← 埃斯基涅斯

控告克特西丰

§208-214

反驳德摩斯梯尼的表演与揭露二人的虚伪

埃斯基涅斯指引陪审员如何反驳德摩斯梯尼预期的法庭表演(眼泪、激情、起誓与煽动党争),并揭露克忒西丰与德摩斯梯尼私下相互抨击对方的恶行,敦促法庭切勿赦免他们。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§208

ὅταν δὴ τὰ τοιαῦτα λέγῃ, πρὸς μὲν τοὺς στασιαστικοὺς λόγους ἐκεῖνο αὐτῷ ὑποβάλλετε· ὦ Δημόσθενες, εἰ ὅμοιοι ἦσαν σοὶ οἱ ἀπὸ Φυλῆς φεύγοντα τὸν δῆμον καταγαγόντες, οὐκ ἄν ποθʼ ἡ δημοκρατία κατέστη. νῦν δὲ ἐκεῖνοι μὲν μεγάλων κακῶν συμβάντων ἔσωσαν τὴν πόλιν τὸ κάλλιστον ἐκ παιδείας ῥῆμα φθεγξάμενοι, μὴ μνησικακεῖν· σὺ δὲ ἑλκοποιεῖς, καὶ μᾶλλόν σοι μέλει τῶν αὐθημερὸν λόγων, ἢ τῆς σωτηρίας τῆς πόλεως. ὅταν δʼ ἐπίορκος ὢν εἰς τὴν τῶν ὅρκων πίστιν καταφυγγάνῃ, ἐκεῖνο ἀπομνημονεύσατε αὐτῷ, ὅτι τῷ πολλάκις μὲν ἐπιορκοῦντι, ἀεὶ δὲ μεθʼ ὅρκων ἀξιοῦντι πιστεύεσθαι, δυοῖν θάτερον ὑπάρξαι δεῖ, ἢ τοὺς θεοὺς καινούς, ἢ τοὺς ἀκροατὰς μὴ τοὺς αὐτούς.1

当他讲出这番话时,对于他煽动派系纷争的言辞,诸位当以这番话反驳他: “德摩斯梯尼啊,若是当年从菲勒迎回流亡平民的人都像你一样,民主政体就绝不可能重建。然而,他们在遭遇大难之时,说出了出于教养的最崇高话语,拯救了城邦,那便是: ‘不念旧恶。’ 而你却在揭人疮疤,且比起城邦的安危,你更关心的乃是当天的演说。” 当他虽身为伪誓者,却躲入誓言的凭信之中时,诸位当提醒他记住这一点:对于一个屡屡背誓、却始终要求凭借誓言获得信任的人来说,二者必居其一,要么诸神是新神,要么听众不再是同一批人。

§209

περὶ δὲ τῶν δακρύων καὶ τοῦ τόνου τῆς φωνῆς, ὅταν ὑμᾶς ἐπερωτᾷ. ποῖ καταφύγω, ἄνδρες Ἀθηναῖοι; περιεγράψατέ με· οὐκ ἔστιν ὅποι ἀναπτήσομαι, ἀνθυποβάλλετε αὐτῷ· ὁ δὲ δῆμος ὁ Ἀθηναίων ποῖ καταφύγῃ,2 Δημόσθενες; πρὸς ποίαν συμμάχων παρασκευήν; πρὸς ποῖα χρήματα; τί προβαλλόμενος ὑπὲρ τοῦ δήμου πεπολίτευσαι; ἃ μὲν γὰρ ὑπὲρ σεαυτοῦ βεβούλευσαι, πάντες ὁρῶμεν. ἐκλιπὼν μὲν τὸ ἄστυ οὐκ οἰκεῖς, ὡς δοκεῖς, ἐν Πειραιεῖ, ἀλλʼ ἐξορμεῖς ἐκ τῆς πόλεως, ἐφόδια δὲ πεπόρισαι τῇ σαυτοῦ ἀνανδρίᾳ τὸ βασιλικὸν χρυσίον καὶ τὰ δημόσια δωροδοκήματα.

至于他的眼泪和高亢的声调,当他询问诸位: “雅典人啊,我该逃往何处?诸位已将我逼入绝境;我无处可以高飞,”诸位当反过来质问他: “那么,雅典人民又该逃往何处呢,德摩斯梯尼?逃往何种盟友的准备之中?逃往何种资财之中?你在城邦从政,又为人民树立了何种屏障呢?至于你为自己谋划了什么,我们大家都看在眼里。你离开城区,并不像人们所认为的那样住在比雷埃夫斯,而是随时准备从城邦扬帆起航;并且你以波斯王的黄金和公家贿款,为自己的懦弱筹措了盘缠。”

§210

ὅλως δὲ τί τὰ δάκρυα; τίς ἡ κραυγή; τίς ὁ τόνος τῆς φωνῆς; οὐχ ὁ μὲν τὴν γραφὴν φεύγων ἐστὶ Κτησιφῶν, ὁ δʼ ἀγὼν οὐκ ἀτίμητος, σὺ δʼ οὔτε περὶ τοῦ σώματος οὔτε περὶ τῆς ἐπιτιμίας οὔτε περὶ τῆς οὐσίας ἀγωνίζῃ; ἀλλὰ περὶ τίνος ἐστὶν αὐτῷ ἡ σπουδή; περὶ χρυσῶν στεφάνων καὶ κηρυγμάτων ἐν τῷ θεάτρῳ παρὰ τοὺς νόμους· ὃν ἐχρῆν, εἰ μανεὶς ὁ δῆμος ἢ τῶν καθεστηκότων ἐπιλελησμένος, ἐπὶ τοιαύτης ἀκαιρίας ἐβούλετο στεφανοῦν αὐτόν, παρελθόντα εἰς τὴν ἐκκλησίαν εἰπεῖν·3 ἄνδρες Ἀθηναῖοι, τὸν μὲν στέφανον δέχομαι, τὸν δὲ καιρὸν ἀποδοκιμάζω ἐν ᾧ τὸ κήρυγμα γίγνεται· οὐ γὰρ δεῖ, ἐφʼ οἷς ἡ πόλις ἐκείρατο, ἐπὶ τούτοις ἐμὲ στεφανοῦσθαι. ἀλλʼ οἶμαι ταῦτα μὲν ἂν εἴποι ἀνὴρ ὄντως βεβιωκὼς μετʼ ἀρετῆς· ἃ δὲ σὺ λέξεις, εἴποι ἂν κάθαρμα ζηλοτυποῦν ἀρετήν.

究竟何必流泪?何必大呼小叫?何必声调激昂?受审被控的不是克忒西丰吗?而且审判并非刑罚固定而无裁量余地,至于你,不也是既非为了人身,亦非为了公民权,亦非为了财产而受审吗?然而,他的焦虑究竟是为了什么?是为了金冠,以及违背法律在剧场中进行的宣读;此人本应当在人民若因发狂或遗忘旧制、意图在如此不合时宜之时为他加冠之际,走入公民大会说道: “雅典人啊,金冠我领受,但宣读的时机我却拒绝;因为城邦为之剪发哀悼之事,我决不应当为此受到加冠。” 然而我想,唯有真正依德行而生活的人才会说出这番话;而你将要说出的,则是一个嫉妒德行的渣滓所吐露的话。

§212

οὐ γὰρ δὴ μὰ τὸν Ἡρακλέα τοῦτό γε ὑμῶν οὐδεὶς φοβήσεται, μὴ Δημοσθένης, ἀνὴρ μεγαλόψυχος καὶ τὰ πολεμικὰ διαφέρων, ἀποτυχὼν τῶν ἀριστείων ἐπανελθὼν οἴκαδε ἑαυτὸν διαχρήσηται· ὃς τοσοῦτον καταγελᾷ τῆς πρὸς ὑμᾶς φιλοτιμίας, ὥστε τὴν μιαρὰν κεφαλὴν ταύτην καὶ ὑπεύθυνον, ἣν οὗτος παρὰ πάντας τοὺς νόμους γέγραφε στεφανῶσαι, μυριάκις κατατέτμηκε καὶ τούτων μισθοὺς εἴληφε τραύματος ἐκ προνοίας γραφὰς γραφόμενος,4 καὶ κατακεκονδύλισται, ὥστε αὐτὸν οἶμαι τὰ τῶν κονδύλων ἴχνη τῶν Μειδίου ἔχειν ἔτι φανερά· ὁ γὰρ ἄνθρωπος οὐ κεφαλήν, ἀλλὰ πρόσοδον κέκτηται.

凭着赫拉克勒斯起誓,诸位中绝不会有人害怕这一点:德摩斯梯尼这位心胸宽广、善战过人的勇士,在未得拔萃之赏后,会回到家中自寻短见!此人对在诸位面前追求荣誉之事嘲弄至极,以至于这颗污秽且仍受审计的头颅——即被告违背一切法律提议加冠的头颅——他自己割破了上万次,并通过提出蓄意伤人的公诉来换取赔偿;他挨了那么多拳头,以至于我想他至今还清晰留着梅狄阿斯拳头的印记;因为此人所拥有的不是头颅,而是一处财源。

§213

περὶ δὲ Κτησιφῶντος τοῦ γράψαντος τὴν γνώμην βραχέα βούλομαι εἰπεῖν, τὰ δὲ πολλὰ ὑπερβήσομαι, ἵνα καὶ πεῖραν λάβω, εἰ δύνασθε τοὺς σφόδρα πονηρούς, κἂν μή τις προείπῃ, διαγιγνώσκειν. ὃ δʼ ἐστὶ κοινὸν καὶ δίκαιον κατʼ ἀμφοτέρων αὐτῶν ἀπαγγεῖλαι πρὸς ὑμᾶς, τοῦτʼ ἐρῶ. περιέρχονται γὰρ τὴν ἀγορὰν ἀληθεῖς κατʼ ἀλλήλων ἔχοντες δόξας καὶ λόγους οὐ ψευδεῖς λέγοντες.

至于起草提案的克忒西丰,我想略述数语,大半则略过不提,以便我也试探一下诸位在无人事先说明的情况下,是否能够辨别极恶之人。但我将向诸位陈述适用于指控他们二人的公道事实。因为他们在市场上走动,彼此心知肚明,说的都不是假话。

§214

ὁ μὲν γὰρ Κτησιφῶν οὐ τὸ καθʼ ἑαυτόν φησι φοβεῖσθαι, ἐλπίζειν γὰρ δόξειν ἰδιώτης εἶναι, ἀλλὰ τὴν τοῦ Δημοσθένους ἐν τῇ πολιτείᾳ δωροδοκίαν καὶ τὴν ἐμπληξίαν καὶ δειλίαν· ὁ δὲ Δημοσθένης εἰς αὑτὸν μὲν ἀποβλέπων θαρρεῖν φησιν, τὴν δὲ τοῦ Κτησιφῶντος πονηρίαν καὶ πορνοβοσκίαν ἰσχυρῶς δεδιέναι. τοὺς δὴ κατεγνωκότας ἀλλήλων μηδαμῶς ὑμεῖς οἱ κοινοὶ κριταὶ τῶν ἐγκλημάτων ἀπολύσητε.

因为克忒西丰声称并不担心自身之事,指望自己会被视为普通平民,而是畏惧德摩斯梯尼在国政中的受贿、鲁莽与怯懦;德摩斯梯尼则称,审视自身倒很坦然,却极度惧怕克忒西丰的奸恶与开妓院的行径。对于这些彼此判定有罪之人,作为这些罪案的共同裁判官,诸位决不可宣告其无罪。

语法注4 条
  1. 208δυοῖν θάτερον ὑπάρξαι δεῖ, ἢ τοὺς θεοὺς καινούς, ἢ τοὺς ἀκροατὰς μὴ τοὺς αὐτούς

    无人称动词 δεῖ 支配不定式 ὑπάρξαι,其中宾格 δυοῖν θάτερον(“二者居其一”)作不定式的逻辑主语。随后由 ἤ... ἤ...(“要么……要么……”)引导的两个句式包含宾格主语与谓语性形容词(τοὺς θεοὺς καινούς 与 τοὺς ἀκροατὰς μὴ τοὺς αὐτούς,省略了不定式 εἶναι),同位解释 θάτερον 的具体内容。

  2. 209ὁ δὲ δῆμος ὁ Ἀθηναίων ποῖ καταφύγῃ

    以 ὁ δῆμος ὁ Ἀθηναίων 为主语的第三人称审思虚拟语气(deliberative subjunctive)。它直接呼应前文中假想德摩斯梯尼所说的第一人称审思句 ποῖ καταφύγω(“我该逃往何处”),以反诘的口吻质问“人民又该逃往何处”。

  3. 211ὃν ἐχρῆν... παρελθόντα εἰς τὴν ἐκκλησίαν εἰπεῖν

    关系代词 ὃν 指代德摩斯梯尼,作无人称过去式动词 ἐχρῆν(“理应/本应当”)所支配的不定式 εἰπεῖν 的逻辑主语(宾格)。分词 παρελθόντα 与 ὃν 保持同性格数一致。尽管其间插入了条件从句(εἰ... ἐβούλετο)造成长距离的成分离隔,其句法骨架仍为“ὃν ἐχρῆν... παρελθόντα... εἰπεῖν”(他本应当走上前去说……)。

  4. 212τραύματος ἐκ προνοίας γραφὰς γραφόμενος

    雅典法律制度的专门术语。τραῦμα ἐκ προνοίας 指“蓄意伤人罪”(通常由战神山法庭审理),γραφὴ τραύματος ἐκ προνοίας 即对蓄意伤人罪提起的公诉。动词中动分词 γραφόμενος(提起公诉)与其同源宾格 γραφάς 结合,指责德摩斯梯尼自残并提起蓄意伤人诉讼以勒索赔偿。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:208-214