← 埃斯基涅斯

控告克特西丰

§180-186

昔日英杰与殊荣归于民众的历史先例

埃斯基涅斯敦促作为城邦美德裁判者的民众审慎授奖,并援引历史先例指出,地米斯托克利和米太亚德等昔日英杰从未获授个人冠冕,无论在埃翁的赫尔墨斯像还是马拉松战役壁画中,功勋与殊荣皆始终归于雅典人民全体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§180

νῦν δʼ οἶμαι διὰ τὸ σπάνιον καὶ τὸ περιμάχητον καὶ τὸ καλὸν καὶ τὸ ἀείμνηστον ἐκ τῆς νίκης ἐθέλουσίν τινες τὰ σώματα παραθέμενοι καὶ τὰς μεγίστας ταλαιπωρίας ὑπομείναντες διακινδυνεύειν. ὑπολάβετε τοίνυν ὑμᾶς αὐτοὺς εἶναι ἀγωνοθέτας πολιτικῆς ἀρετῆς, κἀκεῖνο ἐκλογίσασθε, ὅτι, ἐὰν μὲν τὰς δωρεὰς ὀλίγοις καὶ ἀξίοις καὶ κατὰ τοὺς νόμους διδῶτε, πολλοὺς ἀγωνιστὰς ἕξετε τῆς ἀρετῆς, ἂν δὲ τῷ βουλομένῳ καὶ τοῖς διαπραξαμένοις χαρίζησθε, καὶ τὰς ἐπιεικεῖς φύσεις διαφθερεῖτε.

然而,我想,正是因为胜利所带来的罕见、极力争夺的价值、崇高以及不可磨灭的纪念,才有人愿意置身家性命于不顾,忍受极大的艰辛去冒此奇险。因此,请诸位将自己视作城邦美德的竞技裁判,并深思这一点:倘若诸位依照法律,仅将犒赏授予少数配享之人,诸位便将拥有众多美德的竞逐者;但诸位若对任何有意者以及善于钻营者曲意迁就,哪怕是善良的天性诸位也将予以败坏。

§181

ὅτι δὲ ὀρθῶς λέγω, ἔτι μικρῷ σαφέστερον ὑμᾶς βούλομαι διδάξαι. πότερον ὑμῖν ἀμείνων ἀνὴρ εἶναι δοκεῖ Θεμιστοκλῆς, ὁ στρατηγήσας ὅτʼ ἐν τῇ περὶ Σαλαμῖνα ναυμαχίᾳ τὸν Πέρσην ἐνικᾶτε, ἢ Δημοσθένης, ὁ νυνὶ τὴν τάξιν λιπών; Μιλτιάδης δέ, ὁ τὴν ἐν Μαραθῶνι μάχην νικήσας, ἢ οὗτος; ἔτι δʼ οἱ ἀπὸ Φυλῆς φεύγοντα τὸν δῆμον καταγαγόντες; Ἀριστείδης δʼ ὁ δίκαιος, ὁ τὴν ἀνόμοιον ἔχων ἐπωνυμίαν Δημοσθένει;

为了证明我说得在理,我还想稍微更清楚地向诸位说明。在诸位看来,在萨拉米斯海战中率领诸位击溃波斯人的将领忒弥斯托克勒斯,与刚刚临阵脱逃的狄摩西尼相比,究竟谁是更优秀的人物?在马拉松之战中获胜的米勒狄亚德,还是眼前这人?抑或是那些将流亡的民众从费勒迎回的人?还有拥有与狄摩西尼截然相反的外号的“正义者”阿里斯提德斯呢?

§182

ἀλλʼ ἔγωγε μὰ τοὺς θεοὺς τοὺς Ὀλυμπίους οὐδʼ ἐν ταῖς αὐταῖς ἡμέραις ἄξιον ἡγοῦμαι μεμνῆσθαι τοῦ θηρίου τούτου κἀκείνων τῶν ἀνδρῶν. ἐπιδειξάτω τοίνυν Δημοσθένης εἴ που γέγραπταί τινα τούτων τῶν ἀνδρῶν στεφανῶσαι. ἀχάριστος ἄρʼ ἦν ὁ δῆμος; οὔκ, ἀλλὰ μεγαλόφρων, κἀκεῖνοί γε τῆς πόλεως ἄξιοι· οὐ γὰρ ᾤοντο δεῖν ἐν τοῖς γράμμασι τιμᾶσθαι, ἀλλʼ ἐν τῇ μνήμῃ τῶν εὖ πεπονθότων, ἣ ἀπʼ ἐκείνου τοῦ χρόνου μέχρι τῆσδε τῆς ἡμέρας ἀθάνατος οὖσα διαμένει. δωρεὰς δὲ τίνας ἐλάμβανον, ἄξιόν ἐστι μνησθῆναι.

凭奥林匹亚诸神起誓,依我之见,即便在同一天里将这头野兽与那些豪杰相提并论都是不配的。那么,就让狄摩西尼指出,是否在任何地方曾有明文记载要为这些人中的任何一位授予冠冕。难道民众当真不知感恩吗?绝非如此,而是因为民众心胸高远,而那些人也当真配得上城邦;因为他们认为自己不应在文字记载中受享荣耀,而应铭刻在受惠者的记忆里,那份记忆从那时起直至今日长存不朽。至于他们获得了何种犒赏,倒很值得一提。

§183

ἦσάν τινες, ὦ ἄνδρες Ἀθηναῖοι, κατὰ τοὺς τότε καιρούς, οἳ πολὺν πόνον ὑπομείναντες καὶ μεγάλους κινδύνους ἐπὶ τῷ Στρυμόνι ποταμῷ ἐνίκων μαχόμενοι Μήδους· οὗτοι δεῦρο ἀφικόμενοι τὸν δῆμον ᾔτησαν δωρεάν, καὶ ἔδωκεν αὐτοῖς ὁ δῆμος τιμὰς μεγάλας, ὡς τότʼ ἐδόκει, τρεῖς λιθίνους Ἑρμᾶς στῆσαι ἐν τῇ στοᾷ τῇ τῶν Ἑρμῶν, ἐφʼ ᾧτε μὴ ἐπιγράφειν τὸ ὄνομα τὸ ἑαυτῶν,1 ἵνα μὴ τῶν στρατηγῶν, ἀλλὰ τοῦ δήμου δοκῇ εἶναι τὸ ἐπίγραμμα.

雅典的男人们,在那个时代曾有一些人,他们在斯特律蒙河畔忍受了巨大的辛劳和严峻的危险,在战斗中击败了米底亚人。他们来到这里向民众请求赏赐,民众赐予了他们在那时看来极高的荣誉:在赫尔墨斯柱廊竖立三座石制赫尔墨斯像,条件是不得刻上他们自己的名字,以便使题铭看起来不属于将领,而属于人民。

§184

ὅτι δʼ ἀληθῆ λέγω, ἐξ αὐτῶν τῶν ποιημάτων γνώσεσθε. ἐπιγέγραπται γὰρ ἐπὶ τῷ μὲν πρώτῳ τῶν Ἑρμῶν· "ἦν ἄρα κἀκεῖνοι ταλακάρδιοι,2 οἵ ποτε Μήδων παισὶν ἐπʼ Ἠϊόνι, Στρυμόνος ἀμφὶ ῥοάς, λιμόν τʼ αἴθωνα κρατερόν τʼ ἐπάγοντες Ἄρηα πρῶτοι δυσμενέων εὗρον ἀμηχανίην. υνκνοων" ἐπὶ δὲ τῷ δευτέρῳ· "ἡγεμόνεσσι δὲ μισθὸν Ἀθηναῖοι τάδʼ ἔδωκαν ἀντʼ εὐεργεσίης καὶ μεγάλης ἀρετῆς. μᾶλλόν τις τάδʼ ἰδὼν καὶ ἐπεσσομένων ἐθελήσει ἀμφὶ ξυνοῖσι πράγμασι μόχθον ἔχειν. υνκνοων"

至于我说的是真话,诸位从诗文本身即可知晓。因为在第一座赫尔墨斯像上题写道: “确实,那些人亦是刚毅之躯,他们曾在埃翁, 在斯特律蒙河的激流之畔,抗击米底亚人的子嗣, 驱逼灼人的饥馑与强暴的阿瑞斯降临敌军, 最先使仇敌陷入束手无策的窘境。” 在第二座上则写道: “作为给领袖的酬报,雅典人赐予了这些, 以回报其恩泽与伟大的美德; 目睹这些,后世之人亦将更甘愿 为公共的事业承受劳苦。”

§185

ἐπὶ δὲ τῷ τρίτῳ ἐπιγέγραπται Ἑρμῇ· "ἔκ ποτε τῆσδε πόληος ἅμʼ Ἀτρείδῃσι Μενεσθεὺς ἡγεῖτο ζάθεον Τρωικὸν ἂμ πεδίον, ὅν ποθʼ Ὅμηρος ἔφη Δαναῶν πύκα χαλκοχιτώνων κοσμητῆρα μάχης ἔξοχον ἄνδρα μολεῖν. οὕτως οὐδὲν ἀεικὲς Ἀθηναίοισι καλεῖσθαι κοσμητὰς πολέμου τʼ ἀμφὶ καὶ ἠνορέης. υνκνοων" ἔστι που τὸ τῶν στρατηγῶν ὄνομα; οὐδαμοῦ, ἀλλὰ τὸ τοῦ δήμου.

在第三座赫尔墨斯像上题写道: “曾几何时,梅奈斯透斯与阿特柔斯之子一同, 自这座城邦领军驰骋于神圣的特洛伊原野, 昔日荷马曾赞颂他是披铜甲的达奈人中 一位卓越非凡的排兵布阵之士。 因此,雅典人被称为战争与英武的 布阵之师,绝非浪得虚名。” 将领的名字在何处?无处寻觅,唯有人民的名义。

§186

προέλθετε δὴ τῇ διανοίᾳ καὶ εἰς τὴν στοὰν τὴν ποικίλην· ἁπάντων γὰρ ἡμῖν τῶν καλῶν ἔργων τὰ ὑπομνήματα ἐν τῇ ἀγορᾷ ἀνάκειται. τί οὖν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, ὃ ἐγὼ λέγω; ἐνταῦθα ἡ ἐν Μαραθῶνι μάχη γέγραπται. τίς οὖν ἦν ὁ στρατηγός; οὑτωσὶ μὲν ἐρωτηθέντες ἅπαντες ἀποκρίναισθε ἄν, ὅτι Μιλτιάδης· ἐκεῖ δὲ οὐκ ἐπιγέγραπται. πῶς; οὐκ ᾔτησε ταύτην τὴν δωρεάν; ᾔτησεν, ἀλλʼ ὁ δῆμος οὐκ ἔδωκεν, ἀλλʼ ἀντὶ τοῦ ὀνόματος συνεχώρησεν αὐτῷ γραφῆναι πρώτῳ παρακαλοῦντι τοὺς στρατιώτας.3

现在请诸位在心念中也走向彩绘柱廊吧;因为我们一切辉煌功绩的纪念物都供奉在集市之中。那么,雅典的男人们,我所说的是何意?那里绘有马拉松之战。那么,将领是谁?倘若这样问起,诸位全都会回答:米勒狄亚德。然而那里并没有题上他的名字。为何?难道他没有请求这项赏赐吗?他请求过,但民众没有给予,而是准许将他画在首位激励士兵,以代替他的名字。

语法注3 条
  1. 183ἐφʼ ᾧτε μὴ ἐπιγράφειν τὸ ὄνομα τὸ ἑαυτῶν

    连词 ἐφʼ ᾧτε 搭配不定式,表示“以……为条件”的附加规定(否定词用 μή)。此处指雅典民众准许建立赫尔墨斯石像时所附带的限制条件。

  2. 184ἦν ἄρα κἀκεῖνοι ταλακάρδιοι

    动词 ἦν 为单数第三人称未完成过去时,而表语 ταλακάρδιοι 与主语 κἀκεῖνοι 则为复数(动词单数位于复数主语之前的品达句式)。语气词 ἄρα 表示读者目睹此景时的由衷感叹或确信(“确实,那些人亦是……”)。

  3. 186ἀντὶ τοῦ ὀνόματος συνεχώρησεν αὐτῷ γραφῆναι πρώτῳ παρακαλοῦντι τοὺς στρατιώτας

    不定式 γραφῆναι(被绘制)在逻辑上的主语为米勒狄亚德,因此形容词与分词 πρώτῳ παρακαλοῦντι 采用与前文的与格 αὐτῷ 一致的与格。整句表明民众拒绝题刻其姓名,作为替代,允许他在画卷首位以激励士兵的姿态被绘制出来。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:180-186