- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:21-26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃斯基涅斯引证严格的法律条款,指出官员在完成审计前被禁止出境、立遗嘱或处分财产,由此驳斥德摩斯梯尼企图以捐款为由规避审计的做法。随后他出示官方公文,证明德摩斯梯尼在克特西丰提出动议时仍身兼观剧基金等公职且未交账受审,据此指控该动议违法。
καὶ οὕτως ἰσχυρῶς ἀπιστεῖ τοῖς ὑπευθύνοις, ὥστʼ εὐθὺς ἀρχόμενος τῶν νόμων, ἀρχὴν ὑπεύθυνον, φησί, μὴ ἀποδημεῖν·1 ὦ Ἡράκλεις, ὑπολάβοι ἄν τις, ὅτι ἦρξα, μὴ ἀποδημήσω; ἵνα γε μὴ προλαβὼν χρήματα τῆς πόλεως ἢ πράξεις δρασμῷ χρήσῃ.2 πάλιν ὑπεύθυνον οὐκ ἐᾷ τὴν οὐσίαν καθιεροῦν, οὐδὲ ἀνάθημα ἀναθεῖναι, οὐδʼ ἐκποίητον γενέσθαι, οὐδὲ διαθέσθαι τὰ ἑαυτοῦ, οὐδʼ ἄλλα πολλά· ἑνὶ δὲ λόγῳ ἐνεχυράζει τὰς οὐσίας ὁ νομοθέτης τὰς τῶν ὑπευθύνων, ἕως ἂν λόγον ἀποδῶσι τῇ πόλει.
〔立法者〕对负有审计责任之人戒心极重,以致在法律的开端处即刻明文规定:“负有审计责任之公职人员不得出境出国。”有人或许会插话道:“赫拉克勒斯在上!难道就因为我担任了公职,便不能出境出国了吗?”正是如此,免得你在预先卷走城邦资金或公务之后潜逃。他同样不允许负有审计责任之人将财产奉献于神明,不允许献纳祭品,不允许被过继为他人义子,不允许立遗嘱处置己产,亦不许做其他许多事情;一言以蔽之,立法者将负有审计责任之人的全部财产予以扣押保全,直至他们向城邦结清账目为止。
ναί, ἀλλʼ ἔστι τις ἄνθρωπος ὃς οὔτʼ εἴληφεν οὐδὲν τῶν δημοσίων οὔτʼ ἀνήλωκε, προσῆλθε δὲ πρός τι τῶν κοινῶν. καὶ τοῦτον ἀποφέρειν κελεύει λόγον πρὸς τοὺς λογιστάς. καὶ πῶς ὅ γε μηδὲν λαβὼν μηδʼ ἀναλώσας ἀποίσει λόγον τῇ πόλει; αὐτὸς ὑποβάλλει καὶ διδάσκει ὁ νόμος ἃ χρὴ γράφειν· κελεύει γὰρ αὐτὸ τοῦτο ἐγγράφειν, ὅτι οὔτʼ ἔλαβον οὐδὲν τῶν τῆς πόλεως οὔτʼ ἀνήλωσα. ἀνυπεύθυνον δὲ καὶ ἀζήτητον καὶ ἀνεξέταστον οὐδέν ἐστι τῶν ἐν τῇ πόλει. ὅτι δὲ ἀληθῆ λέγω, αὐτῶν ἀκούσατε τῶν νόμων.
“是的,但假若有人既未领受任何公款,亦未曾有所支出,仅仅是参与了某些公共事务呢?” 法律命令此人同样必须向审计官呈报账目。 “那么一个未领分文、未花分文的人,又该如何向城邦报账呢?” 法律自身便提示并指导其应当写些什么;因为法律正命令他写下这样一句话:“我既未领受城邦分毫财产,亦未曾有所支出。” 城邦之内没有任何事务可以免于审计、不受稽查、不加查验。为证明我所言属实,请听法律本身的条文。
Νόμοι ὅταν τοίνυν μάλιστα θρασύνηται Δημοσθένης, λέγων ὡς διὰ τὴν ἐπίδοσιν οὐκ ἔστιν ὑπεύθυνος, ἐκεῖνο αὐτῷ ὑποβάλλετε· οὐκ οὖν ἐχρῆν σε, ὦ Δημόσθενες, ἐᾶσαι τὸν τῶν λογιστῶν κήρυκα κηρύξαι τὸ πάτριον καὶ ἔννομον κήρυγμα τοῦτο, τίς βούλεται κατηγορεῖν; ἔασον ἀμφισβητῆσαί σοι τὸν βουλόμενον τῶν πολιτῶν, ὡς οὐκ ἐπέδωκας, ἀλλʼ ἀπὸ πολλῶν ὧν ἔχεις3 εἰς τὴν τῶν τειχῶν οἰκοδομίαν μικρὰ κατέθηκας, δέκα τάλαντα εἰς ταῦτα τῆς πόλεως εἰληφώς. μὴ ἅρπαζε τὴν φιλοτιμίαν, μηδὲ ἐξαιροῦ τῶν δικαστῶν τὰς Ψήφους ἐκ τῶν χειρῶν, μηδʼ ἔμπροσθεν τῶν νόμων, ἀλλʼ ὕστερος πολιτεύου. ταῦτα γὰρ ὀρθοῖ τὴν δημοκρατίαν.
[法律]因此,每当德摩斯梯尼极其猖狂、声称因其捐赠之举便无需接受审计时,你们就应当以此质问他:“德摩斯梯尼啊,难道你不应当允许审计官的传令官发出这句祖传且合法的公告吗——‘有谁愿意提出控告?’你当允许任何一位公民向你提出异议,指控你并未捐款,而是在为此领受了城邦十塔兰同的情况下,从你所拥有的巨资里仅为修筑城墙支出了极微薄的数目。切勿强夺荣誉,切勿从审判官手中夺走选票,切勿凌驾于法律之上,而当屈从于法律之下从事政治活动;因为正是这套秩序在维系着民主政体。”
πρὸς μὲν οὖν τὰς κενὰς προφάσεις ἃς οὗτοι προφασιοῦνται, μέχρι δεῦρο εἰρήσθω μοι· ὅτι δὲ ὄντως ἦν ὑπεύθυνος ὁ Δημοσθένης, ὅθʼ οὗτος εἰσήνεγκε τὸ Ψήφισμα, ἄρχων μὲν τὴν ἐπὶ τὸ θεωρικὸν ἀρχὴν, ἄρχων δὲ τὴν τῶν τειχοποιῶν, οὐδετέρας δέ πω τῶν ἀρχῶν τούτων λόγον ὑμῖν οὐδʼ εὐθύνας δεδωκώς, ταῦτʼ ἤδη πειράσομαι ὑμᾶς διδάσκειν ἐκ τῶν δημοσίων γραμμάτων. καί μοι ἀνάγνωθι, ἐπὶ τίνος ἄρχοντος καὶ ποίου μηνὸς καὶ ἐν τίνι ἡμέρᾳ καὶ ἐν ποίᾳ ἐκκλησίᾳ ἐχειροτονήθη Δημοσθένης τὴν ἀρχὴν τὴν ἐπὶ τὸ θεωρικόν. Διαλογισμὸς τῶν Ἡμερῶν οὐκοῦν εἰ μηδὲν ἔτι περαιτέρω δείξαιμι, δικαίως ἂν ἁλίσκοιτο Κτησιφῶν·4 αἱρεῖ γὰρ αὐτὸν οὐχ ἡ κατηγορία ἡ ἐμή, ἀλλὰ τὰ δημόσια γράμματα.
针对他们将要提出的空洞借口,我就说到这里。至于在被告提出该项动议时,德摩斯梯尼确实负有审计责任——他当时既执掌观剧津贴基金之职,又执掌修墙官之职,且这两项官职均尚未向你们交账并接受审计——对此我现在将依据官方档案向你们证明。请为我宣读:是在哪一位执政官任内、哪一月、哪一日、哪一次公民大会上,德摩斯梯尼被举手表决选为观剧津贴基金主管的? [核算日期]因此,即使我不再出示进一步的证据,克特西丰也理当被定罪;因为令他定罪的不是我的控诉,而是官方公文。
πρότερον μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ἀντιγραφεὺς ἦν χειροτονητὸς τῇ πόλει, ὃς καθʼ ἑκάστην πρυτανείαν ἀπελογίζετο τὰς προσόδους τῷ δήμῳ· διὰ δὲ τὴν πρὸς Εὔβουλον γενομένην πίστιν ὑμῖν οἱ ἐπὶ τὸ θεωρικὸν κεχειροτονημένοι ἦρχον μέν, πρὶν ἢ τὸν Ἡγήμονος νόμον γενέσθαι, τὴν τοῦ ἀντιγραφέως ἀρχήν, ἦρχον δὲ τὴν τῶν ἀποδεκτῶν, καὶ νεωρίων ἦρχον, καὶ σκευοθήκην ᾠκοδόμουν, ἦσαν δὲ καὶ ὁδοποιοί, καὶ σχεδὸν τὴν ὅλην διοίκησιν εἶχον τῆς πόλεως.
雅典人啊,从前城邦有一位举手选出的副书记官,在每一主席团轮值期向人民报告财政岁入;但由于你们对欧布洛斯的信任,在黑格蒙的法律通过之前,当选主管观剧津贴基金者不仅兼任副书记官之职,兼任公款接收官之职,主管船坞,建造军械库,甚至兼任道路修造官,几乎总揽了城邦的全部行政管理。
καὶ οὐ κατηγορῶν αὐτῶν οὐδʼ ἐπιτιμῶν λέγω, ἀλλʼ ἐκεῖνο ὑμῖν ἐνδείξασθαι βουλόμενος, ὅτι ὁ μὲν νομοθέτης, ἐάν τις μιᾶς ἀρχῆς τῆς ἐλαχίστης ὑπεύθυνος ᾖ, τοῦτον οὐκ ἐᾷ, πρὶν ἂν λόγον καὶ εὐθύνας δῷ, στεφανοῦν, Κτησιφῶν δὲ Δημοσθένην τὸν συλλήβδην ἁπάσας τὰς Ἀθήνησιν ἀρχὰς ἄρχοντα οὐκ ὤκνησε γράψαι στεφανῶσαι.
我谈及这些并非为了控诉或责难他们,而是为了向你们证明一点:即便某人仅对极微小的单一官职负有审计责任,立法者尚且不许在呈报账目和接受审计之前对其加冠,而克特西丰竟毫不犹豫地提议为一并身兼雅典所有公职的德摩斯梯尼加冠。
- 21ἀρχὴν ὑπεύθυνον ... μὴ ἀποδημεῖν
成文法中的禁令表达。带有否定词 μή 的不定式短语以法条直接引语的形式插入,充当立法文体中常见的表命令或禁止的独立不定式。
- 21ἵνα γε μὴ προλαβὼν χρήματα τῆς πόλεως ἢ πράξεις δρασμῷ χρήσῃ
对前文假设性反驳(“赫拉克勒斯在上!难道就因为我担任了公职,便不能出境出国了吗?”)的省略式回答。主句(如“法律禁止这样做是……”)被省略,仅由 ἵνα 引导的目的从句构成。
- 23ἀπὸ πολλῶν ὧν ἔχεις
关系代词的引力格变(case attraction)。动词 ἔχεις 原本的直接宾格 ἅ 被先行词 πολλῶν(属格)同化而变为属格 ὧν。
- 24οὐκοῦν εἰ μηδὲν ἔτι περαιτέρω δείξαιμι, δικαίως ἂν ἁλίσκοιτο Κτησιφῶν
将来未然(潜在)条件句结构(条件从句用 εἰ 搭配希求法 δείξαιμι,主句用 ἄν 搭配希求法 ἁλίσκοιτο)。意为“即使我不再出示进一步的证据,克特西丰也理当被定罪”,用以强调公文证据的无可辩驳。
