← 埃斯基涅斯

控告克特西丰

§187-192

费勒复邦者的简朴嘉奖与如今违法公诉的弛废

演说者列举了当年对自费勒迎回流亡民众者所作出的简朴而严谨的嘉奖决议与题铭,以此抨击克忒西丰为德摩斯梯尼所谋求的过分犒赏,并痛斥如今法庭在对待违法提案公诉时较昔日的弛废与冷漠。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§187

ἐν τοίνυν τῷ Μητρώῳ ἣν ἔδοτε δωρεὰν1 τοῖς ἀπὸ Φυλῆς φεύγοντα τὸν δῆμον καταγαγοῦσιν, ἔστιν ἰδεῖν. ἦν μὲν γὰρ ὁ τὸ ψήφισμα νικήσας Ἀρχῖνος ὁ ἐκ Κοίλης, εἷς τῶν καταγαγόντων τὸν δῆμον, ἔγραψε δὲ πρῶτον μὲν αὐτοῖς εἰς θυσίαν καὶ ἀναθήματα δοῦναι χιλίας δραχμάς, καὶ τοῦτʼ ἔστιν ἔλαττον ἢ δέκα δραχμαὶ κατʼ ἄνδρα, ἔπειτα στεφανῶσαι φαλλοῦ στεφάνῳ αὐτῶν ἕκαστον, ἀλλʼ οὐ χρυσῷ· τότε μὲν γὰρ ἦν ὁ τοῦ θαλλοῦ στέφανος τίμιος, νυνὶ δὲ καὶ ὁ χρυσοῦς καταπεφρόνηται. καὶ οὐδὲ τοῦτο εἰκῇ πρᾶξαι κελεύει, ἀλλʼ ἀκριβῶς τὴν βουλὴν σκεψαμένην,2 ὅσοι αὐτῶν ἐπὶ Φυλῇ ἐπολιορκήθησαν ὅτε Λακεδαιμόνιοι καὶ οἱ τριάκοντα προσέβαλλον, οὐχ ὅσοι τὴν τάξιν ἔλιπον ἐν Χαιρωνείᾳ τῶν πολεμίων ἐπιόντων. ὅτι δʼ ἀληθῆ λέγω, ἀναγνώσεται ὑμῖν τὸ ψήφισμα.

此外,诸位在母神神庙中也能看到诸位赐予那些自费勒迎回流亡民众之人的犒赏。因为通过这项法令的是科埃勒的阿尔基诺斯,迎回民众的人之一;他提案首先拨给他们一千德拉克马用于祭祀和奉献——这合每人不足十德拉克马——随后为他们每人加戴一顶绿枝花冠,而非金冠;因为在当时绿枝花冠尚属尊荣,而如今即便是金冠也遭人轻视。而且他并未要求草率行事,而是要求议事会在严格核实当拉刻代蒙人与三十人僭主进攻时、他们之中究竟有哪些人在费勒遭到围困之后方可执行,而非那些在敌人逼近之际于喀罗尼亚临阵脱逃的人。至于我说的是真话,书记员将为诸位朗读该法令。

§188

Ψήφισμα περὶ Δωρεὰς τοῖς ἀπὸ Φυλῆς παρανάγνωθι δὴ καὶ ὃ γέγραφε Κτησιφῶν Δημοσθένει τῷ τῶν μεγίστων αἰτίῳ κακῶν. Ψήφισμα τούτῳ τῷ ψηφίσματι ἐξαλείφεται ἡ τῶν καταγαγόντων δωρεά. εἰ τοῦτʼ ἔχει καλῶς, ἐκεῖνο αἰσχρῶς· εἰ ἐκεῖνοι κατʼ ἀξίαν ἐτιμήθησαν, οὗτος ἀνάξιος ὢν στεφανοῦται.

关于奖赏费勒归来者的法令请顺便也宣读一下克忒西丰为德摩斯梯尼——这位最大祸患的始作俑者——所起草的法令。 法令 借由这项法令,迎回民众之人所获的犒赏被一笔勾销了。倘若这项法令是正确的,那么当年的褒奖便是可耻的;倘若那些人是按其功勋受赏,那么眼前此人便是在毫无功德的情况下受冠。

§189

καίτοι πυνθάνομαί γʼ αὐτὸν μέλλειν λέγειν, ὡς οὐ δίκαια ποιῶ παραβάλλων αὐτῷ τὰ τῶν προγόνων ἔργα· οὐδὲ γὰρ Φιλάμμωνα τὸν πύκτην Ὀλυμπίασι στεφανωθῆναι3 νικήσαντα Γλαῦκον τὸν παλαιὸν ἐκεῖνον, ἀλλὰ τοὺς καθʼ ἑαυτὸν ἀγωνιστάς, ὥσπερ ὑμᾶς ἀγνοοῦντας4 ὅτι τοῖς μὲν πύκταις ἐστὶν ὁ ἀγὼν πρὸς ἀλλήλους, τοῖς δʼ ἀξιοῦσι στεφανοῦσθαι πρὸς αὐτὴν τὴν ἀρετήν, ἧς καὶ ἕνεκα στεφανοῦνται. δεῖ γὰρ τὸν κήρυκα ἀψευδεῖν, ὅταν τὴν ἀνάρρησιν ἐν τῷ θεάτρῳ ποιῆται πρὸς τοὺς Ἕλληνας. μὴ οὖν ἡμῖν, ὡς Παταικίωνος ἄμεινον πεπολίτευσαι, διέξιθι, ἀλλʼ ἐφικόμενος τῆς ἀνδραγαθίας, οὕτω τὰς χάριτας τὸν δῆμον ἀπαίτει.

然而我得知他打算辩称,我将祖先的功业与他相比是不公道的;因为据他说,拳击手菲拉蒙在奥林匹亚获冠,并非因为战胜了那位古代人格劳科斯,而是战胜了他同时代的竞逐者——就仿佛诸位不知道,拳击手的竞技是彼此之间的较量,而要求受冠者的竞技则是与美德本身的较量,他们也正是因美德而受冠。因为传令官在剧场当着全体希腊人进行宣告时,绝不可弄虚作假。因此,切勿对我们长篇大论你如何比帕泰基翁治理得更好,而是应当达到真正的英武之境,然后再以此向民众索求恩典。

§190

ἵνα δὲ μὴ ἀποπλανῶ ὑμᾶς ἀπὸ τῆς ὑποθέσεως, ἀναγνώσεται ὑμῖν ὁ γραμματεὺς τὸ ἐπίγραμμα ὃ ἐπιγέγραπται τοῖς ἀπὸ Φυλῆς τὸν δῆμον καταγαγοῦσιν. "Ἐπίγραμμα τούσδʼ ἀρετῆς ἕνεκα στεφάνοις ἐγέραιρε παλαίχθων δῆμος Ἀθηναίων, οἵ ποτε τοὺς ἀδίκοις θεσμοῖς ἄρξαντας πόλιος πρῶτοι καταπαύειν ἦρξαν, κίνδυνον σώμασιν ἀράμενοι. υνκνοων"

为了不让诸位偏离主题,书记员将为诸位朗读题刻给自费勒迎回民众之人的题铭。 题铭 “因其美德,古老之地的雅典民众曾以冠冕酬报此辈, 他们当年挺身犯险, 最先起而倾覆那些 以不义之法统治城邦的僭主。”

§191

ὅτι τοὺς παρὰ τοὺς νόμους ἄρξαντας κατέλυσαν, διὰ τοῦτʼ αὐτούς φησιν ὁ ποιητὴς τιμηθῆναι. ἔναυλον γὰρ ἦν ἔτι τότε πᾶσιν, ὅτι τηνικαῦτα ὁ δῆμος κατελύθη, ἐπειδή τινες τὰς γραφὰς τῶν παρανόμων ἀνεῖλον. καὶ γὰρ τοι, ὡς ἐγὼ τοῦ πατρὸς τοῦ ἐμαυτοῦ ἐπυνθανόμην, ὃς ἔτη βιοὺς ἐνενήκοντα καὶ πέντε ἐτελεύτησεν, ἁπάντων μετασχὼν τῶν πόνων τῇ πόλει, οὓς πολλάκις πρὸς ἐμὲ διεξῄει ἐπὶ σχολῆς· ἔφη γὰρ, ὅτε ἀρτίως κατεληλύθει ὁ δῆμος, εἴ τις εἰσίοι γραφὴ παρανόμων εἰς δικαστήριον, εἶναι ὅμοιον τὸ ὄνομα καὶ τὸ ἔργον. τί γάρ ἐστιν ἀνοσιώτερον ἀνδρὸς παράνομα λέγοντος καὶ πράττοντος;

诗人指出他们之所以受到尊崇,正是因为他们推翻了违法施政者。因为当时人人心中仍记忆犹新:当初民主政体之所以被颠覆,正是因为某些人废除了违法提案公诉。事实上,正如我从我自己的父亲那里所获知的那样——他享年九十五岁而卒,分担了城邦的所有辛劳,常在闲暇时向我详细讲述这些事;他说,当民众刚刚回迁之时,若有任何违法提案公诉进入法庭,罪名与实情乃是完全相符的。因为世上还有什么比一个言行皆违背法律之人更加大逆不道的呢?

§192

καὶ τὴν ἀκρόασιν, ὡς ἐκεῖνος ἀπήγγελλεν, οὐ τὸν αὐτὸν τρόπον ἐποιοῦντο ὥσπερ νῦν γίγνεται, ἀλλʼ ἦσαν πολὺ χαλεπώτεροι οἱ δικασταὶ τοῖς τὰ παράνομα γράφουσιν αὐτοῦ τοῦ κατηγόρου, καὶ πολλάκις ἀνεπόδιζον τὸν γραμματέα καὶ ἐκέλευον πάλιν ἀναγιγνώσκειν τοὺς νόμους καὶ τὸ ψήφισμα, καὶ ἡλίσκοντο οἱ τὰ παράνομα γράφοντες, οὐκ εἰ πάντας παραπηδήσειαν τοὺς νόμους, ἀλλʼ εἰ μίαν μόνον συλλαβὴν παραλλάξειαν.5 τὸ δὲ νυνὶ γιγνόμενον πρᾶγμα ὑπερκαταγέλαστόν ἐστιν· ὁ μὲν γὰρ γραμματεὺς ἀναγιγνώσκει τὸ παράνομον, οἱ δὲ δικασταὶ ὥσπερ ἐπῳδὴν ἢ ἀλλότριόν τι πρᾶγμʼ ἀκροώμενοι, πρὸς ἑτέρῳ τινὶ τὴν γνώμην ἔχουσιν.

据他讲述,当时进行庭审的方式也与如今大相径庭,审判员们对起草违法提案者的严厉态度甚至远胜过控告者本人,他们常常叫停书记员,命令他重新宣读法律和法令;起草违法提案的人哪怕并非逾越了全部法律,哪怕只是改动了一个音节,也会被判有罪。然而如今所发生的事却是荒唐透顶:书记员在宣读违法条款时,审判员们听着就像在听咒语或某种与己无关的事,心神完全放在了别的事情上。

语法注5 条
  1. 187ἣν ἔδοτε δωρεὰν

    先行词 δωρεάν 受关系代词 ἣν 的格吸引(逆向格吸引/先行),被纳入了关系从句中。整个句子的基本骨架相当于 ἔστιν ἰδεῖν τὴν δωρεάν, ἣν ἔδοτε...(“可以看到你们所给予的犒赏”)。

  2. 187ἀλλʼ ἀκριβῶς τὴν βουλὴν σκεψαμένην

    承接前分句中的 κελεύει(οὐδὲ τοῦτο εἰκῇ πρᾶξαι κελεύει),形成带对格主语的复合结构,其中不定词(如 [πρᾶξαι] 或 [στεφανῶσαι])被省略。分词 σκεψαμένην 与作为宾格逻辑主语的 τὴν βουλήν 保持性数格一致。

  3. 189οὐδὲ γὰρ Φιλάμμωνα τὸν πύκτην Ὀλυμπίασι στεφανωθῆναι

    承接前面的 πυνθάνομαί γʼ αὐτὸν μέλλειν λέγειν, ὡς...,属于间接引语中的“对格加不定词”结构,转述狄摩西尼预计会作出的辩解(即菲拉蒙获冠并非因胜过远古英雄,而是胜过同时代之人)。

  4. 189ὥσπερ ὑμᾶς ἀγνοοῦντας

    ὥσπερ 搭配宾格分词 ἀγνοοῦντας 构成绝对宾格(accusative absolute),表示主观假定的情况(“就仿佛诸位不知道……”)。

  5. 192οὐκ εἰ πάντας παραπηδήσειαν τοὺς νόμους, ἀλλʼ εἰ μίαν μόνον συλλαβὴν παραλλάξειαν

    希求法动词 παραπηδήσειαν 和 παραλλάξειαν 与主句未完成过去时 ἡλίσκοντο(“常常被判有罪”)配合,构成过去通指条件句(past general condition),强调当年法庭反复出现的严格判决:只要有人违背哪怕一个音节,就会被定罪。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:187-192