- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:174-179
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃斯基涅斯抨击德莫斯梯尼缺乏良知与勇气,指出依梭伦之法胆怯者绝无资格受奖,并警告随意滥发冠冕已使城邦公民的美德较祖辈时代严重退化。
περὶ δʼ εὐγνωμοσύνην καὶ λόγου δύναμιν πῶς πέφυκε; δεινὸς λέγειν, κακὸς βιῶναι. οὕτω γὰρ κέχρηται καὶ τῷ ἑαυτοῦ σώματι καὶ παιδοποιίᾳ, ὥστʼ ἐμὲ μὴ βούλεσθαι λέγειν ἃ τούτῳ πέπρακται· ἤδη γὰρ ποτε εἶδον μισηθέντας τοὺς τὰ τῶν πλησίον αἰσχρὰ λίαν σαφῶς λέγοντας. ἔπειτα τί συμβαίνει τῇ πόλει; οἱ μὲν λόγοι καλοί, τὰ δʼ ἔργα φαῦλα.
至于良知与辞令之能,他天性又是如何?长于言辞,拙劣于生活。他对待自己的身体与生儿育女之事,荒唐至极,以至我不愿提及他的所作所为;因为我早已见过,过于露骨地说出邻人丑事者往往招致憎恨。那么城邦由此得到了什么结果?言辞美妙,行径却卑劣不堪。
πρὸς δὲ ἀνδρείαν βραχύς μοι λείπεται λόγος. εἰ μὲν γὰρ ἠρνεῖτο μὴ δειλὸς εἶναι,1 ἢ ὑμεῖς μὴ συνῄδετε, διατριβὴν ὁ λόγος ἄν μοι παρεῖχεν· ἐπειδὴ δὲ καὶ αὐτὸς ὁμολογεῖ ἐν ταῖς ἐκκλησίαις, καὶ ὑμεῖς σύνιστε, λοιπὸν ὑπομνῆσαι τοὺς περὶ τούτων κειμένους νόμους. ὁ γὰρ Σόλων ὁ παλαιὸς νομοθέτης ἐν τοῖς αὐτοῖς ἐπιτιμίοις ᾤετο δεῖν ἐνέχεσθαι τὸν ἀστράτευτον καὶ τὸν λελοιπότα τὴν τάξιν καὶ τὸν δειλὸν ὁμοίως· εἰσὶ γὰρ καὶ δειλίας γραφαί. καίτοι θαυμάσειεν ἄν τις ὑμῶν, εἰ εἰσὶ φύσεως γραφαί. εἰσίν. τίνος ἕνεκα; ἵνʼ ἕκαστος ἡμῶν τὰς ἐκ τῶν νόμων ζημίας φοβούμενος μᾶλλον ἢ τοὺς πολεμίους, ἀμείνων ἀγωνιστὴς ὑπὲρ τῆς πατρίδος ὑπάρχῃ·
至于勇敢,留给我要说的就寥寥无几了。假若他否认自己是胆怯之辈,抑或诸位对此一无所知,那这番话尚须费我一番周章;然而既然他自己在公民大会上也已承认,而诸位也都心知肚明,剩下的便唯有提醒诸位注意有关此事的既定法律了。古代立法者梭伦认为,逃避兵役者、临阵脱逃者以及胆怯者,同样应当承受同等的惩罚;因为甚至存在控告胆怯罪的公诉。诸位之中或许有人会惊奇,难道对天性也能提起公诉?确实如此。所为何来?为了使我们当中的每一个人畏惧法律的惩处甚于畏惧敌人,从而能成为更加奋勇卫国的战士。
ὁ μὲν τοίνυν νομοθέτης τὸν ἀστράτευτον καὶ τὸν δειλὸν καὶ τὸν λιπόντα τὴν τάξιν ἔξω τῶν περιραντηρίων τῆς ἀγορᾶς ἐξείργει, καὶ οὐκ ἐᾷ στεφανοῦσθαι, οὐδʼ εἰσιέναι εἰς τὰ ἱερὰ τὰ δημοτελῆ· σὺ δὲ τὸν ἀστεφάνωτον ἐκ τῶν νόμων κελεύεις ἡμᾶς στεφανοῦν, καὶ τῷ σαυτοῦ ψηφίσματι τὸν οὐ προσήκοντα εἰσκαλεῖς τοῖς τραγῳδοῖς2 εἰς τὴν ὀρχήστραν, εἰς τὸ ἱερὸν τοῦ Διονύσου τὸν τὰ ἱερὰ διὰ δειλίαν προδεδωκότα. ἵνα δὲ μὴ ἀποπλανῶ ὑμᾶς ἀπὸ τῆς ὑποθέσεως, ἐκεῖνο μέμνησθε, ὅταν φῇ δημοτικὸς εἶναι· θεωρεῖτʼ αὐτοῦ μὴ τὸν λόγον, ἀλλὰ τὸν βίον, καὶ σκοπεῖτε μὴ τίς φησιν εἶναι, ἀλλὰ τίς ἐστιν.
因此,立法者将逃避兵役者、胆怯者以及临阵脱逃者驱逐在集市的净水盆之外,不准其佩戴冠冕,亦不准进入由公费维持的神圣祭所;然而你却吩咐我们将按律不配戴冠之人予以加冠,并凭借你自己的提案,在悲剧演出时把不配之人召进乐池,将因胆怯而背弃神圣祭仪之人召进狄俄尼索斯的圣所。 为了不让我把诸位引离论题的核心,每当他宣称自己是民主派时,请诸位牢记这一点:去考察他的生活而非言辞,去审视他究竟是何许人,而非自称是何许人。
ἐπεὶ δὲ στεφάνων ἀνεμνήσθην καὶ δωρεῶν, ἕως ἔτι μέμνημαι, προλέγω ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ μὴ καταλύσετε τὰς ἀφθόνους ταύτας δωρεὰς καὶ τοὺς εἰκῇ διδομένους στεφάνους, οὔθʼ οἱ τιμώμενοι χάριν ὑμῖν εἴσονται, οὔτε τὰ τῆς πόλεως πράγματα ἐπανορθωθήσεται· τοὺς μὲν γὰρ πονηροὺς οὐ μή ποτε βελτίους ποιήσετε,3 τοὺς δὲ χρηστοὺς εἰς τὴν ἐσχάτην ἀθυμίαν ἐμβαλεῖτε. ὅτι δʼ ἀληθῆ λέγω, μεγάλα τούτων οἶμαι σημεῖα δείξειν ὑμῖν.
既然我提到了冠冕与犒赏,趁我还记得,雅典的男人们,我预先警告诸位:除非诸位废止这些泛滥的犒赏和随意授予的冠冕,否则受奖者既不会对诸位心存感激,城邦的事务也无法得到纠正;因为诸位绝不能使恶人变善,反而会将善人抛入极度的沮丧之中。而要证明我说的是真话,我认为能向诸位出示重大的证据。
εἰ γάρ τις ὑμᾶς ἐρωτήσειε, πότερον ὑμῖν ἐνδοξοτέρα δοκεῖ ἡ πόλις ἡμῶν εἶναι ἐπὶ τῶν νυνὶ καιρῶν ἢ ἐπὶ τῶν προγόνων, ἅπαντες ἂν ὁμολογήσαιτε, ἐπὶ τῶν προγόνων. ἄνδρες δὲ πότερον τότε ἀμείνους ἦσαν ἢ νυνί; τότε μὲν διαφέροντες, νυνὶ δὲ πολλῷ καταδεέστεροι. δωρεαὶ δὲ καὶ στέφανοι καὶ κηρύγματα καὶ σιτήσεις ἐν πρυτανείῳ πότερα τότε ἦσαν πλείους ἢ νυνί; τότε μὲν ἦν σπάνια τὰ καλὰ παρʼ ἡμῖν, καὶ τὸ τῆς ἀρετῆς ὄνομα τίμιον· νυνὶ δʼ ἤδη καταπέπλυται τὸ πρᾶγμα, καὶ τὸ στεφανοῦν ἐξ ἔθους, ἀλλʼ οὐκ ἐκ προνοίας, ποιεῖσθε.
倘若有人问诸位,在诸位看来,我们的城邦在眼下的时代更为光耀,还是在先祖的时代更为光耀?诸位必定都会承认:是在先祖的时代。那时的英杰胜过现在,还是现在胜过那时?那时的人出类拔萃,如今的人却远为逊色。那么赏赐、冠冕、传报官的表彰以及在议事厅的公餐,是那时更多还是现在更多?那时在我们当中崇高的殊荣十分罕见,美德之名倍受珍惜;而如今这一荣誉早已贬值,诸位加授冠冕纯出旧习,而非出自深谋远虑。
οὐκ οὖν ἄτοπον οὑτωσὶ διαλογιζομένοις,4 τὰς μὲν δωρεὰς νυνὶ πλείους εἶναι, τὰ δὲ πράγματα τὰ τῆς πόλεως τότε μᾶλλον ἰσχύειν, καὶ τοὺς ἄνδρας νῦν μὲν χείρους εἶναι, τότε δʼ ἀμείνους; ἐγὼ δὲ τοῦθʼ ὑμᾶς ἐπιχειρήσω διδάσκειν. οἴεσθʼ ἄν ποτε, ὦ ἄνδρες Ἀθηναῖοι, ἐθελῆσαί τινα ἐπασκεῖν εἰς τὰ Ὀλύμπια, ἢ ἄλλον τινὰ τῶν στεφανιτῶν ἀγώνων, παγκράτιον ἢ καὶ ἄλλο τι τῶν βαρυτέρων ἄθλων, εἰ ὁ στέφανος ἐδίδοτο μὴ τῷ κρατίστῳ, ἀλλὰ τῷ διαπραξαμένῳ; οὐδεὶς ἄν ποτʼ ἠθέλησεν.
如此细想起来,如今犒赏更为繁多,城邦的国势却在昔日更为强盛,如今的人更为低劣,昔日的人却更为优秀,难道不是荒谬的吗?我将试图向诸位阐明个中缘由。雅典的男人们,诸位可曾想过,倘若桂冠不是授予最强健的人,而是授予善于钻营者,还会有人愿意为奥林匹亚赛会或任何其他授予冠冕的竞技去刻苦训练,去参加潘克拉辛搏击或任何其他繁重赛事吗?决不会有任何人愿意。
- 175ἠρνεῖτο μὴ δειλὸς εἶναι
在表示否认的动词(ἀρνέομαι)后接不定式时出现的赘用否定词 μή。此处并非双重否定,而是表示“若他否认自己是胆怯者”。
- 176τοῖς τραγῳδοῖς
表时间或场合的与格,指戏剧节期间(“在悲剧上演时/在悲剧竞赛之际”),而非作为间接宾语指代悲剧演员自身。
- 177οὐ μή ποτε βελτίους ποιήσετε
由 οὐ μή 搭配直陈式将来时(ποιήσετε)构成的强意将来否定结构,表示带有断定语气的强烈否定:“绝不可能使……变好”。
- 179οὐκ οὖν ἄτοπον οὑτωσὶ διαλογιζομένοις
无人称表达 οὐκ οὖν ἄτοπον [ἐστί] 与表判断者的与格(dativus iudicantis,即分词 διαλογιζομένοις,“对如此思考的人而言”)相结合的句式,后接一系列不定式从句作为逻辑主语。
