← 埃斯基涅斯

控告克特西丰

§237-243

忒拜同盟的虚假功绩与要求克泰西丰亲自辩护

埃斯基涅斯谴责了将与忒拜结盟归功于德摩斯梯尼的欺骗行径及其侵吞波斯黄金的行为,要求克泰西丰亲自辩护而非任由德摩斯梯尼自我吹捧,并将其与昔日真正建立战功的英雄们相对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§237

εἰ δὲ ἥξεις ἐπὶ τὸ δεύτερον μέρος τοῦ ψηφίσματος, ἐν ᾧ τετόλμηκας γράφειν ὡς ἔστιν ἀνὴρ ἀγαθός, καὶ διατελεῖ λέγων καὶ πράττων τὰ ἄριστα τῷ δήμῳ τῷ Ἀθηναίων, ἀφελὼν τὴν ἀλαζονείαν καὶ τὸν κόμπον τοῦ ψηφίσματος ἅψαι τῶν ἔργων, ἐπίδειξον ἡμῖν ὅ τι λέγεις. τὰς μὲν γὰρ περὶ τοὺς Ἀμφισσέας καὶ τοὺς Εὐβοέας δωροδοκίας παραλείπω· ὅταν δὲ τῆς πρὸς Θηβαίους συμμαχίας τὰς αἰτίας ἀνατιθῇς Δημοσθένει, τοὺς μὲν ἀγνοοῦντας ἐξαπατᾷς, τοὺς δʼ εἰδότας καὶ αἰσθανομένους ὑβρίζεις. ἀφελὼν γὰρ τὸν καιρὸν καὶ τὴν δόξαν τὴν τούτων, διʼ ἣν ἐγένετο ἡ συμμαχία, λανθάνειν οἴει ἡμᾶς τὸ τῆς πόλεως ἀξίωμα Δημοσθένει περιτιθείς.1

但如果你进入法令的第二部分——在其中你竟敢写道他是一个善人,并且始终为雅典民众进言献策、尽心竭力——那么,请你剔除法令中的浮夸与虚饰,触及实际作为,向我们指明你所说的是什么。至于他在安菲萨人和优卑亚人事件中的受贿,我且略过不提;但每当你将与忒拜人结盟的缘由归功于德摩斯梯尼时,你便欺骗了不明真相之人,侮辱了知情洞察之人。因为你抹煞了促成结盟的危急时势以及这些人的声望,难道你以为自己给德摩斯梯尼披上城邦的威望,就能瞒过我们的眼睛吗?

§238

ἡλίκον δʼ ἐστὶ τὸ ἀλαζόνευμα τοῦτο, ἐγὼ πειράσομαι μεγάλῳ σημείῳ διδάξαι. ὁ γὰρ τῶν Περσῶν βασιλεὺς οὐ πολλῷ χρόνῳ πρὸ τῆς Ἀλεξάνδρου διαβάσεως εἰς τὴν Ἀσίαν κατέπεμψε τῷ δήμῳ καὶ μάλα ὑβριστικὴν καὶ βάρβαρον ἐπιστολήν, ἐν ᾗ τά τε δὴ ἄλλα καὶ μάλʼ ἀπαιδεύτως διελέχθη, καὶ ἐπὶ τελευτῆς ἐνέγραψεν, ἐγώ, φησίν, ὑμῖν χρυσίον οὐ δώσω· μή με αἰτεῖτε· οὐ γὰρ λήψεσθε.

这种夸耀何其荒谬,我将尝试用一个有力的证据来指明。波斯国王在亚历山大渡海进军亚洲之前不久,曾向雅典民众发来一封极其傲慢无礼且粗鄙野蛮的信函,他在信中对其他事项谈论得极为缺乏教养,并在文末写道: “朕,”他说,“不会给你们金子;休向朕索求,因为你们休想得到。”

§239

οὗτος μέντοι ὁ αὐτὸς ἐγκαταληφθεὶς ὑπὸ τῶν νυνὶ παρόντων αὐτῷ κινδύνων, οὐκ αἰτούντων Ἀθηναίων, αὐτὸς ἑκὼν κατέπεμψε τριακόσια τάλαντα τῷ δήμῳ, ἃ σωφρονῶν οὐκ ἐδέξατο. ὁ δὲ κομίζων ἦν τὸ χρυσίον καιρὸς καὶ φόβος καὶ χρεία συμμάχων.2 τὸ δὲ αὐτὸ τοῦτο καὶ τὴν Θηβαίων συμμαχίαν ἐξηργάσατο. σὺ δὲ τὸ μὲν τῶν Θηβαίων ὄνομα καὶ τὸ τῆς δυστυχεστάτης συμμαχίας ἐνοχλεῖς ἀεὶ λέγων, τὰ δʼ ἑβδομήκοντα τάλαντα ὑποσιωπᾷς, ἃ προλαβὼν τοῦ βασιλικοῦ χρυσίου ἀπεστέρηκας.

然而就是这位国王,当陷入如今降临在他身上的危局之中时,在雅典人未曾索求的情况下,却主动自愿向雅典民众送来了三百塔兰同,雅典人明智地没有接受。运来这批黄金的,正是时势、恐惧以及对盟友的迫切需要。也正是这同一种力量促成了与忒拜人的结盟。然而,你总是一再提及忒拜人的名字和那场最为不幸的结盟来烦扰大家,却对你预先截留并侵吞的七十塔兰同御用黄金闭口不提。

§240

οὐ διʼ ἔνδειαν χρημάτων ἕνεκα μὲν πέντε ταλάντων οἱ ξένοι Θηβαίοις τὴν ἄκραν οὐ παρέδοσαν; διὰ ἐννέα δὲ τάλαντα ἀργυρίου πάντων Ἀρκάδων ἐξεληλυθότων καὶ τῶν ἡγεμόνων ἑτοίμων ὄντων βοηθεῖν, ἡ πρᾶξις οὐ γεγένηται; σὺ δὲ πλουτεῖς καὶ ταῖς ἡδοναῖς ταῖς σαυτοῦ χορηγεῖς. καὶ τὸ κεφάλαιον, τὸ μὲν βασιλικὸν χρυσίον παρὰ τούτῳ, οἱ δὲ κίνδυνοι παρʼ ὑμῖν.

难道不正是因为缺乏资金,为了区区五塔兰同,雇佣军才未能将要塞移交给忒拜人吗?难道不正是为了九塔兰同银子,在全体阿卡迪亚人已经出动、其领袖也准备施援的情况下,这项行动才未能实现吗?而你却坐拥巨富,为自己的纵情享乐大肆挥霍。总而言之,御用黄金留在他手里,危险却落在你们头上。

§241

ἄξιον δʼ ἐστὶ καὶ τὴν ἀπαιδευσίαν αὐτῶν θεωρῆσαι. εἰ γὰρ τολμήσει Κτησιφῶν μὲν Δημοσθένην παρακαλεῖν λέξοντα εἰς ὑμᾶς, οὗτος δʼ ἀναβὰς ἑαυτὸν ἐγκωμιάζειν, βαρύτερον τῶν ἔργων ὧν πεπόνθαμεν τὸ ἀκρόαμα γίγνεται. ὅπου γὰρ τοὺς ὄντως ἄνδρας ἀγαθούς, οἷς πολλὰ καὶ καλὰ σύνισμεν ἔργα, τοὺς καθʼ ἑαυτῶν ἐπαίνους ἐὰν λέγωσιν, οὐ φέρομεν,3 ὅταν ἄνθρωπος αἰσχύνη τῆς πόλεως γεγονὼς ἑαυτὸν ἐγκωμιάζῃ, τίς ἂν τὰ τοιαῦτα καρτερήσειεν ἀκούων;

观察他们的无教养与厚颜无耻也是很有必要的。因为如果克泰西丰竟敢召来德摩斯梯尼向你们发言,而后者登上讲台吹捧自己,那么听取这番言论将比我们所遭受的苦难本身更加难以忍受。因为即便是对于真正的善人——我们深知其立下过许多光辉功绩——如果他们自我吹捧,我们尚且无法忍受;而当一个沦为城邦耻辱的人吹捧自己时,谁能忍受听闻此等话语?

§242

ἀπὸ μὲν οὖν τῆς ἀναισχύντου πραγματείας, ἐὰν σωφρονῇς, ἀποστήσῃ, ποιήσῃ δέ, ὦ Κτησιφῶν, διὰ σαυτοῦ τὴν ἀπολογίαν. οὐ γὰρ δή που τοῦτό γε σκήψῃ, ὡς οὐ δυνατὸς εἶ λέγειν. καὶ γὰρ ἂν ἄτοπόν σοι συμβαίνοι, εἰ πρώην μέν ποθʼ ὑπέμεινας πρεσβευτὴς ὡς Κλεοπάτραν τὴν Φιλίππου θυγατέρα χειροτονεῖσθαι, συναχθεσθησόμενος ἐπὶ τῇ τοῦ Μολοττῶν βασιλέως Ἀλεξάνδρου τελευτῇ, νυνὶ δὲ οὐ φήσεις δύνασθαι λέγειν. ἔπειτα γυναῖκα μὲν ἀλλοτρίαν πενθοῦσαν δύνασαι παραμυθεῖσθαι, γράψας δὲ μισθοῦ ψήφισμα οὐκ ἀπολογήσῃ;

因此,克泰西丰,如果你尚有理智,就应当抽身脱离这无耻的勾当,亲自出面进行申辩。你总不至于借口说自己不善辞令吧。因为如果你前不久还愿意被选派为使者前往腓力的女儿克利奥帕特拉处,因摩罗西亚国王亚历山大的逝世向她致哀,而如今却声称自己无法发言,这岂非荒谬透顶?难道你能够安慰一个服丧的异邦妇人,而为谋私利起草了法令,却不能为之辩护吗?

§243

ἢ τοιοῦτός ἐστιν ὃν γέγραφας στεφανοῦσθαι, οἷος μὴ γιγνώσκεσθαι ὑπὸ τῶν εὖ πεπονθότων, ἂν μή τις συνείπῃ; ἐπερώτησον δὴ τοὺς δικαστάς, εἰ ἐγίγνωσκον Χαβρίαν καὶ Ἰφικράτην καὶ Τιμόθεον, καὶ πυθοῦ παρʼ αὐτῶν, διὰ τί τὰς δωρεὰς αὐτοῖς ἔδοσαν καὶ τὰς εἰκόνας ἔστησαν. ἅπαντες γὰρ ἅμα ἀποκρινοῦνται, ὅτι Χαβρίᾳ μὲν διὰ τὴν περὶ Νάξον ναυμαχίαν, Ἰφικράτει δὲ ὅτι μόραν Λακεδαιμονίων ἀπέκτεινε, Τιμοθέῳ δὲ διὰ τὸν περίπλουν τὸν εἰς Κέρκυραν, καὶ ἄλλοις, ὧν ἑκάστῳ πολλὰ καὶ καλὰ κατὰ πόλεμον ἔργα πέπρακται.

难道你提议加冠的那个人竟是这样一种人:除非有人替他说好话,否则受其恩惠之人就根本认不出他来?你去问问审判官们吧,他们是否知晓卡布里阿斯、伊菲克拉特斯和蒂莫修斯,并向他们打听,究竟为何给他们授予赏赐、树立雕像。他们所有人都会异口同声地回答:授予卡布里阿斯是因为纳克索斯海战,授予伊菲克拉特斯是因为他歼灭了斯巴达的一支军队,授予蒂莫修斯是因为前往克基拉的环航,授予其他人则是因为他们每一个人都在战争中建立了赫赫战功。

语法注3 条
  1. 237λανθάνειν οἴει ἡμᾶς τὸ τῆς πόλεως ἀξίωμα Δημοσθένει περιτιθείς

    补充性分词句式,分词 περιτιθείς 依附于受 οἴει 支配的动词 λανθάνειν,字面意为“你以为你给德摩斯梯尼披上……能瞒过我们吗”。分词在性、数、格上与 οἴει 的主语保持一致(主格阳性单数)。

  2. 239ὁ δὲ κομίζων ἦν τὸ χρυσίον καιρὸς καὶ φόβος καὶ χρεία συμμάχων

    带冠词的分词 ὁ κομίζων(“带来黄金的者/物”)与未完成过去时 ἦν 结合构成焦点化的主语/主格补足语,与 καιρὸς καὶ φόβος καὶ χρεία 共同构成复合名词表语/主语:“运来黄金的正是时势、恐惧以及对盟友的需要”。

  3. 241ὅπου γὰρ τοὺς ὄντως ἄνδρας ἀγαθούς, οἷς πολλὰ καὶ καλὰ σύνισμεν ἔργα, τοὺς καθʼ ἑαυτῶν ἐπαίνους ἐὰν λέγωσιν, οὐ φέρομεν

    先取句式(prolepsis):条件从句 ἐὰν λέγωσιν 的逻辑主语 τοὺς ὄντως ἄνδρας ἀγαθούς 被提前置于宾格,作为主句动词 οὐ φέρομεν 的前置宾语。ὅπου 为引导已知前提或背景情况的连词(“在……情况下/鉴于”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:237-243