← 埃斯基涅斯

控告克特西丰

§27-34

修墙委员的审计责任与剧场宣告的违法性

埃斯基涅斯论证了德摩斯梯尼作为由部落选出并掌管修墙公款的人员依然必须接受审计,进而揭露克特西丰决议案的另一重违法之处:指令在剧场而非公民大会上宣告加冠。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§27

ὡς τοίνυν καὶ τὴν τῶν τειχοποιῶν ἀρχὴν ἦρχεν, ὅθʼ οὗτος τὸ ψήφισμα ἔγραψε, καὶ τὰ δημόσια χρήματα διεχείριζε, καὶ ἐπιβολὰς ἐπέβαλλε, καθάπερ οἱ ἄλλοι ἄρχοντες, καὶ δικαστηρίων ἡγεμονίας ἐλάμβανε, τούτων ὑμῖν αὐτὸν Δημοσθένην μάρτυρα παρέξομαι. ἐπὶ γὰρ Χαιρώνδου ἄρχοντος, Θαργηλιῶνος μηνὸς δευτέρᾳ φθίνοντος, ἐκκλησίας οὔσης ἔγραψε Δημοσθένης ἀγορὰν ποιῆσαι τῶν φυλῶν Σκιροφοριῶνος δευτέρᾳ ἱσταμένου καὶ τρίτῃ, καὶ ἐπέταξεν ἐν τῷ ψηφίσματι ἑκάστης τῶν φυλῶν ἑλέσθαι τοὺς ἐπιμελησομένους τῶν ἔργων ἐπὶ τὰ τείχη καὶ ταμίας, καὶ μάλα ὀρθῶς, ἵνʼ ἡ πόλις ἔχοι ὑπεύθυνα σώματα παρʼ ὧν ἔμελλε τῶν ἀνηλωμένων λόγον ἀπολήψεσθαι. καί μοι λέγε τὸ ψήφισμα.

此外,为了证明在被告起草该决议案时,德摩斯梯尼确实同时担任着修墙官之职,掌管着公共资金,且如其他公职人员一样行使罚款之权、主持法庭审判,我将向你们举出德摩斯梯尼本人作为证人。因为在海隆达斯任执政官之年,萨尔格利翁月末倒数第二日(第二十八日)举行公民大会时,德摩斯梯尼起草动议,要求在斯基罗佛利翁月初二和初三召开各部落集会,并在决议案中命令各部落选出负责城墙工程的监管员与司库官;这完全是正确的,以便城邦拥有负有审计责任的人选,从他们那里接收对各项支出的结账报告。请为我宣读该项决议案。

§28

Ψήφισμα ναί, ἀλλʼ ἀντιδιαπλέκει πρὸς τοῦτο εὐθὺς λέγων ὡς οὔτʼ ἔλαχε τειχοποιὸς οὔτʼ ἐχειροτονήθη ὑπὸ τοῦ δήμου. καὶ περὶ τούτου Δημοσθένης μὲν καὶ Κτησιφῶν πολὺν ποιήσονται λόγον· ὁ δέ γε νόμος βραχὺς καὶ σαφὴς καὶ ταχὺ λύων τὰς τούτων τέχνας. μικρὰ δὲ ὑμῖν ὑπὲρ αὐτῶν πρῶτον προειπεῖν βούλομαι.

[决议案]“是的,但是,”他立即对此巧言诡辩,声称自己既非抽签当选为修墙官,亦非由民众举手表决选出。关于这一点,德摩斯梯尼与克特西丰定会大发宏论;然而法律简短明确,能够迅速破除他们的诡计。在此之前,我想先就此向你们作些简要说明。

§29

ἔστι γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν περὶ τὰς ἀρχὰς εἴδη τρία, ὧν ἓν μὲν καὶ πᾶσι φανερώτατον οἱ κληρωτοὶ καὶ οἱ χειροτονητοὶ ἄρχοντες, δεύτερον δὲ ὅσοι τι διαχειρίζουσι τῶν τῆς πόλεως ὑπὲρ τριάκοντα ἡμέρας καὶ οἱ τῶν δημοσίων ἔργων ἐπιστάται, τρίτον δʼ ἐν τῷ νόμῳ γέγραπται, καὶ εἴ τινες ἄλλοι ἡγεμονίας δικαστηρίων λαμβάνουσι, καὶ τούτους ἄρχειν δοκιμασθέντας.1

雅典人啊,涉及公职的类别共有三种:第一种是所有人最显而易见的,即由抽签与举手表决产生的官员;第二种是所有管理城邦事务达三十日以上的人,以及公共工程的主管人员;第三种则在法律中明文记载,“凡主持法庭审判之其他人等,亦须经资格审查后方得任职”。

§30

ἐπειδὰν δʼ ἀφέλῃ τις τοὺς ὑπὸ τοῦ δήμου κεχειροτονημένους καὶ τοὺς κληρωτοὺς ἄρχοντας, καταλείπονται οὓς αἱ φυλαὶ καὶ αἱ τριττύες καὶ οἱ δῆμοι ἐξ ἑαυτῶν αἱροῦνται τὰ δημόσια χρήματα διαχειρίζειν. τοῦτο δὲ γίγνεται, ὅταν, ὥσπερ νῦν, ἐπιταχθῇ τι ταῖς φυλαῖς, ἢ τάφρους ἐξεργάζεσθαι ἢ τριήρεις ναυπηγεῖσθαι. ὅτι δὲ ἀληθῆ λέγω, ἐξ αὐτῶν τῶν νόμων μαθήσεσθε.

当人们排除了由民众举手选出和抽签产生的官员之后,剩下的便是各部落、三分区与各个村社从自身内部选出以管理公共资金的人员。这种情况发生在——正如眼下——某项任务被指派给各部落之时,例如开挖战壕或建造三列桨座战船。我所言属实,你们从法律条文本身便可知晓。

§31

Νόμοι ἀναμνήσθητε δὴ τοὺς προειρημένους λόγους, ὅτι ὁ μὲν νομοθέτης τοὺς ἐκ τῶν φυλῶν ἄρχειν κελεύει δοκιμασθέντας ἐν τῷ δικαστηρίῳ, ἡ δὲ Πανδιονὶς φυλὴ ἄρχοντα καὶ τειχοποιὸν ἀπέδειξε Δημοσθένην, ὃς ἐκ τῆς διοικήσεως εἰς ταῦτα ἔχει μικροῦ δεῖν2 δέκα τάλαντα, ἕτερος δʼ ἀπαγορεύει νόμος ἀρχὴν ὑπεύθυνον μὴ στεφανοῦν, ὑμεῖς δὲ ὀμωμόκατε κατὰ τοὺς νόμους ψηφιεῖσθαι, ὁ δὲ ῥήτωρ γέγραφε τὸν ὑπεύθυνον στεφανοῦν, οὐ προσθεὶς ἐπειδὰν δῷ λόγον καὶ εὐθύνας, ἐγὼ δὲ ἐξελέγχω τὸ παράνομον μάρτυρας ἅμα τοὺς νόμους καὶ τὰ ψηφίσματα καὶ τοὺς ἀντιδίκους παρεχόμενος. πῶς οὖν ἄν τις περιφανέστερον ἐπιδείξειεν ἄνθρωπον παράνομα γεγραφότα;

[法律]现在,请回忆先前阐述过的论点:立法者命令从各部落选出之人必须在法庭经过资格审查后方可就职,而潘迪奥尼斯部落任命德摩斯梯尼为官员和修墙官,他为此从行政金库中领取了将近十塔兰同;另一条法律禁止为负有审计责任的公职人员加冠;你们宣誓依法投票,而这位演说家却起草动议提议为负有审计责任者加冠,且未加上“待其呈报账目并接受审计之后”这一前提;我则同时出示法律、法令决议案以及诉讼对手本人作为证人,揭露其违法行径。那么,还有谁能比这更明白地证明一个人起草了违法法令呢?

§32

ὡς τοίνυν καὶ τὴν ἀνάρρησιν τοῦ στεφάνου παρανόμως ἐν τῷ ψηφίσματι κελεύει γίγνεσθαι, καὶ τοῦθʼ ὑμᾶς διδάξω. ὁ γὰρ νόμος διαρρήδην κελεύει, ἐὰν μέν τινα στεφανοῖ ἡ βουλή, ἐν τῷ βουλευτηρίῳ ἀνακηρύττεσθαι, ἐὰν δὲ ὁ δῆμος, ἐν τῇ ἐκκλησίᾳ, ἄλλοθι δὲ μηδαμοῦ. καί μοι λέγε τὸν νόμον.

此外,我还将向你们说明,他在决议案中关于宣告加冠之事的命令同样是违法的。因为法律明确命令,若议事会为某人加冠,应在议事厅宣告;若民众为某人加冠,应在公民大会上宣告,“绝不得在其他任何地方”。请为我宣读这条法律。

§33

Νόμος οὗτος ὁ νόμος, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μάλα καλῶς ἔχει. οὐ γὰρ οἶμαι ᾤετο δεῖν ὁ νομοθέτης τὸν ῥήτορα σεμνύνεσθαι πρὸς τοὺς ἔξωθεν, ἀλλʼ ἀγαπᾶν ἐν αὐτῇ πόλει τιμώμενον ὑπὸ τοῦ δήμου, καὶ μὴ ἐργολαβεῖν ἐν τοῖς κηρύγμασιν.3 ὁ μὲν οὖν νομοθέτης οὕτως· ὁ δὲ Κτησιφῶν πῶς; ἀναγίγνωσκε τὸ ψήφισμα.

[法律]雅典人啊,这条法律立得极好。因为我认为立法者断不认为演说家应当在外人面前炫耀自大,而应满足于在城邦内部受民众礼遇,切不可在公告宣示中谋取私利。立法者的规定是如此;而克特西丰又是如何做的呢?请宣读该决议案。

§34

Ψήφισμα ἀκούετε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι ὁ μὲν νομοθέτης κελεύει ἐν τῷ δήμῳ ἐν Πυκνὶ τῇ ἐκκλησίᾳ ἀνακηρύττειν τὸν ὑπὸ τοῦ δήμου στεφανούμενον, ἄλλοθι δὲ μηδαμοῦ, Κτησιφῶν δὲ ἐν τῷ θεάτρῳ, οὐ τοὺς νόμους μόνον ὑπερβάς, ἀλλὰ καὶ τὸν τόπον μετενεγκών, οὐδὲ ἐκκλησιαζόντων Ἀθηναίων, ἀλλὰ τραγῳδῶν γιγνομένων, οὐδʼ ἐναντίον τοῦ δήμου, ἀλλʼ ἐναντίον τῶν Ἑλλήνων, ἵνʼ ἡμῖν συνειδῶσιν οἷον ἄνδρα τιμῶμεν.

[决议案]雅典人啊,你们听到了:立法者命令,凡由民众加冠者,必须在普纽克斯山召开公民大会时在民众面前宣告,“绝不得在其他任何地方”;而克特西丰却不仅践踏法律,甚至转移地点,指定在剧场宣告,不是在雅典人召开公民大会之时,而是在上演悲剧之际,不是在民众面前,而是在全体希腊人面前宣告,“以便让他们同我们一起知晓我们所尊崇的是何等人物”。

语法注3 条
  1. 29καὶ εἴ τινες ἄλλοι ἡγεμονίας δικαστηρίων λαμβάνουσι, καὶ τούτους ἄρχειν δοκιμασθέντας

    间接引述法律条文的句式。接在前面的 γέγραπται(明文记载)之后,由条件从句(καὶ εἴ τινες ἄλλοι...)引出主句的宾格加不定式结构(καὶ τούτους ἄρχειν)。过去被动分词 δοκιμασθέντας 作谓语性分词,表在任职前必须满足的先决条件(“经资格审查后”)。

  2. 31μικροῦ δεῖν

    用作副词的惯用独立不定式结构,意为“几乎”、“差一点”。字面意思是“仅缺一点”(程度/分离属格 μικροῦ 与 δεῖν 结合),修饰金额 δέκα τάλαντα,意即“将近十塔兰同”。

  3. 33μὴ ἐργολαβεῖν ἐν τοῖς κηρύγμασιν

    动词 ἐργολαβέω 本义为“承包工程”,此处作引申与贬义用法,指借助公告宣示等公职机会“钻营牟利”或“自肆推销”。该不定式受前文的 ᾤετο δεῖν 支配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:27-34