← 埃斯基涅斯

控告克特西丰

§201-207

要求遵循控告次序与警惕德摩斯梯尼的诡计

埃斯基涅斯敦促审判员们切勿让克忒西丰与德摩斯梯尼回避核心的违法指控,坚持要求德摩斯梯尼严格按照控告的次序(审计法、宣读法、功绩资格)进行辩护,并警告他们提防德摩斯梯尼的法庭诡计、伪善眼泪以及党派分化挑拨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§201

τίς οὖν ἐστιν ἀποτροπὴ τῶν τοιούτων λόγων, ἐγὼ προερῶ. ἐπειδὰν προελθὼν ἐνταυθοῖ Κτησιφῶν διεξέλθῃ πρὸς ὑμᾶς τοῦτο δὴ τὸ συντεταγμένον αὐτῷ προοίμιον, ἔπειτʼ ἐνδιατρίβῃ καὶ μὴ ἀπολογῆται, ὑπομνήσατʼ αὐτὸν ἀθορύβῷ, τὸ σανίδιον λαβεῖν καὶ τοὺς νόμους τῷ ψηφίσματι παραναγνῶναι. ἐὰν δὲ μὴ προσποιῆται ὑμῶν ἀκούειν, μηδὲ ὑμεῖς ἐκείνου ἐθέλετε ἀκούειν· οὐ γὰρ τῶν φευγόντων τὰς δικαίας ἀπολογίας εἰσεληλύθατε ἀκροασόμενοι, ἀλλὰ τῶν ἐθελόντων δικαίως ἀπολογεῖσθαι.

那么,抵御这类言论的办法是什么呢?我且预先告诉诸位。当克忒西丰走上前来,向诸位说完那篇为他精心构撰的开场白之后,若是拖延时间而不就本案进行辩护,诸位当平静地提醒他,拿起那块小木板,将法令与各项法律对照朗读。如果他装作听不见诸位的话,诸位也不要愿意听他发言;因为诸位入庭,并不是为了倾听逃避正当辩护之人,而是为了倾听愿意作出正当辩护之人。

§202

ἐὰν δʼ ὑπερπηδήσας τὴν δικαίαν ἀπολογίαν παρακαλῇ Δημοσθένην, μάλιστα μὲν μὴ προσδέχεσθε σοφιστὴν οἰόμενον ῥήμασι τοὺς νόμους ἀναιρήσειν, μηδʼ ἐν ἀρετῇ τοῦθʼ ὑμῶν μηδεὶς καταλογιζέσθω, ὃς ἂν ἐπανερομένου Κτησιφῶντος, εἰ καλέσῃ Δημοσθένην, πρῶτος ἀναβοήσῃ1 κάλει, κάλει. ἐπὶ σαυτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ τὴν δημοκρατίαν καλεῖς. ἂν δʼ ἄρα ὑμῖν δόξῃ ἀκούειν, ἀξιώσατε τὸν Δημοσθένην τὸν αὐτὸν τρόπον ἀπολογεῖσθαι ὅνπερ κἀγὼ κατηγόρηκα. ἐγὼ δὲ πῶς κατηγόρηκα; ἵνα καὶ ὑπομνήσω ὑμᾶς.

如果他越过正当的辩护而召请德摩斯梯尼,首先,绝不要接纳一个自以为能凭言辞废除法律的智者;当克忒西丰反问是否召请德摩斯梯尼时,诸位中若有人抢先高喊: “叫他上来,叫他上来!” 谁也不要自以为这是一种美德。你召请他,是对着你自己召请,是对着法律召请,是对着民主政体召请。然而,若诸位终究决意倾听,就应当要求德摩斯梯尼按照我进行控告的完全相同的顺序来进行辩护。我是怎样控告的呢?让我来提醒诸位。

§203

οὔτε τὸν ἴδιον βίον τὸν Δημοσθένους πρότερον διεξῆλθον, οὔτε τῶν δημοσίων ἀδικημάτων οὐδενὸς πρότερον ἐμνήσθην, ἄφθονα δήπου καὶ πολλὰ ἔχων, ἢ πάντων γʼ ἂν εἴην ἀπορώτατος· ἀλλὰ πρῶτον μὲν τοὺς νόμους ἐπέδειξα ἀπαγορεύοντας μὴ στεφανοῦν τοὺς ὑπευθύνους, ἔπειτα τὸν ῥήτορα ἐξήλεγξα γράψαντα Δημοσθένην ὑπεύθυνον ὄντα στεφανοῦν οὐδὲν προβαλόμενον, οὐδὲ προσγράψαντα ἐπειδὰν δῷ τὰς εὐθύνας, ἀλλὰ παντελῶς καὶ ὑμῶν καὶ τῶν νόμων καταπεφρονηκότα· καὶ τὰς ἐσομένας πρὸς ταῦτα προφάσεις εἶπον, ἃς ἀξιῶ καὶ ὑμᾶς διαμνημονεύειν.

我并未首先历数德摩斯梯尼的私德,也未首先提及他的任何一件公职过犯——尽管我显然掌握着极其丰富而繁多的材料,否则我便算得上是世上最无计可施之人了;相反,我首先指出了明文禁止为受审计者加冠的各项法律;随后我证实了这位演说家提出为仍受审计的德摩斯梯尼加冠,不仅未设任何限制,甚至未曾附加写明: “待其交代账目之后”,而是彻底藐视了诸位与法律;并且我指出了针对这些指控将被提出的种种借口,我请求诸位也牢记这些借口。

§204

δεύτερον δʼ ὑμῖν διεξῆλθον τοὺς περὶ τῶν κηρυγμάτων νόμους, ἐν οἷς διαρρήδην ἀπείρηται τὸν ὑπὸ τοῦ δήμου στεφανούμενον μὴ κηρύττεσθαι ἔξω τῆς ἐκκλησίας· ὁ δὲ ῥήτωρ ὁ φεύγων τὴν γραφὴν οὐ τοὺς νόμους μόνον παραβέβηκεν, ἀλλὰ καὶ τὸν καιρὸν τῆς ἀναρρήσεως καὶ τὸν τόπον, κελεύων οὐκ ἐν τῇ ἐκκλησίᾳ, ἀλλʼ ἐν τῷ θεάτρῳ τὴν ἀνάρρησιν γίγνεσθαι, οὐδʼ ἐκκλησιαζόντων Ἀθηναίων, ἀλλὰ μελλόντων τραγῳδῶν εἰσιέναι. ταῦτα δʼ εἰπὼν μικρὰ μὲν περὶ τῶν ἰδίων εἶπον, τὰ δὲ πλεῖστα περὶ τῶν δημοσίων ἀδικημάτων.

其次,我为诸位详细说明了有关宣读的法律,其中明确禁止被人民加冠者在公民大会之外被宣读;然而这位被公诉的演说家不仅违反了法律,而且违背了宣读的时机与场所,下令宣读不得在公民大会中进行,而要在剧场中进行,且不是在雅典人举行公民大会时,而是在悲剧演员即将入场时进行。陈述了这些之后,我才就其私事略述数语,而将绝大部分篇幅留给了其公职上的罪愆。

§205

οὕτω δὴ καὶ τὸν Δημοσθένην ἀξιώσατε ἀπολογεῖσθαι, πρὸς τὸν τῶν ὑπευθύνων νόμον πρῶτον, τὸν περὶ τῶν κηρυγμάτων δεύτερον, τρίτον δὲ τὸ μέγιστον, ὡς οὐδὲ ἀνάξιός ἐστι τῆς δωρεᾶς.2 ἐὰν δʼ ὑμῶν δέηται συγχωρῆσαι αὑτῷ περὶ τῆς τάξεως τοῦ λόγου, κατεπαγγελλόμενος ὡς ἐπὶ τῇ τελευτῇ τῆς ἀπολογίας λύσει τὸ παράνομον, μὴ συγχωρεῖτε, μηδʼ ἀγνοεῖθʼ ὅτι πάλαισμα τοῦτʼ ἔστι δικαστηρίου· οὐ γὰρ εἰσαῦθίς ποτε βούλοιτʼ ἂν πρὸς τὸ παράνομον ἀπολογεῖσθαι, ἀλλʼ οὐδὲν ἔχων δίκαιον εἰπεῖν, ἑτέρων παρεμβολῇ πραγμάτων εἰς λήθην ὑμᾶς βούλεται τῆς κατηγορίας ἐμβαλεῖν.

因此,诸位应当要求德摩斯梯尼也依此顺序辩护:第一,针对受审计者的法律;第二,针对有关宣读的法律;第三,也是最重大的一点,即他决非不配得到这项赏赐。如果他请求诸位在辩辞的次序上予以迁就,并信誓旦旦地保证在辩护结束时定会驳倒违法指控,诸位切莫应允,也不要不明白这是法庭上的角力圈套;因为他绝不想稍后再去就违法之处进行辩护,而是由于说不出任何合乎正义的话,企图通过插进别的事由,让诸位把控诉遗忘殆尽。

§206

ὥσπερ οὖν ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ὁρᾶτε τοὺς πύκτας περὶ τῆς στάσεως ἀλλήλοις διαγωνιζομένους, οὕτω καὶ ὑμεῖς ὅλην τὴν ἡμέραν ὑπὲρ τῆς πόλεως περὶ τῆς στάσεως αὐτῷ τοῦ λόγου μάχεσθε,3 καὶ μὴ ἐᾶτε αὐτὸν ἔξω τοῦ παρανόμου περιίστασθαι, ἀλλʼ ἐγκαθήμενοι καὶ ἐνεδρεύοντες ἐν τῇ ἀκροάσει, εἰσελαύνετε αὐτὸν εἰς τοὺς τοῦ παρανόμου λόγους, καὶ τὰς ἐκτροπὰς αὐτοῦ τῶν λόγων ἐπιτηρεῖτε.

正如诸位在体育竞技中看到拳击手们为了站位彼此相争一样,诸位也应当为了城邦,整日就辩论的立足点与他搏斗,绝不容许他游移于违法问题之外;诸位要在听审中沉稳坐定、设伏严守,将他驱赶进关于违法的论辩之中,并警惕他在论述中的偏离脱轨。

§207

ἀλλʼ ἃ δὴ συμβήσεται ὑμῖν, ἐὰν τοῦτον τὸν τρόπον τὴν ἀκρόασιν ποιήσησθε, ταῦθʼ ὑμῖν ἤδη δίκαιός εἰμι προειπεῖν.4 ἐπεισάξει γὰρ τὸν γόητα καὶ βαλλαντιοτόμον καὶ διατετμηκότα τὴν πολιτείαν. οὗτος κλάει μὲν ῥᾷον ἢ οἱ ἄλλοι γελῶσιν, ἐπιορκεῖ δὲ πάντων προχειρότατα· οὐκ ἂν θαυμάσαιμι δέ, εἰ μεταβαλόμενος τοῖς ἔξωθεν περιεστηκόσι λοιδορήσεται, φάσκων τοὺς μὲν ὀλιγαρχικοὺς ὑπʼ αὐτῆς τῆς ἀληθείας διηριθμημένους ἥκειν πρὸς τὸ τοῦ κατηγόρου βῆμα, τοὺς δὲ δημοτικοὺς πρὸς τὸ τοῦ φεύγοντος.

然而,诸位若以这种方式进行听审,究竟会遭遇什么,我现在理应预先告诉诸位。因为他将带上那个术士、剪绺之徒以及将城邦政体撕裂得支离破碎的人。此人哭泣比他人欢笑更为容易,发伪誓在所有人中最为轻车熟路;如果他掉转话锋,辱骂站在场外围观的人群,声称寡头分子已被真相本身清点区分,聚集在原告的讲台旁,而平民派则聚集在被告的讲台旁,我也丝毫不会感到惊奇。

语法注4 条
  1. 202ὃς ἂν ἐπανερομένου Κτησιφῶντος, εἰ καλέσῃ Δημοσθένην, πρῶτος ἀναβοήσῃ

    带虚拟语气的关系从句(ὃς ἂν ... ἀναβοήσῃ)具有条件从句意味,限定否定祈使从句(μηδʼ ... μηδεὶς καταλογιζέσθω)的主语,意为“诸位之中凡抢先高呼者,谁也不要把这视作功德”。间接疑问从句 εἰ καλέσῃ 则保留了直接引语中的审问虚拟语气(καλέσω;,“我是否应当召请?”)。

  2. 205ὡς οὐδὲ ἀνάξιός ἐστι τῆς δωρεᾶς

    οὐδὲ ἀνάξιος 运用了缓叙法(litotes),以双重否定强调肯定含义(“并非不配得此赏赐”,即“确实配得上”)。该 ὡς 从句与前文受词宾格短语(τὸν τῶν ὑπευθύνων νόμον 等)形成排比并列,引出德摩斯梯尼辩词应当涉及的第三个论题,即其个人功绩与资格问题。

  3. 206περὶ τῆς στάσεως αὐτῷ τοῦ λόγου μάχεσθε

    这一修辞隐喻承接自第205节中的 τάξεως τοῦ λόγου。它借用了前文拳击手争夺站位或架势(περὶ τῆς στάσεως)的比喻,转而指争夺法庭辩论立足点(即修辞学中的 stasis 概念)的控制权。αὐτῷ 是伴随抗争动词(μάχεσθε)使用的敌对性与格。

  4. 207ταῦθʼ ὑμῖν ἤδη δίκαιός εἰμι προειπεῖν

    这是人称句结构(personal construction)。此处用第一人称主格形容词(δίκαιός εἰμι)配不定词 προειπεῖν,代替了非人称句型 δίκαιόν ἐστί με προειπεῖν(“由我来预先告知是理所应当的”)。这是古典希腊语在 δίκαιος、ἄξιος、δῆλος 等形容词中常用的习惯用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:201-207