- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:244-251
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃斯基涅斯警告称,给背叛将士致其战死的德摩斯梯尼加冠是对阵亡者的侮辱并会败坏青年;他敦促审判官认清假借民主美名的政客,公正判决以捍卫城邦的名誉与实质民主。
Δημοσθένει δʼ ἀντεροῦ διὰ τί. ὅτι δωροδόκος, ὅτι δειλός, ὅτι τὴν τάξιν ἔλιπε; καὶ πότερον τοῦτον τιμήσετε,1 ἢ ὑμᾶς αὐτοὺς ἀτιμωρήτους2 ἐάσετε καὶ τοὺς ὑπὲρ ὑμῶν ἐν τῇ μάχῃ τελευτήσαντας; οὓς νομίσαθʼ ὁρᾶν σχετλιάζοντας, εἰ οὗτος στεφανωθήσεται. καὶ γὰρ ἂν εἴη δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ τὰ μὲν ξύλα καὶ τοὺς λίθους καὶ τὸν σίδηρον, τὰ ἄφωνα καὶ τὰ ἀγνώμονα, ἐάν τῳ ἐμπεσόντα ἀποκτείνῃ, ὑπερορίζομεν, καὶ ἐάν τις αὑτὸν διαχρήσηται, τὴν χεῖρα τὴν τοῦτο πράξασαν χωρὶς τοῦ σώματος θάπτομεν, Δημοσθένην δέ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν γράψαντα μὲν τὴν πανυστάτην ἔξοδον, προδόντα δὲ τοὺς στρατιώτας, τοῦτον ὑμεῖς τιμήσετε. οὐκοῦν ὑβρίζονται μὲν οἱ τελευτήσαντες, ἀθυμότεροι δὲ οἱ ζῶντες γίγνονται, ὁρῶντες τῆς ἀρετῆς ἆθλον μὲν τὸν θάνατον κείμενον, τὴν δὲ μνήμην ἐπιλείπουσαν· καὶ τὸ μέγιστον, ἐπερωτῶσιν ὑμᾶς οἱ νεώτεροι, πρὸς ὁποῖον χρὴ παράδειγμα αὐτοὺς τὸν βίον ποιεῖσθαι.
至于德摩斯梯尼,你们当反问其因。是因为他受贿,是因为他懦弱,还是因为他临阵脱逃?难道你们要奖赏这样一个人,却让自己以及那些为你们在战斗中牺牲的人得不到昭雪吗?你们应当想象,如果此人被授予花冠,死难者们将会如何悲愤交加!雅典人啊,这确实是骇人听闻的:如果木头、石块、铁器这些既无言语又无知觉之物坠落砸死了人,我们尚且要将其驱逐出境;若有人自尽,我们尚且要将实施此举的手与尸体分开埋葬,然而,雅典人啊,对于德摩斯梯尼——起草了那场最后的出征提案却又背叛了将士们的人——你们难道竟要给予他荣耀吗?如此一来,死者岂非蒙受侮辱,生者岂非倍感沮丧——看到死亡成了美德的报酬,而死后的荣耀却日渐消逝?最严重的是,年轻一代将会询问你们,他们应当依循何种榜样来度过自己的一生。
εὖ γὰρ ἴστε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι οὐχ αἱ παλαῖστραι οὐδὲ τὰ διδασκαλεῖα οὐδʼ ἡ μουσικὴ μόνον παιδεύει τοὺς νέους, ἀλλὰ πολὺ μᾶλλον τὰ δημόσια κηρύγματα. κηρύττεταί τις ἐν τῷ θεάτρῳ, ὅτι στεφανοῦται ἀρετῆς ἕνεκα καὶ ἀνδραγαθίας καὶ εὐνοίας, ἄνθρωπος ἀσχημονῶν τῷ βίῳ καὶ βδελυρός· ὁ δέ γε νεώτερος ταῦτʼ ἰδὼν διεφθάρη. δίκην τις δέδωκε πονηρὸς καὶ πορνοβοσκός, ὥσπερ Κτησιφῶν· οἱ δέ γε ἄλλοι πεπαίδευνται. τἀναντία τις ψηφισάμενος τῶν καλῶν καὶ δικαίων, ἐπανελθὼν οἴκαδε παιδεύει τὸν υἱόν· ὁ δέ γε εἰκότως οὐ πείθεται, ἀλλὰ τὸ νουθετεῖν ἐνοχλεῖν ἤδη δικαίως ὀνομάζεται.
雅典人啊,你们应当深知,教育青年人的不仅是角力场、学校或乐教,更在于城邦公开的公告。当一个生活放荡卑劣的人,因其美德、英勇和善意在剧场中被公告授冠时,年轻人目睹此景便会受到腐蚀。若像克泰西丰这样一个恶棍兼妓院老板受到了应有的惩罚,其他人就会受到教益;但若有人投下了违背崇高与正义的选票,回到家中再去管教儿子,儿子自然不会听从,而劝戒也理所当然地被视作无聊的烦扰。
ὡς οὖν μὴ μόνον κρίνοντες, ἀλλὰ καὶ θεωρούμενοι, οὕτω τὴν ψῆφον φέρετε, εἰς ἀπολογισμὸν τοῖς νῦν μὲν οὐ παροῦσι τῶν πολιτῶν, ἐπερησομένοις δὲ ὑμᾶς τί ἐδικάζετε. εὖ γὰρ ἴστε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι τοιαύτη δόξει ἡ πόλις εἶναι, ὁποῖός τις ἂν ᾖ ὁ κηρυττόμενος· ἔστι δὲ ὄνειδος μὴ τοῖς προγόνοις ὑμᾶς, ἀλλὰ τῇ Δημοσθένους ἀνανδρίᾳ, προσεικασθῆναι. πῶς οὖν ἄν τις τὴν τοιαύτην αἰσχύνην ἐκφύγοι;
因此,请你们以不仅是在审判、而且是在接受审视的自觉去投下选票,以便向此刻不在场、随后却会询问你们判决了什么的公民们作出交代。雅典人啊,你们应当深知,城邦将被视作与被公告之人具有同样的品行;如果你们不被比作自己的祖先,反而被比作德摩斯梯尼的怯懦,那将是莫大的耻辱。 那么,人们究竟如何才能摆脱这种耻辱呢?
ἐὰν τοὺς προκαταλαμβάνοντας τὰ κοινὰ καὶ φιλάνθρωπα τῶν ὀνομάτων, ἀπίστους δʼ ὄντας τοῖς ἤθεσι, φυλάξησθε. ἡ γὰρ εὔνοια καὶ τὸ τῆς δημοκρατίας ὄνομα κεῖται μὲν ἐν μέσῳ, φθάνουσι δʼ ἐπʼ αὐτὰ καταφεύγοντες τῷ λόγῳ ὡς ἐπὶ τὸ πολὺ οἱ τοῖς ἔργοις πλεῖστον ἀπέχοντες.
只要你们警惕那些抢先打着公众和人道的名义、在品格上却不可信任之人即可。因为善意与民主的称号向所有人敞开,但在言辞上抢先逃奔到这些名号之下的,往往是在实际行动中离它们最远的人。
ὅταν οὖν λάβητε ῥήτορα στεφάνων καὶ κηρυγμάτων ἐν τοῖς Ἕλλησιν ἐπιθυμοῦντα, ἐπανάγειν αὐτὸν κελεύετε τὸν λόγον, ὥσπερ καὶ τὰς βεβαιώσεις τῶν κτημάτων ὁ νόμος κελεύει ποιεῖσθαι, εἰς βίον ἀξιόχρεων καὶ τρόπον σώφρονα. ὅτῳ δὲ ταῦτα μὴ μαρτυρεῖται, μὴ βεβαιοῦτε αὐτῷ τοὺς ἐπαίνους, καὶ τῆς δημοκρατίας ἐπιμελήθητε ἤδη διαφευγούσης ὑμᾶς.
因此,当你们遇到一个渴望在全希腊人面前获得花冠与公告的演说家时,正如法律要求为财产提供切实担保一样,你们应当要求他把自己的论辩溯源到可靠的生活和节制的品行上。对于那些未获此类见证的人,切莫核准对他们的赞誉,并请留心关照那已经在你们手中悄然流失的民主政体。
ἢ οὐ δεινὸν ὑμῖν εἶναι δοκεῖ, εἰ τὸ μὲν βουλευτήριον καὶ ὁ δῆμος παρορᾶται, αἱ δʼ ἐπιστολαὶ καὶ αἱ πρεσβεῖαι ἀφικνοῦνται εἰς ἰδιωτικὰς οἰκίας, οὐ παρὰ τῶν τυχόντων ἀνθρώπων, ἀλλὰ παρὰ τῶν πρωτευόντων ἐν τῇ Ἀσίᾳ καὶ τῇ Εὐρώπῃ; καὶ ἐφʼ οἷς ἐστιν ἐκ τῶν νόμων ζημία θάνατος, ταῦτά τινες οὐκ ἐξαρνοῦνται πράττειν, ἀλλʼ ὁμολογοῦσιν ἐν τῷ δήμῳ, καὶ τὰς ἐπιστολὰς ἀλλήλοις παραναγιγνώσκουσιν· παρακελεύονται δʼ οἱ μὲν βλέπειν εἰς τὰ ἑαυτῶν πρόσωπα ὡς φύλακες τῆς δημοκρατίας, ἕτεροι δʼ αἰτοῦσι δωρεὰς ὡς σωτῆρες τῆς πόλεως ὄντες.
难道你们不觉得这是骇人听闻的事吗:当议事会和民众受到漠视之时,书信和使团却络绎不绝地送达私人宅邸——而且不是来自普通人,而是来自亚洲和欧洲的权贵首领?对于那些依法当判处死刑的勾当,某些人不仅不加否认,反而在民众面前公然承认,并当众彼此宣读信件;有人要求民众瞻仰他们的面容,自命为民主的守卫者,另一些人则以城邦救星自居,索要赏赐。
ὁ δὲ δῆμος ἐκ τῆς ἀθυμίας τῶν συμβεβηκότων ὥσπερ παραγεγηρακὼς ἢ παρανοίας ἑαλωκώς, αὐτὸ μόνον τοὔνομα τῆς δημοκρατίας περιποιεῖται, τῶν δʼ ἔργων ἑτέροις παρακεχώρηκεν. ἔπειτʼ ἀπέρχεσθε ἐκ τῶν ἐκκλησιῶν οὐ βουλευσάμενοι, ἀλλʼ ὥσπερ ἐκ τῶν ἐράνων, τὰ περιόντα νειμάμενοι.3
而民众由于对所发生的变故心灰意冷,仿佛老迈昏聩或陷入疯狂,仅仅保留了民主的虚名,却将实质权力拱手让予他人。随后,你们走出公民大会,不像完成了国事商议的人,倒像是刚散席的集资宴饮者,分走了剩下的残羹冷炙。
- 244καὶ γὰρ ἂν εἴη δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ τὰ μὲν ξύλα... Δημοσθένην δέ... τοῦτον ὑμεῖς τιμήσετε
在由 καὶ γὰρ ἂν εἴη δεινόν(潜在希求语气)引出的 εἰ 条件从句中,包含了一组强烈的对照:前半部分是用现在直陈式表述的城邦既有司法与宗教惯例(τὰ μὲν ξύλα... ὑπερορίζομεν... θάπτομεν),后半部分则是针对德摩斯梯尼的反问性将来直陈式(Δημοσθένην δέ... τοῦτον ὑμεῖς τιμήσετε),通过这种修辞对照突出了对叛徒施加奖赏的荒谬不公。
- 244ἀτιμωρήτους
形容词 ἀτιμώρητος 在此处作被动意义使用(“未得昭雪的”、“未获报偿的”),作宾语补足语同时修饰 ὑμᾶς αὐτοὺς 和 τοὺς ... τελευτήσαντας,指任由死难者与城邦蒙冤而得不到复仇与伸张。
- 251ὥσπερ ἐκ τῶν ἐράνων, τὰ περιόντα νειμάμενοι
ἔρανος 原指由成员分摊费用的聚餐或互助会。此处是一个生动的比喻,将本应严肃商议城邦大事的公民大会,贬斥为类似于宴席散场后瓜分剩余食物(τὰ περιόντα,借指观剧津贴等城邦余钱的微薄分配)的庸俗聚会。
