- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:193-200
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃斯基涅斯抨击由于德摩斯梯尼等人的诡计导致法庭审理程序颠倒、将定罪辩护与量刑求情混为一谈的现状,呼吁审判员回归以法律条文对照法令文本的本质审理。
ἤδη δʼ ἐκ τῶν τεχνῶν τῶν Δημοσθένους αἰσχρὸν ἔθος ἐν τοῖς δικαστηρίοις παραδέδεχθε. μετενήνεκται γὰρ ὑμῖν τὰ τῆς πόλεως δίκαια· ὁ μὲν γὰρ κατήγορος ἀπολογεῖται, ὁ δὲ φεύγων τὴν γραφὴν κατηγορεῖ, οἱ δὲ δικασταὶ ἐνίοτε ὧν μέν εἰσι κριταὶ ἐπιλανθάνονται,1 ὧν δʼ οὐκ εἰσί, περὶ τούτων ἀναγκάζονται τὴν ψῆφον φέρειν. λέγει δὲ ὁ φεύγων, ἂν ἄρα ποθʼ ἅψηται τοῦ πράγματος, οὐκ ὡς ἔννομα γέγραφεν, ἀλλʼ ὡς ἤδη ποτὲ καὶ πρότερον ἕτερος τοιαῦτα γράψας ἀπέφυγεν. ἐφʼ ᾧ καὶ νυνὶ μέγα φρονεῖν ἀκούω Κτησιφῶντα.
然而如今,由于德摩斯梯尼的诡计,诸位已经在法庭上接纳了一种可耻的习俗。因为城邦的正当程序对诸位而言已被颠倒:原告被迫进行辩解,被公诉的被告反倒进行控告,而审判员们有时忘记了自己是对何事进行审理的裁判人,被迫就自己无权审理的事项进行投票。被告即便偶尔触及案情本身,所争辩的也不是自己提案合法,而是辩称在此之前早有他人起草过类似提案并获得无罪开释。我听闻克忒西丰如今也正为此洋洋自得。
ἐτόλμα δʼ ἐν ὑμῖν ποτε σεμνύνεσθαι Ἀριστοφῶν ἐκεῖνος ὁ Ἀζηνιεὺς λέγων ὅτι γραφὰς παρανόμων ἀπέφυγεν ἑβδομήκοντα καὶ πέντε. ἀλλʼ οὐχὶ Κέφαλος ὁ παλαιὸς ἐκεῖνος, ὁ δοκῶν δημοτικώτατος γεγονέναι, οὐχ οὕτως, ἀλλʼ ἐπὶ τοῖς ἐναντίοις ἐφιλοτιμεῖτο, λέγων ὅτι πλεῖστα πάντων γεγραφὼς ψηφίσματα, οὐδεμίαν πώποτε γραφὴν πέφευγε παρανόμων, καλῶς οἶμαι σεμνυνόμενος. ἐγράφοντο γὰρ ἀλλήλους παρανόμων οὐ μόνον οἱ διαπολιτευόμενοι, ἀλλὰ καὶ οἱ φίλοι τοὺς φίλους, εἴ τι ἐξαμαρτάνοιεν εἰς τὴν πόλιν. ἐκεῖθεν δὲ τοῦτο γνώσεσθε.
当年阿泽尼亚的那位阿利斯托丰曾胆敢在诸位面前夸耀,说自己曾七十五次在违法提案公诉中获判无罪。然而古代那位被认为最具平民立场的凯法洛斯却并非如此,而是以完全相反的事为傲,说自己起草的法令虽冠绝众人,却从未遭到过任何违法提案公诉;我认为他的自豪是完全正当的。因为在当时,不仅政敌之间会以违法提案相互起诉,若是对城邦有所危害,即便朋友之间也会彼此起诉。诸位从下述事例便可明白这一点。
Ἀρχῖνος γὰρ ὁ ἐκ Κοίλης ἐγράψατο παρανόμων Θρασύβουλον τὸν Στειριέα γράψαντά τι παρὰ τοὺς νόμους, ἕνα τῶν ἀπὸ Φυλῆς αὐτῷ συγκατελθόντων, καὶ εἷλε, νεωστὶ γεγενημένων αὐτῷ τῶν εὐεργεσιῶν, ἃς οὐχ ὑπελογίσαντο οἱ δικασταί· ἡγοῦντο γάρ, ὥσπερ τότε αὐτοὺς φεύγοντας Θρασύβουλος κατήγαγεν, οὕτω νῦν μένοντας ἐξελαύνειν2 παρὰ τοὺς νόμους γράφοντά τι.
当年科埃勒的阿尔基诺斯,便曾控告斯泰里亚的色拉叙布洛斯起草了某种违背法律的提案——后者乃是与他一同自费勒回迁的同袍之一——并且使之定罪,尽管后者的巨大功德发生未久,审判员们也并未加以通融。因为他们认为,正如当年色拉叙布洛斯迎回了流亡的他们,如今他起草违背法律之物,便是将留居家园的他们再度驱逐流放。
ἀλλʼ οὐ νῦν, ἀλλὰ πᾶν τοὐναντίον γίγνεται· οἱ γὰρ ἀγαθοὶ στρατηγοὶ ὑμῖν καὶ τῶν τὰς σιτήσεις τινὲς εὑρημένων ἐν τῷ πρυτανείῳ ἐξαιτοῦνται τὰς γραφὰς τῶν παρανόμων, οὓς ὑμεῖς ἀχαρίστους εἶναι δικαίως ἂν ὑπολαμβάνοιτε· εἰ γάρ τις ἐν δημοκρατίᾳ τετιμημένος, ἐν τοιαύτῃ πολιτείᾳ, ἣν οἱ θεοὶ καὶ οἱ νόμοι σῴζουσι, τολμᾷ βοηθεῖν τοῖς παράνομα γράφουσι, καταλύει τὴν πολιτείαν ὑφʼ ἧς τετίμηται.
然而如今却非如此,事实完全颠倒过来了:诸位那些优秀的将领,以及在市政厅享有公食特权的某些人,竟为违法提案公诉求情免责;诸位理当判定这些人是忘恩负义之辈。因为一个人若在民主政体中享有尊荣——在这样一种由神明与法律所维系的体制中——竟敢出面援助起草违法提案之人,他便是在颠覆那个赋予他尊荣的政体。
τίς οὖν ἀποδέδεικται λόγος ἀνδρὶ δικαίῳ συνηγόρῳ, ἐγὼ λέξω. εἰς τρία μέρη διαιρεῖται ἡ ἡμέρα, ὅταν εἰσίῃ γραφὴ παρανόμων εἰς τὸ δικαστήριον. ἐγχεῖται γὰρ τὸ μὲν πρῶτον ὕδωρ τῷ κατηγόρῳ καὶ τοῖς νόμοις καὶ τῇ δημοκρατίᾳ, τὸ δὲ δεύτερον τῷ τὴν γραφὴν φεύγοντι καὶ τοῖς εἰς αὐτὸ τὸ πρᾶγμα λέγουσιν· ἐπειδὰν δὲ τῇ πρώτῃ ψήφῳ λυθῇ τὸ παράνομον, ἤδη τὸ τρίτον ὕδωρ ἐγχεῖται τῇ τιμήσει καὶ τῷ μεγέθει τῆς ὀργῆς τῆς ὑμετέρας.
那么,留给一个正派辩护人的究竟是怎样的辩词,且由我来说明。每当违法提案公诉进入法庭,这一天便被划分为三部分。第一注水钟之水倒给控告者、法律与民主政体;第二注水倒给被公诉的被告以及针对案件本身陈述的人;而一旦第一轮投票判定该提案违法,第三注水便已倒给量刑评估与诸位愤怒的程度。
ὅστις μὲν οὖν ἐν τῇ τιμήσει τὴν ψῆφον αἰτεῖ, τὴν ὀργὴν τὴν ὑμετέραν παραιτεῖται· ὅστις δʼ ἐν τῷ πρώτῳ λόγῳ τὴν ψῆφον αἰτεῖ, ὅρκον αἰτεῖ, νόμον αἰτεῖ, δημοκρατίαν αἰτεῖ, ὧν οὔτε αἰτῆσαι οὐδὲν ὅσιον οὐδενί, οὔτʼ αἰτηθέντα ἑτέρῳ δοῦναι. κελεύσατε οὖν αὐτούς, ἐάσαντας τὴν πρώτην ὑμᾶς ψῆφον κατὰ τοὺς νόμους διενεγκεῖν, ἀπαντᾶν εἰς τὴν τίμησιν.
因此,凡是在量刑阶段请求投票的人,是在乞求平息诸位的怒火;但凡是在第一轮发言中请求投票的人,是在索取诸位的誓言、索取法律、索取民主政体——其中任何一样,任何人去索求都是大逆不道的,在被索求时让予他人同样是不义的。因此,请诸位命令他们允许诸位依法投出第一票,待到量刑阶段再出面交涉。
ὅλως δʼ ἔγωγε, ὦ ἄνδρες Ἀθηναῖοι, ὀλίγου δέω εἰπεῖν3 ὡς καὶ νόμον δεῖ τεθῆναι ἐπὶ ταῖς γραφαῖς μόναις ταῖς τῶν παρανόμων, μὴ ἐξεῖναι μήτε τῷ κατηγόρῳ συνηγόρους παρασχέσθαι, μήτε τῷ τὴν γραφὴν φεύγοντι. οὐ γὰρ ἀόριστόν ἐστι τὸ δίκαιον, ἀλλʼ ὡρισμένον τοῖς νόμοις τοῖς ὑμετέροις. ὥσπερ γὰρ ἐν τῇ τεκτονικῇ, ὅταν εἰδέναι βουλώμεθα τὸ ὀρθὸν καὶ τὸ μή, τὸν κανόνα προσφέρομεν, ᾧ διαγιγνώσκεται, οὕτω καὶ ἐν ταῖς γραφαῖς ταῖς τῶν παρανόμων παράκειται κανὼν τοῦ δικαίου τουτὶ τὸ σανίδιον, τὸ ψήφισμα καὶ οἱ παραγεγραμμένοι νόμοι. ταῦτα συμφωνοῦντα ἀλλήλοις ἐπιδείξας κατάβαινε· καὶ τί δεῖ σε Δημοσθένην παρακαλεῖν; ὅταν δʼ ὑπερπηδήσας τὴν δικαίαν ἀπολογίαν παρακαλῇς κακοῦργον ἄνθρωπον καὶ τεχνίτην λόγων, κλέπτεις τὴν ἀκρόασιν, βλάπτεις τὴν πόλιν, καταλύεις τὴν δημοκρατίαν.
雅典的公民们,总的来说,我甚至几乎想说,应当专门针对违法提案公诉设立一项法律,不准原告提供辩护人,亦不准被告提供辩护人。因为正义并非模糊不清,而是由诸位的法律所明确界定的。正如在木工手艺中,当我们想要知道何为平直、何为不直时,便会拿来用以判断的准绳;同样,在违法提案公诉中,这块小木板——该法令以及并列抄录的法律——便是摆在面前的正义准绳。只要你能证明二者彼此相符,便可走下讲台;你又何必召请德摩斯梯尼呢?当你越过正当的辩护,去召请一个奸恶之徒与词令巧匠时,你便是在剥夺法庭的正当倾听,危害城邦,颠覆民主政体。
- 193ὧν μέν εἰσι κριταὶ ἐπιλανθάνονται
关系代词 ὧν 的先行词 τούτων 被省略并融合,形成由动词 ἐπιλανθάνονται 直接支配的属格关系分句(“忘记了自己是何事的裁判人”)。这与后半句中先行词被明确保留的并列结构(ὧν δʼ οὐκ εἰσί, περὶ τούτων)形成对比。
- 195ὥσπερ τότε αὐτοὺς φεύγοντας Θρασύβουλος κατήγαγεν, οὕτω νῦν μένοντας ἐξελαύνειν
由 ἡγοῦντο 支配的带不定式结构。不定式 ἐξελαύνειν 的逻辑主语由分词 γράφοντά τι 暗指的色拉叙布洛斯充当,宾语为 αὐτούς。此处构成了精妙的对照与双关:当年的“迎回(κατήγαγεν)流亡者(φεύγοντας)”与如今的“驱逐(ἐξελαύνειν)留居者(μένοντας)”。
- 199ὀλίγου δέω εἰπεῖν
习惯短语 ὀλίγου δέω(“我几乎要 / 差一点就……”),由表示差距的属格 ὀλίγου 与 δέω 构成,后接不定式 εἰπεῖν,进而由 ὡς 引出从句。这一表达在修辞上用于以略带保留的口吻提出一项激进的提议。
