← 埃斯基涅斯

控告克特西丰

§223-229

控诉杀害阿纳克西努斯与驳斥比喻

埃斯基涅斯指控德摩斯梯尼断送城邦良机并残害客宾阿纳克西努斯,驳斥了对方迟来行医的比喻,并就德摩斯梯尼将自己比作塞壬一事进行反击,揭露其不过是徒逞口舌之能的虚伪之徒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§223

οὕτω δὲ ταῖς αἰτίαις ἐνέφραξας τὰς κατὰ σαυτοῦ τιμωρίας, ὥστε τὸν κίνδυνον εἶναι μὴ σοὶ τῷ ἀδικήσαντι, ἀλλὰ τοῖς ἐπεξιοῦσι, πολὺν μὲν τὸν Ἀλέξανδρον καὶ τὸν Φίλιππον ἐν ταῖς διαβολαῖς φέρων, αἰτιώμενος δέ τινας ἐμποδίζειν τοὺς τῆς πόλεως καιρούς, ἀεὶ τὸ παρὸν λυμαινόμενος, τὸ δὲ μέλλον κατεπαγγελλόμενος. οὐ τὸ τελευταῖον εἰσαγγέλλεσθαι μέλλων ὑπʼ ἐμοῦ, τὴν Ἀναξίνου σύλληψιν τοῦ Ὠρείτου κατεσκεύασας, τοῦ τὰ ἀγοράσματα Ὀλυμπιάδι ἀγοράζοντος;

你用种种罪名堵塞了惩治你自身的途径,以至于面临危险的不是作恶的你,而是前来追究之人——你不仅在诽谤中屡屡搬出亚历山大和腓力,还指责某些人阻碍了城邦的良机,总是败坏眼前之事,却对未来大放厥词。就在不久前,当你即将被我提起弹劾审判之时,你难道没有设计逮捕俄瑞奥斯人阿纳克西努斯吗?那个为奥林匹亚丝采购物品的人?

§224

καὶ τὸν αὐτὸν ἄνδρα δὶς στρεβλώσας τῇ σαυτοῦ χειρί, ἔγραψας αὐτὸν θανάτῳ ζημιῶσαι, καὶ παρὰ τῷ αὐτῷ ἐν Ὠρεῷ κατήγου, καὶ ᾧ ἀπὸ τῆς αὐτῆς τραπέζης ἔφαγες καὶ ἔπιες καὶ ἔσπεισας, καὶ τὴν δεξιὰν ἐνέβαλες ἄνδρα φίλον καὶ ξένον ποιούμενος, τοῦτον ἀπέκτεινας. καὶ περὶ τούτων ἐν ἅπασιν Ἀθηναίοις ἐξελεγχθεὶς ὑπʼ ἐμοῦ καὶ κληθεὶς ξενοκτόνος, οὐ τὸ ἀσέβημα ἠρνήσω, ἀλλʼ ἀπεκρίνω ἐφʼ ᾧ ἀνεβόησεν ὁ δῆμος1 καὶ ὅσοι ξένοι περιέστασαν τὴν ἐκκλησίαν· ἔφησθα γὰρ τοὺς τῆς πόλεως ἅλας περὶ πλείονος ποιεῖσθαι τῆς ξενικῆς τραπέζης.

对于这同一个人,你亲自动手对他施加了两次酷刑,并提议判处他死刑;尽管你在俄瑞奥斯时曾投宿在他家中,与他同席而食、同席而饮并共奠神酒,执手互致友谊,结为朋友与主客关系,你却杀害了他!当着全雅典人的面,在因这些事被我揭发并被称为弑害宾客之徒时,你并未否认这一不敬罪行,反而作出了令民众以及围拢在公民大会周围的所有外邦人都为之愤慨呐喊的回答;因为你说,比起主客款待之席,你更为看重城邦之盐。

§225

ἐπιστολὰς δὲ σιγῶ ψευδεῖς καὶ κατασκόπων συλλήψεις καὶ βασάνους ἐπʼ αἰτίαις ἀγενήτοις, ὡς ἐμοῦ μετά τινων νεωτερίζειν βουλομένου. ἔπειτα ἐπερωτᾶν με, ὡς ἐγὼ πυνθάνομαι, μέλλει, τίς ἂν εἴη τοιοῦτος ἰατρός, ὅστις τῷ νοσοῦντι μεταξὺ μὲν ἀσθενοῦντι μηδὲν συμβουλεύοι, τελευτήσαντος δὲ ἐλθὼν εἰς τὰ ἔνατα διεξίοι πρὸς τοὺς οἰκείους ἃ ἐπιτηδεύσας ὑγιὴς ἂν ἐγένετο.2

我在此对伪造的书信、逮捕间谍以及基于莫须有罪名——声称我与某些人企图发动叛乱——而进行的酷刑保持沉默。 此外,据我所知,他打算质问我,世上怎会有这样的医生:在病人患病期间不提供任何建议,而在病人死后,却在第九日的葬祭上来到死者亲属面前,详细说明病人只要采取何种做法便能康复。

§226

σαυτὸν δʼ οὐκ ἀντερωτᾷς, τίς ἂν εἴη δημαγωγὸς τοιοῦτος, ὅστις τὸν μὲν δῆμον θωπεῦσαι δύναιτο, τοὺς δὲ καιροὺς ἐν οἷς ἦν σῴζεσθαι τὴν πόλιν, ἀποδοῖτο, τοὺς δʼ εὖ φρονοῦντας κωλύοι διαβάλλων συμβουλεύειν, ἀποδρὰς δʼ ἐκ τῶν κινδύνων καὶ τὴν πόλιν ἀνηκέστοις συμφοραῖς περιβαλὼν ἀξιοίη στεφανοῦσθαι ἐπʼ ἀρετῇ, ἀγαθὸν μὲν πεποιηκὼς μηδέν, πάντων δὲ τῶν κακῶν αἴτιος γεγονώς, ἐπερωτῴη δὲ τοὺς συκοφαντηθέντας ἐκ τῆς πολιτείας ἐπʼ ἐκείνων τῶν καιρῶν ὅτʼ ἐνῆν σῴζεσθαι, διὰ τί αὐτὸν οὐκ ἐκώλυσαν ἐξαμαρτάνειν, ἀποκρύπτοιτο δὲ τὸ πάντων τελευταῖον, ὅτι τῆς μάχης ἐπιγενομένης οὐκ ἐσχολάζομεν περὶ τὴν σὴν εἶναι τιμωρίαν, ἀλλʼ ὑπὲρ τῆς σωτηρίας τῆς πόλεως ἐπρεσβεύομεν. ἐπειδὴ δὲ οὐκ ἀπέχρη σοι δίκην μὴ δεδωκέναι, ἀλλὰ καὶ δωρεὰς ᾔτεις, καταγέλαστον ἐν τοῖς Ἕλλησι τὴν πόλιν ποιῶν, ἐνταῦθʼ ἐνέστην καὶ τὴν γραφὴν ἀπήνεγκα.

然而你为何不反问你自己:世上怎会有这样的民粹领袖,他能够谄媚民众,却出卖了城邦本可获救的时机,并以中伤阻止深谋远虑之士进言献策;在逃离危险并将城邦推入无法挽回的灾难之后,在未立任何寸功、反成一切祸患之罪魁祸首的情况下,竟要求因美德而获得加冠;并且在事后质问那些在本可获救的紧要关头因诬陷而被迫退出政界的人,为何当初没有阻止他犯下罪行?而且〔世上怎会有这样的人,〕在一切的最后还隐瞒这一点:当那场会战降临之时,我们无暇顾及对你的惩处,而是为了城邦的存亡而四处出使?然而,当你不仅不满足于免受惩罚,反而索要赏赐,使城邦在全体希腊人面前沦为笑柄之时,我才挺身而出提出了这份公诉。

§228

καὶ νὴ τοὺς θεοὺς Ὀλυμπίους, ὧν ἐγὼ πυνθάνομαι Δημοσθένην λέξειν, ἐφʼ ᾧ νυνὶ μέλλω λέγειν ἀγανακτῶ μάλιστα. ἀφομοιοῖ γὰρ μου τὴν φύσιν ταῖς Σειρῆσιν. καὶ γὰρ ὑπʼ ἐκείνων οὐ κηλεῖσθαί φησι τοὺς ἀκροωμένους, ἀλλʼ ἀπόλλυσθαι, διόπερ οὐδʼ εὐδοκιμεῖν τὴν τῶν Σειρήνων μουσικήν· καὶ δὴ καὶ τὴν τῶν ἐμῶν εὔροιαν λόγων καὶ τὴν φύσιν μου γεγενῆσθαι ἐπὶ βλάβῃ τῶν ἀκουόντων. καίτοι τὸν λόγον τοῦτον ὅλως μὲν ἔγωγε οὐδενὶ πρέπειν ἡγοῦμαι περὶ ἐμοῦ λέγειν· τῆς γὰρ αἰτίας αἰσχρὸν τὸν αἰτιώμενόν ἐστι τὸ ἔργον μὴ ἔχειν ἐπιδεῖξαι· εἰ δʼ ἦν ἀναγκαῖον ῥηθῆναι, οὐ Δημοσθένους ἦν ὁ λόγος, ἀλλʼ ἀνδρὸς στρατηγοῦ μεγάλα μὲν τὴν πόλιν ἀγάθʼ εἰργασμένου, λέγειν δὲ ἀδυνάτου καὶ τὴν τῶν ἀντιδίκων διὰ τοῦτο ἐζηλωκότος φύσιν, ὅτι σύνοιδεν ἑαυτῷ μὲν οὐδὲν ὧν διαπέπρακται δυναμένῳ φράσαι, τὸν δὲ κατήγορον ὁρᾷ δυνάμενον καὶ τὰ μὴ πεπραγμένα ὑπʼ αὐτοῦ παριστάναι τοῖς ἀκούουσιν ὡς διῴκησεν. ὅταν δʼ ἐξ ὀνομάτων συγκείμενος ἄνθρωπος, καὶ τούτων πικρῶν καὶ περιέργων, ἔπειτα ἐπὶ τὴν ἁπλότητα καὶ τὰ ἔργα καταφεύγῃ, τίς ἂν ἀνάσχοιτο; οὗ τὴν γλῶτταν ὥσπερ τῶν αὐλῶν ἐάν τις ἀφέλῃ, τὸ λοιπὸν οὐδέν ἐστιν.3

凭奥林匹斯诸神起誓,在据我所知德摩斯梯尼打算宣称的事情中,对于我现在要提及的一点,我感到最为愤怒。因为他竟然把我的天性比作塞壬女妖。他说,聆听塞壬之人并非被其陶醉,而是招致灭亡,是以塞壬的乐声向来声名扫地;同样,我那流畅的口才和天资,也都是为了毒害听众而生的。然而,我认为这番言辞任何人都不配用来谈论我,因为控告者若是拿不出指控的事实依据,那便是可耻的;即便这番话非说不可,它也不该出自德摩斯梯尼之口,而理应出自一位为城邦建树过丰功伟绩却拙于言辞的将军之口,正是由于这种欠缺,将军才会嫉妒对手的才华,因为他深知自己无法将自身所成就的事业述说出来,却看到控告者甚至能将非他所做之事向听众描绘得如同他亲自经办的一般。但是,当一个完全由辞藻堆砌而成、且皆是尖酸刻薄多事之词的人,转而乞灵于质朴与实际行动之时,又有谁能够容忍呢?对这样的人,若像取走阿夫洛斯管的簧片一样切掉他的舌头,剩下的便什么都不是了!

语法注3 条
  1. 224ἐφʼ ᾧ ἀνεβόησεν ὁ δῆμος

    介词 ἐπί 接关系代名词与格 ᾧ,表示对德摩斯梯尼之回答的反应或缘由(即“因其回答而……”、“听到该回答后……”)。先行词即 ἀπεκρίνω 所隐含的回答内容。

  2. 225ἃ ἐπιτηδεύσας ὑγιὴς ἂν ἐγένετο.

    分词 ἐπιτηδεύσας 表达条件(相当于 εἰ ἐπετήδευσεν),与 ἂν ἐγένετο(不定过去时直陈式 + ἄν)一同在关系从句中构成与过去事实相反的虚拟语气:“如果照此做便能恢复健康的事项”。

  3. 229οὗ τὴν γλῶτταν ὥσπερ τῶν αὐλῶν ἐάν τις ἀφέλῃ, τὸ λοιπὸν οὐδέν ἐστιν

    关系代名词属格 οὗ 指向前文的 ἄνθρωπος。短语 ὥσπερ τῶν αὐλῶν 是紧缩比较(comparatio compendiaria),省略了 τὴν γλῶτταν,意指阿夫洛斯管的“舌”(即管乐器的簧片或吹嘴)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:223-229