- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:162-167
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃斯基涅斯揭露德莫斯梯尼通过阿里斯提翁暗中向亚历山大逢迎谄媚,并谴责其在三次对抗马其顿的绝佳良机中畏缩不前,只会在讲坛上发表荒诞怪异的修辞与虚妄的自夸。
ὡς γάρ φασιν οἱ Πάραλοι καὶ οἱ πρεσβεύσαντες πρὸς Ἀλέξανδρον, καὶ τὸ πρᾶγμα εἰκότως πιστεύεται, ἔστι τις Ἀριστίων Πλαταϊκός, ὁ τοῦ Ἀριστοβούλου τοῦ φαρμακοπώλου υἱός, εἴ τις ἄρα καὶ ὑμῶν γιγνώσκει. οὗτός ποτε ὁ νεανίσκος ἑτέρων τὴν ὄψιν διαφέρων γενόμενος ᾤκησε πολὺν χρόνον ἐν τῇ Δημοσθένους οἰκίᾳ, ὅ τι δὲ πάσχων ἢ πράττων, ἀμφίβολος ἡ αἰτία, καὶ τὸ πρᾶγμα οὐδαμῶς εὔσχημον ἐμοὶ λέγειν. οὗτος, ὡς ἐγὼ ἀκούων,1 ἠγνοημένος ὅστις ποτʼ ἐστὶ καὶ πῶς βεβιωκώς, τὸν Ἀλέξανδρον ὑποτρέχει καὶ πλησιάζει ἐκείνῳ. διὰ τούτου γράμματα πέμψας Δημοσθένης ὡς Ἀλέξανδρον, ἄδειάν τινα εὕρηται καὶ καταλλαγάς, καὶ πολλὴν τὴν κολακείαν πεποίηται.
正如帕拉洛斯号的船员们以及出使亚历山大的使节们所言——此事也合乎情理地为人所信——有一个普拉泰亚人阿里斯提翁,是药材商阿里斯托布洛斯的儿子,倘若诸位中也有人认得他的话。这个青年因昔日容貌出众,曾长期居住在德莫斯梯尼家中;至于他当时是在承受什么还是在做什么,个中缘由颇具疑点,且此事对于我而言绝非体面之谈。据我所闻,此人在其究竟是何等人物以及如何生活不为人知的情况下,巴结逢迎亚历山大并与其亲近。德莫斯梯尼通过此人向亚历山大递送信函,获得了某种安全保障与和解,并极尽谄媚之能事。
ἐκεῖθεν δὲ θεωρήσατε ὡς ὅμοιόν ἐστι τὸ πρᾶγμα τῇ αἰτίᾳ. εἰ γάρ τι τούτων ἐφρόνει Δημοσθένης καὶ πολεμικῶς εἶχεν, ὥσπερ καὶ φησί, πρὸς Ἀλέξανδρον, τρεῖς αὐτῷ καιροὶ κάλλιστοι παραγεγόνασιν, ὧν οὐδενὶ φαίνεται κεχρημένος. εἷς μὲν ὁ πρῶτος, ὅτʼ εἰς τὴν ἀρχὴν οὐ πάλαι καθεστηκὼς Ἀλέξανδρος, ἀκατασκεύων αὐτῷ τῶν ἰδίων ὄντων, εἰς τὴν Ἀσίαν διέβη, ἤκμαζε δʼ ὁ τῶν Περσῶν βασιλεὺς καὶ ναυσὶ καὶ χρήμασι καὶ πεζῇ στρατιᾷ, ἄσμενος δʼ ἂν ἡμᾶς εἰς τὴν συμμαχίαν προσεδέξατο διὰ τοὺς ἐπιφερομένους ἑαυτῷ κινδύνους. εἶπάς τινα ἐνταῦθα λόγον, Δημόσθενες, ἢ ἔγραψάς τι ψήφισμα; βούλει σε θῶ φοβηθῆναι καὶ χρήσασθαι τῷ σαυτοῦ τρόπῳ; καίτοι ῥητορικὴν δειλίαν δημόσιος καιρὸς οὐκ ἀναμένει.
从下述事实诸位便可看清,实情与指控是何等吻合。因为德莫斯梯尼如果真怀有任何这等志气,并且正如他所自诩的那样对亚历山大怀有敌意,那么他曾迎来过三次绝佳的良机,而这三次机会中未见他利用过任何一次。第一次是在亚历山大登基不久、自身根基未稳而渡海进入亚洲之时,当时波斯国王在战船、金钱和步兵军力上皆处于鼎盛,且因自身面临的危机而极乐意接纳我们缔结盟约。德莫斯梯尼啊,在那时你可曾发表过任何演说,或是起草过任何法令?你难道希望我认定你是心生畏惧而顺从了自身的本性吗?然而,国家的历史转折点绝不会等待一个演说家的怯懦。
ἀλλʼ ἐπειδὴ πάσῃ τῇ δυνάμει Δαρεῖος κατεβεβήκει, ὁ δʼ Ἀλέξανδρος ἦν ἀπειλημμένος ἐν Κιλικίᾳ πάντων ἐνδεής, ὡς ἔφησθα σύ, αὐτίκα μάλα δʼ ἔμελλεν, ὡς ἦν ὁ παρὰ σοῦ λόγος, συμπατηθήσεσθαι ὑπὸ τῆς Περσικῆς ἵππου, τὴν δὲ σὴν ἀηδίαν ἡ πόλις οὐκ ἐχώρει καὶ τὰς ἐπιστολὰς ἃς ἐξηρτημένος2 ἐκ τῶν δακτύλων περιῄεις, ἐπιδεικνύων τισὶ τὸ ἐμὸν πρόσωπον ὡς ἐκπεπληγμένου καὶ ἀθυμοῦντος, καὶ χρυσόκερων ἀποκαλῶν καὶ κατεστέφθαι φάσκων, εἴ τι πταῖσμα συμβήσεται Ἀλεξάνδρῳ, οὐδʼ ἐνταῦθα ἔπραξας οὐδέν, ἀλλʼ εἴς τινα καιρὸν ἀνεβάλλου καλλίω.
及至大流士率全军压境,而亚历山大在基利家退路受阻、匮乏一切物资(正如你所言),且眼看就要被波斯骑兵踏平(正如你的言辞所宣称)之时;当时城邦简直容纳不下你的下作行径,你把信件悬垂在手指上四处招摇,向某些人展示我的面容,说我惊慌失措、心灰意冷,称我为‘饰金角待宰的牛’,并断言倘若亚历山大遭遇任何挫折,我便已被戴上祭献的花环;即便在那时,你也未曾采取任何行动,反而拖延等待所谓更好的时机。
ὑπερβὰς τοίνυν ἅπαντα ταῦτα, ὑπὲρ τῶν νυνὶ καθεστηκότων λέξω. Λακεδαιμόνιοι μὲν καὶ τὸ ξενικὸν ἐπέτυχον μάχῃ, καὶ διέφθειραν τοὺς περὶ Κόρραγον στρατιώτας, Ἠλεῖοι δʼ αὐτοῖς συμμετεβάλοντο καὶ Ἀχαιοὶ πάντες πλὴν Πελληνέων, καὶ Ἀρκαδία πᾶσα πλὴν Μεγάλης πόλεως, αὕτη δὲ ἐπολιορκεῖτο καὶ καθʼ ἑκάστην ἡμέραν ἐπίδοξος ἦν ἁλῶναι, ὁ δʼ Ἀλέξανδρος ἔξω τῆς ἄρκτου καὶ τῆς οἰκουμένης ὀλίγου δεῖν πάσης μεθειστήκει, ὁ δὲ Ἀντίπατρος πολὺν χρόνον συνῆγε στρατόπεδον, τὸ δʼ ἐσόμενον ἄδηλον ἦν. ἐνταῦθʼ ἡμῖν ἀπόδειξιν ποίησαι, Δημόσθενες, τί ποτʼ ἦν ἃ ἔπραξας, ἢ τί ποτʼ ἦν ἃ ἔλεγες· καὶ εἰ βούλει, παραχωρῶ σοι τοῦ βήματος ἕως ἂν εἴπῃς.
那么,且撇开这一切不谈,我来谈谈当下的局势。拉凯达伊蒙人与雇佣军在会战中取胜,歼灭了科拉戈斯麾下的部队;厄利斯人与他们结盟反叛,除佩勒涅人外的全体阿开亚人、除梅加洛波利斯外的全体阿卡迪亚人亦然,而梅加洛波利斯正被围困,每日都有沦陷的危险;亚历山大远走北方之外,几乎脱离了整个文明世界;安提帕特用了很长时间集结军队,局势的前景尚不明朗。在此关键时刻,德莫斯梯尼啊,请向我们出示证据:你究竟做过什么,或是究竟说过什么?若是你愿意,我将讲坛让与你,直到你说完为止。
ἐπειδὴ δὲ σιγᾶς, ὅτι μὲν ἀπορεῖς, συγγνώμην ἔχω σοι, ἃ δὲ τότʼ ἔλεγες, ἐγὼ νυνὶ λέξω. οὐ μέμνησθε αὐτοῦ τὰ μιαρὰ καὶ ἀπίθανα ῥήματα, ἃ πῶς ποθʼ ὑμεῖς, ὦ σιδηροῖ, ἐκαρτερεῖτε ἀκροώμενοι; ὅτʼ ἔφη παρελθών· ἀμπελουργοῦσί τινες τὴν πόλιν, ἀνατετμήκασί τινες τὰ κλήματα τὰ τοῦ δήμου, ὑποτέτμηται τὰ νεῦρα τῶν πραγμάτων, φορμορραφούμεθα, ἐπὶ τὰ στενά τινες πρῶτον ὥσπερ τὰς βελόνας διείρουσι.
既然你保持沉默,对于你的无言以对,我深表同情;然而你当时所说的话,我现在便公之于众。难道诸位不记得他那些令人作呕、荒诞不经的言辞了吗?诸位这些铁石心肠的人啊,当时究竟是如何忍耐倾听下去的呢?那时他走上讲坛说道: ‘有人在修剪城邦这片葡萄园;有人已经截断了民众的枝桠;事务的筋腱已被割断;我们如同被缝合进草袋;有人先将我们像穿针引线一般穿过狭道。’
ταῦτα δὲ τί ἐστιν, ὦ κίναδος; ῥήματα ἢ θαύματα; καὶ πάλιν ὅτε κύκλῳ περιδινῶν σεαυτὸν ἐπὶ τοῦ βήματος ἔλεγες, ὡς ἀντιπράττων Ἀλεξάνδρῳ· ὁμολογῶ τὰ Λακωνικὰ συστῆσαι, ὁμολογῶ Θετταλοὺς καὶ Περραιβοὺς ἀφιστάναι. σὺ Θετταλοὺς ἀφιστάναι;3 σὺ γὰρ ἂν κώμην ἀποστήσειας; σὺ γὰρ ἂν προσέλθοις μὴ ὅτι πρὸς πόλιν, ἀλλὰ πρὸς οἰκίαν, ὅπου κίνδυνος πρόσεστιν; ἀλλʼ εἰ μέν που χρήματα ἀναλίσκεται, προσκαθιζήσει, πρᾶξιν δὲ ἀνδρὸς οὐ πράξεις· ἐὰν δʼ αὐτόματόν τι συμβῇ, προσποιήσῃ καὶ σαυτὸν ἐπὶ τὸ γεγενημένον ἐπιγράψεις· ἂν δʼ ἔλθῃ φόβος τις, ἀποδράσῃ· ἂν δὲ θαρρήσωμεν, δωρεὰς αἰτήσεις καὶ χρυσοῦς στεφάνους.
狐狸啊,这些究竟算什么?是言辞还是怪物?再者,当你在讲坛上把自己转得团团打转,装作对抗亚历山大而宣称: ‘我承认是我策划了拉科尼亚的事变;我承认是我在煽动色萨利人和佩莱比人叛乱。’ 你煽动色萨利人叛乱?你难道能煽动一个村落叛乱吗?在有危险存在的地方,且不说城邦,你难道敢走近哪怕一处宅第吗?然而,倘若哪里有钱财可耗费,你定会凑坐上去,但男儿的实事你一件也不会做;如果事情自然顺遂,你便会冒领功劳并在发生的事情上刻下自己的名字;若是有任何恐惧降临,你便会临阵脱逃;若是我们重拾勇气,你便会索求赏赐与金冠。
- 162ὡς ἐγὼ ἀκούων
在连词 ὡς 引导的从句中,此处未出现限定动词,而是直接使用了分词 ἀκούων。这可被理解为省略了系动词 εἰμί(迂说结构),或者属于口语化的破格句,其含义等同于通常的 ὡς ἐγὼ ἀκούω(据我所闻)。
- 164ἐξηρτημένος
中动态分词,支配直接宾语关系代词宾格 ἃς(先行词为 τὰς ἐπιστολάς)。它生动地刻画了德莫斯梯尼将信件悬垂在手指上四处走动的情形,是中动态表示作用于自身肢体并同时接管直接宾语的典型用法。
- 167σὺ Θετταλοὺς ἀφιστάναι;
惊愕或义愤不定式(infinitivus indignationis)。此处重复德莫斯梯尼前文的陈述(ὁμολογῶ... ἀφιστάναι),省略主句支配动词,仅以主格代词 σὺ 与不定式并置,表达强烈的嘲讽与难以置信的斥责(“你让色萨利人背叛?”)。
