- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:215-222
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃斯基涅斯驳斥了德摩斯梯尼预谋对其个人私生活、沉默以及诉讼动机进行的攻讦,指出该公诉早在亚历山大即位前便已提出,从而粉碎了迎合亚历山大的指控。他论证在民主体制下适时发言才合乎公益,并重提德摩斯梯尼在三列桨战船及管事事务上的重大侵吞罪行。
περὶ δὲ τῶν εἰς ἐμαυτὸν λοιδοριῶν βραχέα βούλομαι προειπεῖν. πυνθάνομαι γὰρ λέξειν Δημοσθένην, ὡς ἡ πόλις ὑπʼ αὐτοῦ μὲν ὠφέληται πολλά, ὑπʼ ἐμοῦ δὲ καταβέβλαπται, καὶ τὸν Φίλιππον καὶ τὸν Ἀλέξανδρον καὶ τὰς ἀπὸ τούτων αἰτίας ἀνοίσειν ἐπʼ ἐμέ. οὕτω δʼ ἐστὶν ὡς ἔοικε δεινὸς δημιουργὸς λόγων, ὥστε οὐκ ἀποχρῇ αὐτῷ, εἴ τι πεπολίτευμαι παρʼ ὑμῖν ἐγώ, ἢ εἴ τινας δημηγορίας εἴρηκα, τούτων κατηγορεῖν,1 ἀλλὰ καὶ τὴν ἡσυχίαν αὐτὴν τοῦ βίου διαβάλλει καὶ τῆς σιωπῆς μου κατηγορεῖ, ἵνα μηδεὶς αὐτῷ τόπος ἀσυκοφάντητος παραλείπηται, καὶ τὰς ἐν τοῖς γυμνασίοις μετὰ τῶν νεωτέρων μου διατριβὰς καταμέμφεται, καὶ κατὰ τῆσδε τῆς κρίσεως εὐθὺς ἀρχόμενος τοῦ λόγου φέρει τινὰ αἰτίαν, λέγων ὡς ἐγὼ τὴν γραφὴν οὐχ ὑπὲρ τῆς πόλεως ἐγραψάμην, ἀλλʼ ἐνδεικνύμενος Ἀλεξάνδρῳ διὰ τὴν πρὸς αὐτὸν ἔχθραν.
关于针对我个人的诽谤,我想先简单谈几句。因为我获悉,德摩斯梯尼打算宣称城邦因他而大获裨益,却因我而遭受重创,并打算把腓力、亚历山大以及由此产生的一切罪责推卸到我身上。看来他是如此高超的造辞巧匠,以至于若我在诸位面前参与了任何国政,或发表过任何公众演说,仅指控这些对他而言尚嫌不足,他甚至诋毁我生活的清静本身,指责我的沉默,生怕给自己留下任何未加诬陷的死角;他贬低我在体育馆中与青年人相处的时光,并且在演说一开始,就立即对本案审判提出某种指控,声称我提起公诉并非为了城邦,而是由于亚历山大对他的敌意,想要向亚历山大表忠献媚。
καὶ νὴ Δία, ὡς ἐγὼ πυνθάνομαι, μέλλει με ἀνερωτᾶν, διὰ τί τὸ μὲν κεφάλαιον αὐτοῦ τῆς πολιτείας ψέγω, τὰ δὲ καθʼ ἕκαστον οὐκ ἐκώλυον οὐδʼ ἐγραφόμην, ἀλλὰ διαλείπων καὶ πρὸς τὴν πολιτείαν οὐ πυκνὰ προσιὼν ἀπήνεγκα τὴν γραφήν. ἐγὼ δὲ οὔτε τὰς Δημοσθένους διατριβὰς ἐζήλωκα, οὔτʼ ἐπὶ ταῖς ἐμαυτοῦ αἰσχύνομαι, οὔτε τοὺς εἰρημένους ἐν ὑμῖν λόγους ἐμαυτῷ ἀρρήτους ἂν εἶναι βουλοίμην,2 οὔτε τὰ αὐτὰ τούτῳ δημηγορήσας δεξαίμην ἂν ζῆν.
凭宙斯起誓,据我所知,他甚至打算质问我,为何我谴责他的总政纲,却在具体事务上既不加以阻拦,也不提起公诉,反而在间隔多时、未频繁参与国政之后才提出诉状。然而,我既不羡慕德摩斯梯尼的生活方式,亦不以自己的生活方式为耻;我既不希望在诸位面前所说的话收回未讲,若发表了与此人相同的演说,我也绝不愿苟活于世。
τὴν δʼ ἐμὴν σιωπήν, ὦ Δημόσθενες, ἡ τοῦ βίου μετριότης παρεσκεύασεν· ἀρκεῖ γάρ μοι μικρά, καὶ μειζόνων αἰσχρῶς οὐκ ἐπιθυμῶ, ὥστε καὶ σιωπῶ καὶ λέγω βουλευσάμενος, οὐκ ἀναγκαζόμενος ὑπὸ τῆς ἐν τῇ φύσει δαπάνης. σὺ δʼ οἶμαι λαβὼν μὲν σιγᾷς, ἀναλώσας δὲ κέκραγας· λέγεις δὲ οὐχ ὅταν σοι δοκῇ, οὐδʼ ἃν βούλῃ, ἀλλʼ ὅταν οἱ μισθοδόται σοι προστάττωσιν· οὐκ αἰσχύνῃ δὲ ἀλαζονευόμενος, ἃ παραχρῆμα ἐξελέγχῃ ψευδόμενος.
德摩斯梯尼啊,正是生活的节制造就了我的沉默。因为少许之物已足以令我知足,我决不卑劣地贪求更多,因此,我无论是沉默还是发言,皆经过深思熟虑,而非出于天性中的挥霍所迫。而我想,你则是得了钱财便沉默不语,挥霍一空便大声呼喊;你的发言并非出于自己的斟酌,亦非畅所欲言,而是在雇主们对你发号施令之时;你在夸夸其谈之时毫无羞耻之心,而所吹嘘之事当场便被揭穿为谎言。
ἀπηνέχθη γὰρ ἡ κατὰ τοῦδε τοῦ ψηφίσματος γραφή, ἣν οὐχ ὑπὲρ τῆς πόλεως, ἀλλʼ ὑπὲρ τῆς πρὸς Ἀλέξανδρον ἐνδείξεώς με φῂς ἀπενεγκεῖν, ἔτι Φιλίππου ζῶντος, πρὶν Ἀλέξανδρον εἰς τὴν ἀρχὴν καταστῆναι, οὔπω σοῦ τὸ περὶ Παυσανίαν ἐνύπνιον ἑωρακότος, οὐδὲ πρὸς τὴν Ἀθηνᾶν καὶ τὴν Ἥραν νύκτωρ διειλεγμένου. πῶς ἂν οὖν ἐγὼ προενεδεικνύμην Ἀλεξάνδρῳ; εἴ γε μὴ ταὐτὸν ἐνύπνιον ἐγὼ καὶ Δημοσθένης εἴδομεν.
因为针对这项法令的公诉——即你声称我并非为了城邦、而是为了向亚历山大表忠而提出的诉状——是在腓力尚且在世、亚历山大尚未执掌政权之时提出的,当时你既未曾做过关于保萨尼亚斯的梦,亦未曾在夜间与雅典娜和赫拉交谈过。既然如此,我怎能事先向亚历山大献媚表忠呢?除非我和德摩斯梯尼做了完全相同的梦!
ἐπιτιμᾷς δέ μοι, εἰ μὴ συνεχῶς, ἀλλὰ διαλείπων, πρὸς τὸν δῆμον προσέρχομαι, καὶ τὴν ἀξίωσιν ταύτην οἴει λανθάνειν μεταφέρων οὐκ ἐκ δημοκρατίας, ἀλλʼ ἐξ ἑτέρας πολιτείας. ἐν μὲν γὰρ ταῖς ὀλιγαρχίαις οὐχ ὁ βουλόμενος, ἀλλʼ ὁ δυναστεύων δημηγορεῖ, ἐν δὲ ταῖς δημοκρατίαις ὁ βουλόμενος, καὶ ὅταν αὐτῷ δοκῇ. καὶ τὸ μὲν διὰ χρόνου λέγειν σημεῖόν ἐστιν ἐπὶ τῶν καιρῶν καὶ τοῦ συμφέροντος ἀνδρὸς πολιτευομένου, τὸ δὲ μηδεμίαν παραλείπειν ἡμέραν ἐργαζομένου καὶ μισθαρνοῦντος.
你责怪我不持续、而是间断地走向民众面前,你以为人们察觉不到,你这种要求并非移植自民主政体,而是移植自另一种政体。因为在寡头政体中,登台发言的不是出于自愿者,而是当权者;但在民主政体中,凡自愿者皆可在自认为适宜之时发言。再者,隔段时间发言,乃是一个审时度势、以城邦利益为念而从政之士的标志;而一日不落,则是以此为生、赚取佣金之徒的标志。
ὑπὲρ δὲ τοῦ μήπω κεκρίσθαι ὑπʼ ἐμοῦ, μηδὲ τῶν ἀδικημάτων τιμωρίαν ὑποσχεῖν, ὅταν καταφεύγῃς ἐπὶ τοὺς τοιούτους λόγους, ἢ τοὺς ἀκούοντας ἐπιλήσμονας ὑπολαμβάνεις, ἢ σαυτὸν παραλογίζῃ. τὰ μὲν γὰρ περὶ τοὺς Ἀμφισσέας ἠσεβημένα σοι καὶ τὰ περὶ τὴν Εὔβοιαν δωροδοκηθέντα, ἐφʼ οἷς ὑπʼ ἐμοῦ φανερῶς ἐξηλέγχου, χρόνων ἐγγεγενημένων ἴσως ἐλπίζεις τὸν δῆμον ἀμνημονεῖν·
至于关于你尚未被我送上法庭审判、亦未对所犯罪行承担惩罚这一点,当你逃入此类托词时,你要么认为听众健忘,要么便是在自欺欺人。 因为你在安菲萨人事务上的不敬之罪,以及在优卑亚事务上的受贿行径,尽管你曾在这些事上被我公开驳倒,但随着岁月的流逝,你或许指望民众已经遗忘;然而关于三列桨座战船和三列桨战船管事们的劫掠行径,又有何种岁月能够将其掩盖呢?
τὰ δὲ περὶ τὰς τριήρεις καὶ τοὺς τριηράρχους ἁρπάγματα τίς ἂν ἀποκρύψαι χρόνος δύναιτʼ ἄν, ὅτε νομοθετήσας περὶ τῶν τριακοσίων, καὶ σαυτὸν πείσας Ἀθηναίους ἐπιστάτην τάξαι τοῦ ναυτικοῦ, ἐξηλέγχθης ὑπʼ ἐμοῦ ἑξήκοντα καὶ πέντε νεῶν ταχυναυτουσῶν τριηράρχους ὑφῃρημένος,3 πλέον τῆς πόλεως ἀφανίζων ναυτικὸν ἢ ᾧ ποτε Ἀθηναῖοι τὴν ἐν Νάξῳ ναυμαχίαν Λακεδαιμονίους καὶ Πόλλιν ἐνίκησαν;4
当时你在关于‘三百人’立法之后,说服雅典人任命你自己为海军总管,却被我查出侵吞了六十五艘快速战船的三列桨战船管事,使城邦损失的海军力量,甚至超过了当年雅典人在纳克索斯海战中击败拉刻代蒙人及波利斯时所拥有的全部舰队。
- 215οὐκ ἀποχρῇ αὐτῷ, εἴ τι πεπολίτευμαι παρʼ ὑμῖν ἐγώ, ἢ εἴ τινας δημηγορίας εἴρηκα, τούτων κατηγορεῖν
不定词短语 τούτων κατηγορεῖν 充当无人称动词 ἀποχρῇ(足够、满足)的语法主语。前面的条件从句 εἴ τι πεπολίτευμαι... ἢ εἴ τινας δημηγορίας εἴρηκα 限定了可能指控的范围,指示代名词 τούτων 概括承接上述从句内容,其属格由动词 κατηγορεῖν 支配。
- 217οὔτε τοὺς εἰρημένους ἐν ὑμῖν λόγους ἐμαυτῷ ἀρρήτους ἂν εἶναι βουλοίμην
此为潜在希求法句式(ἄν 搭配希求法 βουλοίμην)。ἐμαυτῷ 作关涉或利益与格(“于我而言”),ἀρρήτους 作宾语补足语(谓语性宾格),与 τοὺς εἰρημένους... λόγους 一致。整句意为:“我绝不希望自己对诸位所说的话未曾说出”。
- 222ἐξηλέγχθης ὑπʼ ἐμοῦ ἑξήκοντα καὶ πέντε νεῶν ταχυναυτουσῶν τριηράρχους ὑφῃρημένος
完成体分词 ὑφῃρημένος 作为补充主格分词,与被动语态动词 ἐξηλέγχθης(被查出、被揭发)的主语(即德摩斯梯尼)保持一致。τριηράρχους 是分词的直接宾语(宾格),属格短语 ἑξήκοντα καὶ πέντε νεῶν ταχυναυτουσῶν 修饰 τριηράρχους,意即“六十五艘快船的三列桨战船管事”。
- 222πλέον τῆς πόλεως ἀφανίζων ναυτικὸν ἢ ᾧ ποτε Ἀθηναῖοι τὴν ἐν Νάξῳ ναυμαχίαν Λακεδαιμονίους καὶ Πόλλιν ἐνίκησαν
在比较结构 πλέον... ἤ 中,关系代词 ᾧ 作手段与格,指代省略了的先行词 ναυτικῷ(“以此海军力量”)。动词 ἐνίκησαν 支配双重宾格:同源/内部宾格 τὴν ἐν Νάξῳ ναυμαχίαν,以及受击败对象的直接宾格 Λακεδαιμονίους καὶ Πόλλιν(拉刻代蒙人与波利斯)。
