὺς ὑμετέρους, ὅπερ διατελῶ σπουδάζων παρὰ πᾶσαν τὴν κατηγορίαν. εἰ γὰρ τοῦτό ἐστιν ἀληθές, καὶ τοιοῦτον ἔθος παραδέδυκεν ὑμῶν εἰς τὴν πολιτείαν, ὥστʼ ἀκύρους νόμους ἐν τοῖς κυρίοις ἀναγεγράφθαι, καὶ δύο περὶ μιᾶς πράξεως ὑπεναντίους ἀλλήλοις, τί ἂν ἔτι ταύτην εἴποι τις εἶναι πολιτείαν, ἐν ᾗ ταὐτὰ προστάττουσιν οἱ νόμοι ποιεῖν καὶ μὴ ποιεῖν;

然而,面对他们的诡计,我将出示你们自己的法律作为支持我的辩护人——这正是我在整场指控中始终如一所竭力做到的。因为如果这是真的,如果这种陋习已经悄悄渗入你们的政体,以至于失效的法律被镌刻在现行法律之中,针对同一项行为存在两条截然相反的法律,那么,在这样一个法律既命令做同一件事又命令不做同一件事的体制下,人们何以还能称其为政体呢?

§38

ἀλλʼ οὐκ ἔχει ταῦθʼ οὕτως· μήθʼ ὑμεῖς ποτε εἰς τοσαύτην ἀταξίαν τῶν νόμων προβαίητε,2 οὔτε ἠμέληται περὶ τῶν τοιούτων τῷ νομοθέτῃ τῷ τὴν δημοκρατίαν καταστήσαντι, ἀλλὰ διαρρήδην προστέτακται τοῖς θεσμοθέταις καθʼ ἕκαστον ἐνιαυτὸν διορθοῦν ἐν τῷ δήμῳ τοὺς νόμους, ἀκριβῶς ἐξετάσαντας καὶ σκεψαμένους, εἴ τις ἀναγέγραπται νόμος ἐναντίος ἑτέρῳ νόμῳ, ἢ ἄκυρος ἐν τοῖς κυρίοις, ἢ που εἰσὶ νόμοι πλείους ἑνὸς ἀναγεγραμμένοι περὶ ἑκάστης πράξεως.

但事实绝非如此。但愿你们永不至于陷入法律如此混乱的境地!确立民主政体的立法者也绝未对这类事务疏忽大意;相反,法律明确责令司法执政官们(赛斯莫泰泰)每年在民众面前纠正法律,在仔细审核与考察之后,查明是否有任何法律与另一条法律相抵触,或在现行法律中有失效的法律,或在针对某项行为上是否有不止一条法律被记载在案。

§39

κἄν τι τοιοῦτον εὑρίσκωσιν, ἀναγεγραφότας ἐν σανίσιν ἐκτιθέναι κελεύει3 πρόσθεν τῶν ἐπωνύμων, τοὺς δὲ πρυτάνεις ποιεῖν ἐκκλησίαν ἐπιγράψαντας νομοθέταις, τὸν δʼ ἐπιστάτην τῶν προέδρων διαχειροτονίαν διδόναι τοὺς μὲν ἀναιρεῖν τῶν νόμων, τοὺς δὲ καταλείπειν, ὅπως ἂν εἷς ᾖ νόμος καὶ μὴ πλείους περὶ ἑκάστης πράξεως. καί μοι λέγε τοὺς νόμους.

法律命令他们,一旦发现此类情况,便应将其书写在白木板上,公开展览在名祖英雄雕像前;而普鲁塔尼斯们(主席团)则须召集以立法委员会为议题的公民大会,主席团议长须主持举手表决,废除其中一些法律并保留另一些法律,以使针对每一项事务只有一条法律而非多条。请为我宣读这些法律。

§40

Νόμοι εἰ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ἀληθὴς ἦν ὁ παρὰ τούτων λόγος, καὶ ἦσαν δύο κείμενοι νόμοι περὶ τῶν κηρυγμάτων, ἐξ ἀνάγκης οἶμαι τῶν μὲν θεσμοθετῶν ἐξευρόντων, τῶν δὲ πρυτάνεων ἀποδόντων τοῖς νομοθέταις ἀνῄρητʼ ἂν ὁ ἕτερος τῶν νόμων,4 ἤτοι ὁ τὴν ἐξουσίαν δεδωκὼς ἀνειπεῖν ἢ ὁ ἀπαγορεύων· ὁπότε δὲ μηδὲν τούτων γεγένηται, φανερῶς δή που ἐξελέγχονται οὐ μόνον ψευδῆ λέγοντες, ἀλλὰ καὶ παντελῶς ἀδύνατα γενέσθαι.

[法律]雅典人啊,如果这些人的说法属实,如果真有两条关于宣告的现行法律,那么我想,在司法执政官们查明情况、主席团将其提交给立法委员会之后,两条法律中的一条必已遭到废除——要么是赋予宣告之权的那条,要么是禁止宣告的那条。然而,由于这一切全未发生,他们显然不仅在撒谎,而且所言之事全然绝无可能。

§41

ὅθεν δὲ τὸ ψεῦδος τοῦτο ἐπιφέρουσιν, ἐγὼ διδάξω ὑμᾶς, προειπὼν ὧν ἕνεκα οἱ νόμοι ἐτέθησαν οἱ περὶ τῶν ἐν τῷ θεάτρῳ κηρυγμάτων. γιγνομένων γὰρ τῶν ἐν ἄστει τραγῳδῶν ἀνεκήρυττόν τινες, οὐ πείσαντες τὸν δῆμον, οἱ μὲν ὅτι στεφανοῦνται ὑπὸ τῶν φυλετῶν, ἕτεροι δʼ ὅτι ὑπὸ τῶν δημοτῶν· ἄλλοι δέ τινες ὑποκηρυξάμενοι τοὺς αὑτῶν οἰκέτας ἀφίεσαν ἐλευθέρους, μάρτυρας τοὺς Ἕλληνας ποιούμενοι.

至于他们从何处搬出这一谎言,在预先说明设立剧场宣告之法律的缘由之后,我将向你们讲解。因为当初在城内举行悲剧演出时,有些人未经说服民众同意,便擅自宣告自己受到同部落人加冠,另一些人则宣告受到同村区人加冠;还有一些人雇请传令官宣告释放自己的家奴,以全体希腊人作为见证。

§42

ὃ δʼ ἦν ἐπιφθονώτατον, προξενίας εὑρημένοι τινὲς ἐν ταῖς ἔξω πόλεσι, διεπράττοντο ἀναγορεύεσθαι ὅτι στεφανοῖ αὐτοὺς ὁ δῆμος, εἰ οὕτω τύχοι, ὁ τῶν Ῥοδίων ἢ Χίων ἢ καί τινος ἄλλης πόλεως, ἀρετῆς ἕνεκα καὶ ἀνδραγαθίας. καὶ ταῦτʼ ἔπραττον, οὐχ ὥσπερ οἱ ὑπὸ τῆς βουλῆς τῆς ὑμετέρας στεφανούμενοι ἢ ὑπὸ τοῦ δήμου, πείσαντες ὑμᾶς καὶ μετὰ ψηφίσματος, πολλὴν χάριν καταθέμενοι, ἀλλʼ αὐτοὶ προελόμενοι, ἄνευ δόγματος ὑμετέρου.

而最招致愤恨的是,一些在异邦城邦谋得客民代表权的人,竟设法让人宣告——譬如罗得岛人或希俄斯人,或随便哪个城邦的民众——因其德行与英勇而为他们加冠。他们这样做,并不像那些受到你们议事会或民众加冠的人那样,先说服了你们并通过决议、从而为城邦立下深厚的功德恩情,而是出于一己私意,根本没有你们的任何法令。

语法注4 条
  1. 35ὡς μὲν οὐκ ἀπαγορεύουσιν οἱ νόμοι τὸν ὑπὸ τοῦ δήμου στεφανούμενον μὴ κηρύττειν ἔξω τῆς ἐκκλησίας

    不定词 κηρύττειν 附属于表示禁止的动词 ἀπαγορεύουσιν,并带有冗余否定词 μή。这是古典希腊语在阻碍或禁止类动词后的标准句式,并不构成双重否定。

  2. 38μήθʼ ὑμεῖς ποτε εἰς τοσαύτην ἀταξίαν τῶν νόμων προβαίητε

    带有 μήτε 的希求法 προβαίητε 表示否定愿望(“但愿你们绝不至于陷入……”)。随后与直陈式完成时被动态(οὔτε ἠμέληται)所表述的事实陈述相并列,因此否定词由 μήτε 转为 οὔτε。

  3. 39ἀναγεγραφότας ἐν σανίσιν ἐκτιθέναι κελεύει

    动词 κελεύει 的主语是立法者(或法律)。不定词 ἐκτιθέναι 的逻辑主语(司法执政官们)虽未明写,但由完成时分词 ἀναγεγραφότας(阳性宾格复数)的一致关系得以体现。

  4. 40ἐξ ἀνάγκης οἶμαι τῶν μὲν θεσμοθετῶν ἐξευρόντων, τῶν δὲ πρυτάνεων ἀποδόντων τοῖς νομοθέταις ἀνῄρητʼ ἂν ὁ ἕτερος τῶν νόμων

    两个并列的属格独立结构(τῶν μὲν θεσμοθετῶν ἐξευρόντων / τῶν δὲ πρυτάνεων ἀποδόντων)充当与过去事实相反的归结分句(ἀνῄρητʼ ἄν,直陈式完成/过去完成被动态 + ἄν,“必已被废除”)的假定条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:35-42