← 埃斯基涅斯

控告克特西丰

§168-173

真正民主派的条件与德莫斯梯尼的出身

埃斯基涅斯列举了真正民主派人士所必备的五项品格,力证德莫斯梯尼因外祖父的叛国前科、母系的斯基泰异族血统以及挥霍腐败的私德,实为反民主的寡头派。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§168

ναί, ἀλλὰ δημοτικός ἐστιν. ἂν μὲν τοίνυν πρὸς τὴν εὐφημίαν αὐτοῦ τῶν λόγων ἀποβλέπητε, ἐξαπατηθήσεσθε, ὥσπερ καὶ πρότερον, ἐὰν δʼ εἰς τὴν φύσιν καὶ τὴν ἀλήθειαν, οὐκ ἐξαπατηθήσεσθε. ἐκείνως δὲ ἀπολάβετε παρʼ αὐτοῦ λόγον.1 ἐγὼ μὲν μεθʼ ὑμῶν λογιοῦμαι ἃ δεῖ ὑπάρξαι ἐν τῇ φύσει τῷ δημοτικῷ ἀνδρὶ καὶ σώφρονι, καὶ πάλιν ἀντιθήσω ποῖόν τινα εἰκός ἐστιν εἶναι τὸν ὀλιγαρχικὸν ἄνθρωπον καὶ φαῦλον· ὑμεῖς δʼ ἀντιθέντες ἑκάτερα τούτων θεωρήσατʼ αὐτόν, μὴ ὁποτέρου τοῦ λόγου, ἀλλʼ ὁποτέρου τοῦ βίου ἐστίν.2

“是的,但他是个民主派。”那么,若是诸位只着眼于他言辞的悦耳动听,诸位便会像从前那样受骗;但若是着眼于他的本性与真相,诸位就不会受骗。诸位应当按照如下方式向他索取交代:我将与诸位一同清点,一个民主且审慎的人在天性上必须具备哪些特质;反过来,我也将对照指出,一个寡头派且卑劣的人理当是何种模样。诸位将这两者对比之后,且来审视他,看他究竟属于哪一种人生,而非属于哪一种口舌。

§169

οἶμαι τοίνυν ἅπαντας ἂν ὑμᾶς ὁμολογῆσαι τάδε δεῖν ὑπάρξαι τῷ δημοτικῷ, πρῶτον μὲν ἐλεύθερον εἶναι καὶ πρὸς πατρὸς καὶ πρὸς μητρός, ἵνα μὴ διὰ τὴν περὶ τὸ γένος ἀτυχίαν δυσμενὴς ᾖ τοῖς νόμοις, οἳ σῴζουσι τὴν δημοκρατίαν, δεύτερον δʼ ἀπὸ τῶν προγόνων εὐεργεσίαν τινὰ αὐτῷ πρὸς τὸν δῆμον ὑπάρχειν, ἢ τό γʼ ἀναγκαιότατον μηδεμίαν ἔχθραν, ἵνα μὴ βοηθῶν τοῖς τῶν προγόνων ἀτυχήμασι κακῶς ἐπιχειρῇ ποιεῖν τὴν πόλιν.

我认为诸位都会同意,民主派人士必须具备以下几点:第一,在父系和母系两方面皆须是自由民,以免他因出身上的不幸而对捍卫民主政体的法律怀有敌意;第二,从祖先那里继承有某种对民众的恩德,或者至少最不可或缺的是毫无宿怨,以免他企图为祖先的不幸复仇而图谋危害城邦。

§170

τρίτον σώφρονα καὶ μέτριον χρὴ πεφυκέναι αὐτὸν πρὸς τὴν καθʼ ἡμέραν δίαιταν, ὅπως μὴ διὰ τὴν ἀσέλγειαν τῆς δαπάνης δωροδοκῇ κατὰ τοῦ δήμου. τέταρτον εὐγνώμονα καὶ δυνατὸν εἰπεῖν· καλὸν γὰρ τὴν μὲν διάνοιαν προαιρεῖσθαι τὰ βέλτιστα, τὴν δὲ παιδείαν τὴν τοῦ ῥήτορος καὶ τὸν λόγον πείθειν τοὺς ἀκούοντας· εἰ δὲ μή, τήν γʼ εὐγνωμοσύνην ἀεὶ προτακτέον τοῦ λόγου. πέμπτον ἀνδρεῖον εἶναι τὴν ψυχήν, ἵνα μὴ παρὰ τὰ δεινὰ καὶ τοὺς κινδύνους ἐγκαταλίπῃ τὸν δῆμον. τὸν δʼ ὀλιγαρχικὸν πάντα δεῖ τἀναντία τούτων ἔχειν· τί γὰρ δεῖ πάλιν διεξιέναι; σκέψασθε δή, τί τούτων ὑπάρχει Δημοσθένει· ὁ δὲ λογισμὸς ἔστω ἐπὶ πᾶσι δικαίοις.

第三,他在天性上必须在日常生计中保持节制与适度,以免因开销放纵而收受贿赂背叛民众。第四,须有良知且善于辞令;因为心灵选取最善之道,而演说家的修养与言辞能够说服听众,这是极为美好的;即便不能两全,良知也始终必须置于言辞之上。第五,须在心灵上勇敢,以免在恐怖与危险面前背弃民众。而寡头派人士则必定具有这一切的反面特质;又何须再一一罗列?那么诸位请看,德莫斯梯尼究竟具备其中哪一条;且让这一评判完全基于公正的准则。

§171

τούτῳ πατὴρ μὲν ἦν Δημοσθένης ὁ Παιανιεύς, ἀνὴρ ἐλεύθερος· οὐ γὰρ δεῖ ψεύδεσθαι. τὰ δʼ ἀπὸ τῆς μητρὸς καὶ τοῦ πάππου τοῦ πρὸς μητρὸς πῶς ἔχει αὐτῷ, ἐγὼ φράσω. Γύλων ἦν ἐκ Κεραμέων. οὗτος προδοὺς τοῖς πολεμίοις Νύμφαιον τὸ ἐν τῷ Πόντῳ, τότε τῆς πόλεως ἐχούσης τὸ χωρίον τοῦτο, φυγὰς ἀπʼ εἰσαγγελίας ἐκ τῆς πόλεως ἐγένετο, τὴν κρίσιν οὐχ ὑπομείνας, καὶ ἀφικνεῖται εἰς Βόσπορον, κἀκεῖ λαμβάνει δωρεὰν παρὰ τῶν τυράννων τοὺς ὠνομασμένους Κήπους, καὶ γαμεῖ γυναῖκα πλουσίαν μὲν νὴ Δία καὶ χρυσίον ἐπιφερομένην πολύ, Σκύθιν δὲ τὸ γένος, ἐξ ἧς αὐτῷ γίγνονται θυγατέρες δύο, ἃς ἐκεῖνος δεῦρο μετὰ πολλῶν χρημάτων ἀποστείλας, συνῴκισε τὴν μὲν ἑτέραν ὁτῳδήποτε, ἵνα μὴ πολλοῖς ἀπεχθάνωμαι· τὴν δʼ ἑτέραν ἔγημε παριδὼν τοὺς τῆς πόλεως νόμους Δημοσθένης ὁ Παιανιεύς, ἐξ ἧς ὑμῖν ὁ περίεργος καὶ συκοφάντης γεγένηται. οὐκοῦν ἀπὸ μὲν τοῦ πάππου πολέμιος ἂν εἴη τῷ δήμῳ, θάνατον γὰρ αὐτοῦ τῶν προγόνων κατέγνωτε, τὰ δʼ ἀπὸ τῆς μητρὸς Σκύθης, βάρβαρος ἑλληνίζων τῇ φωνῇ· ὅθεν καὶ τὴν πονηρίαν οὐκ ἐπιχώριός ἐστι.3

此人的父亲是帕埃阿尼亚区的德莫斯梯尼,是一位自由人;因为绝不应当说谎。但他母系以及外祖父方面的情形如何,由我来说明。曾有一个凯拉梅伊斯区的居隆。此人将本都的宁菲翁出卖给敌人——当时城邦正占据着该地——他在未经受审判的情况下,因受到弹劾指控而成为城邦的流亡者,抵达博斯普鲁斯,并在那里从僭主们手中获得那处被称为“花园”的赐地,凭宙斯起誓,他娶了一个确实富有且带来巨额黄金的女子,但按血统却是个斯基泰人;她为他生下了两个女儿。他带着重金将她们送回这里,将其中一个嫁给某人,〔这样说是〕以免我招致过多人的仇怨;而帕埃阿尼亚区的德莫斯梯尼无视城邦法律娶了另一个,由她为诸位生下了这个多管闲事的诬告者。因此,从外祖父一方而言,他应当是民众的敌人,因为诸位曾判处他的先辈死刑;而从母亲一方而言,他是个斯基泰人,一个操着希腊语言的野蛮人;正因如此,他甚至连奸恶都不属本土。

§173

περὶ δὲ τὴν καθʼ ἡμέραν δίαιταν τίς ἐστιν; ἐκ τριηράρχου λογογράφος ἀνεφάνη, καταγελάστως τὰ πατρῷα προέμενος· ἄπιστος δὲ καὶ περὶ ταῦτα δόξας εἶναι καὶ τοὺς λόγους ἐκφέρων τοῖς ἀντιδίκοις, ἀνεπήδησεν ἐπὶ τὸ βῆμα· πλεῖστον δʼ ἐκ τῆς πολιτείας εἰληφὼς ἀργύριον, ἐλάχιστα περιεποιήσατο. νῦν μέντοι τὸ βασιλικὸν χρυσίον ἐπικέκλυκε τὴν δαπάνην αὐτοῦ, ἔσται δʼ οὐδὲ τοῦθʼ ἱκανόν· οὐδεὶς γὰρ πώποτε πλοῦτος τρόπου πονηροῦ περιεγένετο. καὶ τὸ κεφάλαιον, τὸν βίον οὐκ ἐκ τῶν ἰδίων προσόδων πορίζεται, ἀλλʼ ἐκ τῶν ὑμετέρων κινδύνων.

至于他的日常生计,他又是个什么样的人?他从三列桨座战船统领沦落为代笔演说家,荒唐地败光了父辈的遗产;在这份行当里他也落得个不讲信用的恶名,竟向对讼方泄露辩护词,随后又一跃跳上了讲坛;他从国政中捞取了巨量的银钱,自己留存下来的却极少。诚然,如今波斯国王的金子淹没了他的花销,但这笔钱也绝不够用;因为从来没有任何财富能够战胜卑劣的品行。总而言之,他谋取生计并非来自自身的正当收益,而是来自诸位所冒的危险。

语法注3 条
  1. 168ἐκείνως δὲ ἀπολάβετε παρʼ αὐτοῦ λόγον

    短语 ἀπολαμβάνω λόγον παρὰ... 是法律与审计上的习惯表达,意为“向……索取账目/交代”。副词 ἐκείνως 指向后文即将详述的评估方式(即评判民主派的五项准则)。

  2. 168μὴ ὁποτέρου τοῦ λόγου, ἀλλʼ ὁποτέρου τοῦ βίου ἐστίν

    ὁποτέρου 为谓语性属格,表所属或属性,与 ἐστίν 连用,询问他在前文提出的两类人(民主派与寡头派)中属于哪一类。此句构建了口舌言辞(τοῦ λόγου)与实际生活方式(τοῦ βίου)之间的鲜明对比。

  3. 172ὅθεν καὶ τὴν πονηρίαν οὐκ ἐπιχώριός ἐστι

    τὴν πονηρίαν 为表限定或范畴的宾格(“关系宾格”),修饰形容词 ἐπιχώριος(本土的、本地的),意为“即便就其邪恶而言,他也非本土之人”,以此攻击其恶德亦带有异族蛮夷的色彩。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:168-173