- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:230-236
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃斯基涅斯向陪审员们论证,绝无任何正当理由宣判克泰西丰无罪;他警告民众,若将民主权力拱手让给谄媚的演说家,城邦将面临重蹈三十人僭政惨剧的危险,并强调德摩斯梯尼仅仅修筑城防绝不能成为受赏的理由,因正是其施政导致了危机的降临。
θαυμάζω δʼ ἔγωγε ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ζητῶ, πρὸς τί ἂν ἀποβλέψαντες ἀποψηφίσαισθε τὴν γραφήν. πότερον ὡς τὸ ψήφισμά ἐστιν ἔννομον; ἀλλʼ οὐδεμία πώποτε γνώμη παρανομωτέρα γεγένηται. ἀλλʼ ὡς ὁ τὸ ψήφισμα γράψας οὐκ ἐπιτήδειός ἐστι δίκην δοῦναι; οὐκ ἄρʼ εἰσὶ παρʼ ὑμῖν εὔθυναι βίου,1 εἰ τοῦτον ἀφήσετε. ἐκεῖνο δʼ οὐ λυπηρόν, εἰ πρότερον μὲν ἐνεπίμπλατο ἡ ὀρχήστρα χρυσῶν στεφάνων, οἷς ὁ δῆμος ἐστεφανοῦτο ὑπὸ τῶν Ἑλλήνων, ἐκ δὲ τῶν Δημοσθένους πολιτευμάτων ὑμεῖς μὲν ἀστεφάνωτοι καὶ ἀκήρυκτοι γίγνεσθε, οὗτος δὲ κηρυχθήσεται;
雅典的男士们,我着实对你们感到诧异,并且探究你们究竟着眼于何物才会判决驳回这项公诉。难道是因为这项法令是合法的?然而从来没有任何动议比这更加违法。难道是因为提出该法令的人不应当受到惩罚?若是你们放走此人,你们之中就根本不存在对一生的审查了。若是从前乐池中堆满了希腊人加给民众的金色冠冕,如今因德摩斯梯尼的施政,你们变得无冠可加、无名可彰,而他却要在大会上被宣读表彰,难道这不是令人痛心之事吗?
καὶ εἰ μέν τις τῶν τραγικῶν ποιητῶν τῶν μετὰ ταῦτα ἐπεισαγόντων2 ποιήσειεν ἐν τραγῳδίᾳ τὸν Θερσίτην ὑπὸ τῶν Ἑλλήνων στεφανούμενον, οὐδεὶς ἂν ὑμῶν ὑπομείνειεν, ὅτι φησὶν Ὅμηρος ἄνανδρον αὐτὸν εἶναι καὶ συκοφάντην· αὐτοὶ δʼ ὅταν τὸν τοιοῦτον ἄνθρωπον στεφανῶτε, οὐκ ἂν οἴεσθε ἐν ταῖς τῶν Ἑλλήνων δόξαις συρίττεσθαι; οἱ μὲν γὰρ πατέρες ὑμῶν τὰ μὲν ἔνδοξα καὶ λαμπρὰ τῶν πραγμάτων ἀνετίθεσαν τῷ δήμῳ τὰ δὲ ταπεινὰ καὶ καταδεέστερα εἰς τοὺς ῥήτορας τοὺς φαύλους ἔτρεπον· Κτησιφῶν δʼ ὑμᾶς οἴεται δεῖν ἀφελόντας τὴν ἀδοξίαν ἀπὸ Δημοσθένους περιθεῖναι τῷ δήμῳ.
倘若在此之后排演剧目的某位悲剧诗人,在悲剧里描写忒耳西忒斯受到希腊人加冠,你们中绝没有一人能够忍受,因为荷马说他怯懦且善于毁谤;然而当你们自己给这样一个人加冠时,你们难道不认为自己在全体希腊人的心目中饱受嘘声吗?你们的先辈将伟业中光荣辉煌之事归功于民众,而将卑劣低劣之事推到恶劣的演说家身上;克泰西丰却认为,你们应当把耻辱从德摩斯梯尼身上剥离,转而加在民众头上。
καὶ φατὲ μὲν εὐτυχεῖς εἶναι, ὡς καὶ ἐστὲ καλῶς ποιοῦντες, ψηφιεῖσθε δʼ ὑπὸ μὲν τῆς τύχης ἐγκαταλελεῖφθαι, ὑπὸ Δημοσθένους δὲ εὖ πεπονθέναι; καὶ τὸ πάντων ἀτοπώτατον, ἐν τοῖς αὐτοῖς δικαστηρίοις τοὺς μὲν τὰς τῶν δώρων γραφὰς ἁλισκομένους ἀτιμοῦτε, ὃν δʼ αὐτοὶ μισθοῦ πολιτευόμενον σύνιστε, στεφανώσετε; καὶ τοὺς μὲν κριτὰς τοὺς ἐκ τῶν Διονυσίων, ἐὰν μὴ δικαίως τοὺς κυκλίους χοροὺς κρίνωσι, ζημιοῦτε· αὐτοὶ δὲ οὐ κυκλίων χορῶν κριταὶ καθεστηκότες, ἀλλὰ νόμων καὶ πολιτικῆς ἀρετῆς, τὰς δωρεὰς οὐ κατὰ τοὺς νόμους οὐδʼ ὀλίγοις καὶ τοῖς ἀξίοις, ἀλλὰ τῷ διαπραξαμένῳ δώσετε;
你们声称自己是幸运的,正如你们也确实如此,且这真是好事,难道你们还要投票裁定自己被命运所弃,反而是承蒙德摩斯梯尼之恩?而且最荒谬的是,在同一个法庭上,你们剥夺那些因受贿诉讼而被定罪之人的公民权,却要给你们亲知为了报酬而从政的人加冠?对于酒神节上的裁判官,若他们未能公正裁决环形歌队,你们便会予以处罚;而你们自己并非作为环形歌队的裁判官,而是作为法律与公民德性的裁判官在此履职,难道竟不依法律、不将赏赐授予少数配得之人,反而授予那个巧取豪夺之人吗?
ἔπειτʼ ἔξεισιν ἐκ τοῦ δικαστηρίου ὁ τοιοῦτος κριτὴς ἑαυτὸν μὲν ἀσθενῆ πεποιηκώς, ἰσχυρὸν δὲ τὸν ῥήτορα. ἀνὴρ γὰρ ἰδιώτης ἐν πόλει δημοκρατουμένῃ νόμῳ καὶ ψήφῳ βασιλεύει· ὅταν δʼ ἑτέρῳ ταῦτα παραδῷ, καταλέλυκε τὴν αὐτὸς αὑτοῦ δυναστείαν. ἔπειθʼ ὁ μὲν ὅρκος ὃν ὀμωμοκὼς δικάζει, συμπαρακολουθῶν αὐτὸν λυπεῖ· διʼ αὐτὸν γὰρ οἶμαι γέγονε τὸ ἁμάρτημα· ἡ δὲ χάρις πρὸς ὃν ἐχαρίζετο ἄδηλος γεγένηται· ἡ γὰρ ψῆφος ἀφανὴς φέρεται.
随后,这样的审判官走出法庭,使自己变得虚弱,却使演说家变得强大。因为在民主城邦中,一个普通公民凭借法律和选票而称王;但一旦他将这些拱手让予他人,他便亲手摧毁了自己的统治权。紧接着,他宣誓审判时所立的誓言伴随着他,使他深感折磨,因为我认为过错正是因他而铸成;然而他向之讨好的那个人所受的恩惠却成了无影之物,因为选票是不记名投下的。
δοκοῦμεν δʼ ἔμοιγε, ὦ ἄνδρες Ἀθηναῖοι, ἀμφότερα καὶ κατορθοῦν καὶ παρακινδυνεύειν εἰς τὴν πολιτείαν, οὐ σωφρονοῦντες. ὅτι μὲν γὰρ ἐπὶ τῶν νυνὶ καιρῶν οἱ πολλοὶ τοῖς ὀλίγοις προΐεσθε τὰ τῆς δημοκρατίας ἰσχυρά, οὐκ ἐπαινῶ· ὅτι δʼ οὐ γεγένηται φορὰ καθʼ ἡμᾶς ῥητόρων πονηρῶν ἅμα καὶ τολμηρῶν, εὐτυχοῦμεν. πρότερον μὲν γὰρ τοιαύτας φύσεις ἤνεγκε τὸ δημόσιον, αἳ ῥᾳδίως οὕτω κατέλυσαν τὸν δῆμον· ἔχαιρε γὰρ κολακευόμενος, ἔπειτʼ αὐτὸν οὐχ οὓς ἐφοβεῖτο, ἀλλʼ οἷς ἑαυτὸν ἐνεχείριζε, κατέλυσαν· ἔνιοι δὲ καὶ αὐτοὶ τῶν τριάκοντα ἐγένοντο, οἳ πλείους ἢ χιλίους καὶ πεντακοσίους τῶν πολιτῶν ἀκρίτους ἀπέκτειναν, πρὶν καὶ τὰς αἰτίας ἀκοῦσαι ἐφʼ αἷς ἔμελλον ἀποθνῄσκειν, καὶ οὐδʼ ἐπὶ τὰς ἐκφορὰς τῶν τελευτησάντων εἴων τοὺς προσήκοντας παραγενέσθαι. οὐχ ὑφʼ ὑμῖν αὐτοῖς ἕξετε τοὺς πολιτευομένους; οὐ ταπεινώσαντες ἀποπέμψετε τοὺς νῦν ἐπηρμένους; οὐ μεμνήσεσθʼ ὅτι οὐδεὶς πώποτε ἐπέθετο πρότερον δήμου καταλύσει πρὶν ἂν μεῖζον τῶν δικαστηρίων ἰσχύσῃ;3
雅典的男士们,在我看来,由于缺乏审慎,我们对于城邦政体既在走运,又在历险。在如今的时局中,你们多数人竟然把民主政治的利器拱手让给少数人,对此我绝不赞同;然而在我们这个时代,尚未产生一批既邪恶又胆大包天的演说家,这算我们幸运。因为往昔国家曾孕育出此等天性之人,他们就是如此轻易地倾覆了民主;民众彼时乐于受到谄媚,而最终推翻民众的,不是民众所畏惧的人,而是民众委以自身的人;他们之中有些人甚至亲自成为了三十人寡头的一员,在未经审判且未让公民听闻致死罪名之前,就杀害了一千五百多名公民,甚至不允许亲属参加死者的葬礼。难道你们不打算将从政者置于你们自己的掌控之下吗?难道你们不打算压制并遣走如今狂妄自大之徒吗?难道你们不记得,从来没有任何人在凌驾于法庭的权威之上以前,就胆敢着手倾覆民主吗?
ἡδέως δʼ ἂν ἔγωγε, ὦ ἄνδρες Ἀθηναῖοι, ἐναντίον ὑμῶν ἀναλογισαίμην πρὸς τὸν γράψαντα τὸ ψήφισμα, διὰ ποίας εὐεργεσίας ἀξιοῖ Δημοσθένην στεφανῶσαι. εἰ μὲν γὰρ λέξεις, ὅθεν τὴν ἀρχὴν τοῦ ψηφίσματος ἐποιήσω, ὅτι τὰς τάφρους τὰς περὶ τὰ τείχη καλῶς ἐτάφρευσε, θαυμάζω σου. τοῦ γὰρ ταῦτʼ ἐξεργασθῆναι καλῶς τὸ γεγενῆσθαι τούτων αἴτιον μείζω κατηγορίαν ἔχει·4 οὐ γὰρ περιχαρακώσαντα χρὴ τὰ τείχη, οὐδὲ τάφους δημοσίους ἀνελόντα τὸν ὀρθῶς πεπολιτευμένον δωρεὰς αἰτεῖν, ἀλλʼ ἀγαθοῦ τινος αἴτιον γεγενημένον τῇ πόλει.
雅典的男士们,我很乐意在你们面前,与起草这项法令的人清算一番:他究竟凭何种恩德而要求为德摩斯梯尼加冠?因为如果你说——如同你在法令开头所作的那样——是因为他把城墙周围的壕沟修掘得很好,那我真对你感到惊异。因为比起这些工程完成得完好,成为导致修掘这些工程的原因反而构成了更大的控告;一个正直从政的人,绝不应当因为筑栅防御城墙、拆毁公共坟墓而索求赏赐,而应当是因为给城邦带来了某种善果。
- 230οὐκ ἄρʼ εἰσὶ παρʼ ὑμῖν εὔθυναι βίου
推论连词 ἄρα 表明从后文条件从句 εἰ τοῦτον ἀφήσετε(“若是你们放走此人”)推导出的荒谬逻辑推论。εὔθυναι βίου 将城邦官职离任时的法定账目审查(εὔθυνα)概念延伸为对“整个人生操行之审查”。
- 231τῶν μετὰ ταῦτα ἐπεισαγόντων
带冠词的现在分词 τῶν ἐπεισαγόντων 修饰 τῶν τραγικῶν ποιητῶν,意为“在此之后将剧目推上舞台的(悲剧诗人们)”。复合动词 ἐπεισάγω 是戏剧节中排演、引介新剧目搬上舞台的常用专业用语。
- 235πρὶν ἂν μεῖζον τῶν δικαστηρίων ἰσχύσῃ
由于主句含有否定词 οὐδείς 及先行副词 πρότερον,连词 πρίν 依规则接 ἄν 与虚拟式(ἰσχύσῃ),表示“在凌驾于法庭权威之前”的时间界限。中性比较级 μεῖζον 作副词用,后接比较属格 τῶν δικαστηρίων。
- 236τοῦ γὰρ ταῦτʼ ἐξεργασθῆναι καλῶς τὸ γεγενῆσθαι τούτων αἴτιον μείζω κατηγορίαν ἔχει
句子的语法主语是带定冠词的不定式短语 τὸ γεγενῆσθαι τούτων αἴτιον,主要动词为 ἔχει,宾语为 μείζω κατηγορίαν。句首带属格定冠词的不定式短语 τοῦ ... ἐξεργασθῆναι καλῶς 依附于比较级 μείζω,作比较属格,构成“比起这些工程完好竣工,成为导致这些工程的原因反而招致更大的控告”之对比结构。
