- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:252-260
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃斯基涅斯将过去对叛国平民的严惩与逃兵德摩斯梯尼所受的优待作对比,并在全希腊瞩目的关头呼吁公民切莫背弃法律与光荣先贤,以此结束其控诉演说。
ὅτι δʼ οὐ ληρῶ, ἐκεῖθεν τὸν λόγον θεωρήσατε. ἐγένετό τις, ἄχθομαι δὲ πολλάκις μεμνημένος, ἀτυχία τῇ πόλει. ἐνταῦθʼ ἀνὴρ ἰδιώτης ἐκπλεῖν μόνον εἰς Σάμον ἐπιχειρήσας, ὡς προδότης τῆς πατρίδος αὐθημερὸν ὑπὸ τῆς ἐξ Ἀρείου πάγου βουλῆς θανάτῳ ἐζημιώθη. ἕτερος δʼ ἐκπλεύσας ἰδιώτης εἰς Ῥόδον, ὅτι τὸν φόβον ἀνάνδρως ἤνεγκε, πρώην ποτὲ εἰσηγγέλθη, καὶ ἴσαι αἱ ψῆφοι αὐτῷ ἐγένοντο· εἰ δὲ μία ψῆφος μετέπεσεν, ὑπερώριστʼ ἄν.1
为了表明我并非信口胡言,请你们从以下事实来考察这一论述。本邦曾遭遇过一件不幸——每当想起它,我都痛心疾首。当时,有一名普通平民仅仅企图乘船前往萨摩斯,当天就被阿雷奥帕戈斯议事会作为祖国的叛徒判处死刑。另一名平民因乘船前往罗得岛,出于怯懦无法承受恐惧,前不久遭到弹劾起诉,结果赞成与反对票数相当;倘若哪怕只有一票改变方向,他就已被驱逐出境了。
ἀντιθῶμεν δὴ τὸ νυνὶ γιγνόμενον. ἀνὴρ ῥήτωρ, ὁ πάντων τῶν κακῶν αἴτιος, ἔλιπε μὲν τὴν ἀπὸ στρατοπέδου τάξιν, ἀπέδρα δʼ ἐκ τῆς πόλεως· οὗτος στεφανοῦσθαι ἀξιοῖ καὶ κηρύττεσθαι οἴεται δεῖν. οὐκ ἀποπέμψεσθε τὸν ἄνθρωπον ὡς κοινὴν τῶν Ἑλλήνων συμφοράν; ἢ συλλαβόντες ὡς λῃστὴν τῶν πραγμάτων, ἐπʼ ὀνομάτων διὰ τῆς πολιτείας πλέοντα, τιμωρήσεσθε;
现在让我们将目前发生的事与此对照。一个演说家,所有灾祸的始作俑者,擅自离弃军营中的战位,潜逃出城;这样的人竟自认有资格获得花冠,并以为理当接受公开公告!难道你们不应当将这个人作为全希腊共同的灾星驱逐出去吗?或者将他作为国事上的海盗——凭借浮华言辞在政制中劫掠游弋——予以缉捕惩处吗?
καὶ τὸν καιρὸν μέμνησθε, ἐν ᾧ τὴν ψῆφον φέρετε. ἡμερῶν μὲν ὀλίγων μέλλει τὰ Πύθια γίγνεσθαι καὶ τὸ συνέδριον τὸ τῶν Ἑλλήνων συλλέγεσθαι· διαβέβληται δʼ ἡ πόλις ἐκ τῶν Δημοσθένους πολιτευμάτων περὶ τοὺς νυνὶ καιρούς· δόξετε δέ, ἐὰν μὲν τοῦτον στεφανώσητε, ὁμογνώμονες εἶναι τοῖς παραβαίνουσι τὴν κοινὴν εἰρήνην, ἐὰν δὲ τοὐναντίον τούτου πράξητε, ἀπολύσετε τὸν δῆμον τῶν αἰτιῶν.
请记住你们投下选票的这一关键时刻。再过几天皮托竞技会即将举行,全希腊的联合会议也将召集。正值当前局势,城邦已因德摩斯梯尼推行的政策而蒙受恶名。如果你们为他戴上花冠,就会被认为与破坏共同和平条约的人同谋同道;但如果你们采取相反的做法,就能洗刷民众身上所蒙受的指控。
μὴ οὖν ὡς ὑπὲρ ἀλλοτρίας, ἀλλʼ ὡς ὑπὲρ οἰκείας τῆς πόλεως βουλεύεσθε, καὶ τὰς φιλοτιμίας μὴ νέμετε, ἀλλὰ κρίνετε, καὶ τὰς δωρεὰς εἰς βελτίω σώματα καὶ ἄνδρας ἀξιολογωτέρους ἀπόθεσθε, καὶ μὴ μόνον τοῖς ὠσίν, ἀλλὰ καὶ τοῖς ὄμμασι διαβλέψαντες εἰς ὑμᾶς αὐτοὺς βουλεύσασθε, τίνες ὑμῶν εἰσιν οἱ βοηθήσοντες Δημοσθένει, πότερον οἱ συγκυνηγέται, ἢ οἱ συγγυμνασταὶ αὐτοῦ, ὅτʼ ἦν ἐν ἡλικίᾳ—ἀλλὰ μὰ τὸν Δία τὸν Ὀλύμπιον οὐχ ὗς ἀγρίους κυνηγετῶν, οὐδὲ τῆς τοῦ σώματος εὐεξίας ἐπιμελόμενος, ἀλλʼ ἐπασκῶν τέχνας ἐπὶ τοὺς τὰς οὐσίας κεκτημένους διαγεγένηται—
因此,不要把这当作别人的城邦,而要当作你们自己的城邦来审慎决断;不要随意分发城邦的崇高荣誉,而当严格评判;应当把褒奖留给更优秀的人格和更值得尊重的男子。不仅要用耳朵,也要睁开双眼审视你们自身,想一想在你们当中究竟会是谁去援助德摩斯梯尼:是他青年时代的狩猎同伴,还是他的同队体操伙伴?——然而指着奥林匹斯山上的宙斯发誓,他的一生绝非在猎捕野猪,也不是在保养身体强健中度过,而是在磨练针对那些拥有财产之人的刁难伎俩!
ἀλλʼ εἰς τὴν ἀλαζονείαν ἀποβλέψαντες, ὅταν φῇ Βυζαντίους μὲν ἐκ τῶν χειρῶν πρεσβεύσας ἐξελέσθαι τῶν Φιλίππου, ἀποστῆσαι δὲ Ἀκαρνᾶνας, ἐκπλῆξαι δὲ Θηβαίους δημηγορήσας· οἴεται γὰρ ὑμᾶς εἰς τοσοῦτον εὐηθείας ἤδη προβεβηκέναι, ὥστε καὶ ταῦτα ἀναπεισθήσεσθαι, ὥσπερ Πειθὼ τρέφοντας, ἀλλʼ οὐ συκοφάντην ἄνθρωπον ἐν τῇ πόλει.
——你们反而应当看清他的狂妄虚骄:当他宣称自己作为使节从腓力手中救出了拜占庭人,策动了阿卡纳尼亚人反叛,并以当众演说震慑了底比斯人!他以为你们已经愚钝到了这种地步,竟然连这些谎言也会轻信,仿佛你们在城邦中所供养的是说服女神,而不是一个卑劣的讼棍。
ὅταν δʼ ἐπὶ τελευτῆς ἤδη τοῦ λόγου συνηγόρους τοὺς κοινωνοὺς τῶν δωροδοκημάτων αὑτῷ παρακαλῇ, ὑπολαμβάνετε ὁρᾶν ἐπὶ τοῦ βήματος, οὗ νῦν ἑστηκὼς ἐγὼ λέγω, ἀντιπαρατεταγμένους πρὸς τὴν τούτων ἀσέλγειαν τοὺς τῆς πόλεως εὐεργέτας, Σόλωνα μὲν τὸν καλλίστοις νόμοις κοσμήσαντα τὴν δημοκρατίαν, ἄνδρα φιλόσοφον καὶ νομοθέτην ἀγαθόν, σωφρόνως, ὡς προσῆκον αὐτῷ, δεόμενον ὑμῶν μηδενὶ τρόπῳ τοὺς Δημοσθένους λόγους περὶ πλείονος ποιήσασθαι τῶν ὅρκων καὶ τῶν νόμων, Ἀριστείδην δὲ2 τὸν τοὺς φόρους τάξαντα τοῖς Ἕλλησιν, οὗ τελευτήσαντος τὰς θυγατέρας ἐξέδωκεν ὁ δῆμος, σχετλιάζοντα ἐπὶ τῷ τῆς δικαιοσύνης προπηλακισμῷ, καὶ ἐπερωτῶντα, εἰ οὐκ αἰσχύνεσθε, εἰ οἱ μὲν πατέρες ὑμῶν Ἄρθμιον τὸν Ζελείτην κομίσαντα εἰς τὴν Ἑλλάδα τὸ ἐκ Μήδων χρυσίον, ἐπιδημήσαντα εἰς τὴν πόλιν, πρόξενον ὄντα τοῦ δήμου τοῦ Ἀθηναίων, παρʼ οὐδὲν μὲν ἦλθον ἀποκτεῖναι,3 ἐξεκήρυξαν δʼ ἐκ τῆς πόλεως καὶ ἐξ ἁπάσης ἧς ἄρχουσιν Ἀθηναῖοι, ὑμεῖς δὲ Δημοσθένην, οὐ κομίσαντα τὸ ἐκ Μήδων χρυσίον, ἀλλὰ δωροδοκήσαντα καὶ ἔτι καὶ νῦν κεκτημένον, χρυσῷ στεφάνῳ μέλλετε στεφανοῦν. Θεμιστοκλέα δὲ καὶ τοὺς ἐν Μαραθῶνι τελευτήσαντας καὶ τοὺς ἐν Πλαταιαῖς καὶ αὐτοὺς τοὺς τάφους τοὺς τῶν προγόνων οὐκ οἴεσθε στενάξειν, εἰ ὁ μετὰ τῶν βαρβάρων ὁμολογῶν τοῖς Ἕλλησιν ἀντιπράττειν στεφανωθήσεται;
当他在其演说的终尾呼引与其分赃受贿的同伙来为他辩护之时,你们应当想象看到,就在我此刻站立发言的讲坛上,与这些人的放肆狂妄相对峙的,乃是城邦的恩人们:梭伦——以极其优美的法律整肃民主政体者、哲人兼良法制定者——以合乎其身份的庄重审慎恳请你们,绝不可把德摩斯梯尼的言辞看得重于誓言与法律;阿里斯提德——为全希腊人厘定贡赋,其身后女儿由民众出资嫁出的人——正因正义蒙受践踏而义愤填膺,追问你们难道不知羞耻吗:当你们的先父们面对把米底人的黄金带入希腊、客居于本市的泽勒亚人阿尔特米奥斯时,尽管他是雅典民众的邦宾,他们尚且险些将他处死,并公告将他逐出城邦以及雅典人统辖的全部疆域;而你们对于德摩斯梯尼——他并非带来米底人的黄金,而是收受贿赂且至今仍据为己有——难道竟要为他加冕金冠吗?如果一个公然承认与蛮族勾结、对抗希腊人的人被授予花冠,难道你们认为地米斯托克利、以及在马拉松和普拉提亚牺牲的勇士们,乃至先祖们的坟墓本身,都不会发出哀叹吗?
ἐγὼ μὲν οὖν, ὦ γῆ καὶ ἥλιε καὶ ἀρετὴ καὶ σύνεσις καὶ παιδεία, ᾗ διαγιγνώσκομεν τὰ καλὰ καὶ τὰ αἰσχρά, βεβοήθηκα καὶ εἴρηκα. καὶ εἰ μὲν καλῶς καὶ ἀξίως τοῦ ἀδικήματος κατηγόρηκα, εἶπον ὡς ἐβουλόμην, εἰ δὲ ἐνδεεστέρως, ὡς ἐδυνάμην. ὑμεῖς δὲ καὶ ἐκ τῶν εἰρημένων λόγων καὶ ἐκ τῶν παραλειπομένων αὐτοὶ τὰ δίκαια καὶ τὰ συμφέροντα ὑπὲρ τῆς πόλεως ψηφίσασθε.
因此,大地啊,太阳啊,美德、理智以及让我们分辨崇高与可耻的教化啊,我已尽力相助并陈述完毕。如果我控诉得当且配得上这一罪行,那便如我所愿;如果尚有欠缺,也是我力之所及。请你们依据已言说之理与未尽之意,亲自为城邦投下正义而有利的选票。
- 252εἰ δὲ μία ψῆφος μετέπεσεν, ὑπερώριστʼ ἄν
过去反事实条件句。条件从句使用不定过去式直陈语气 μετέπεσεν,结论从句使用带有小词 ἄν 的过去完成式直陈语气 ὑπερώριστο(被动完成态表示流放后的既成状态)。针对当时赞成与反对票数持平而免于惩罚的实际事实,该句表达相反假设:“如果哪怕只有一票发生变动,他本已被驱逐出境”。
- 257ὑπολαμβάνετε ὁρᾶν ἐπὶ τοῦ βήματος ... Σόλωνα μὲν ... Ἀριστείδην δὲ ... Θεμιστοκλέα δὲ
长难句的核心骨架。主句核心动词为现在时祈使语气 ὑπολαμβάνετε(“设想”、“认定”),支配不定式 ὁρᾶν(“看到”);作为其宾语并在讲坛上与恶人对峙的城邦恩人,由词组对仗并列展开:Σόλωνα μὲν(第257节)、Ἀριστείδην δὲ(第258节)以及 Θεμιστοκλέα δὲ(第259节,随后语势转入 οἴεσθε στενάξειν 句式)。
- 258παρʼ οὐδὲν μὲν ἦλθον ἀποκτεῖναι
惯用句式 παρʼ οὐδὲν ἦλθον 搭配不定式,意为“几乎/险些做出某事”(与 παρὰ μικρὸν ἐλθεῖν 同义)。其主语为前文的 οἱ πατέρες ὑμῶν(你们的父辈们),指雅典先民险些将泽勒亚人阿尔特米奥斯处死的历史先例。
