← 埃斯基涅斯

控告克特西丰

§155-161

加冠之耻与亚历山大即位后的背叛

埃斯基涅斯指出为德莫斯梯尼加冠是对底比斯悲剧的嘲弄并向希腊昭示雅典的昏聩,进而历数他在腓力死后与亚历山大登基前后的怯懦、逃亡与背叛行径。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§155

ἀλλʼ οὐ νῦν, ἀλλὰ παραστησάμενος τὸν τῆς ὀρφανίας τοῖς παισὶν αἴτιον, τί ποτʼ ἀνερεῖ, ἢ τί φθέγξεται; καὶ γὰρ ἐὰν αὐτὰ διεξίῃ τὰ ἐκ τοῦ Ψηφίσματος προστάγματα, ἀλλʼ οὐ τό γʼ ἐκ τῆς ἀληθείας αἰσχρὸν σιωπήσεται, ἀλλὰ τἀναντία δόξει τῇ τοῦ κήρυκος φωνῇ φθέγγεσθαι, ὅτι τόνδε τὸν ἄνδρα, εἰ δὴ καὶ οὗτος ἀνήρ, στεφανοῖ ὁ δῆμος ὁ Ἀθηναίων ἀρετῆς ἕνεκα—τὸν κάκιστον, καὶ ἀνδραγαθίας ἕνεκα—τὸν ἄνανδρον καὶ λελοιπότα τὴν τάξιν.

然而如今却绝非如此!相反,传令官将造成这些孩子沦为孤儿的罪魁祸首引至身旁,他又将宣布什么,或呼喊出什么呢?因为即便他原原本本地宣读法令中的指示,但事实真相所带来的奇耻大辱绝不会沉默,反而会仿佛与传令官的声音针锋相对地呼喊着:雅典民众因“美德”而为这个人加冠——如果他真配算作一个男人的话——殊不知他是最卑鄙下流之徒!因“英勇”而为他加冠——殊不知他是擅离战阵的懦夫!

§156

μὴ πρὸς Διὸς καὶ θεῶν, ἱκετεύω ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ τρόπαιον ἵστατε ἀφʼ ὑμῶν αὐτῶν ἐν τῇ τοῦ Διονύσου ὀρχήστρᾳ, μηδʼ αἱρεῖτε παρανοίας ἐναντίον τῶν Ἑλλήνων τὸν δῆμον τὸν Ἀθηναίων,1 μηδʼ ὑπομιμνῄσκετε τῶν ἀνιάτων καὶ ἀνηκέστων κακῶν τοὺς ταλαιπώρους Θηβαίους, οὓς φεύγοντας διὰ τοῦτον ὑποδέδεχθε τῇ πόλει, ὧν ἱερὰ καὶ τέκνα καὶ τάφους ἀπώλεσεν ἡ Δημοσθένους δωροδοκία καὶ τὸ βασιλικὸν χρυσίον· ἀλλʼ ἐπειδὴ τοῖς σώμασιν οὐ παρεγένεσθε, ἀλλὰ ταῖς γε διανοίαις ἀποβλέψατʼ αὐτῶν εἰς τὰς συμφοράς, καὶ νομίσαθʼ ὁρᾶν ἁλισκομένην τὴν πόλιν, τειχῶν κατασκαφάς, ἐμπρήσεις οἰκιῶν, ἀγομένας γυναῖκας καὶ παῖδας εἰς δουλείαν, πρεσβύτας ἀνθρώπους, πρεσβύτιδας γυναῖκας ὀψὲ μεταμανθάνοντας τὴν ἐλευθερίαν,2 κλαίοντας, ἱκετεύοντας ὑμᾶς, ὀργιζομένους οὐ τοῖς τιμωρουμένοις, ἀλλὰ τοῖς τούτων αἰτίοις, ἐπισκήπτοντας μηδενὶ τρόπῳ τὸν τῆς Ἑλλάδος ἀλειτήριον στεφανοῦν, ἀλλὰ καὶ τὸν δαίμονα καὶ τὴν τύχην τὴν συμπαρακολουθοῦσαν τῷ ἀνθρώπῳ φυλάξασθαι.

雅典的男人们,指着宙斯和诸神,我恳求诸位,切莫在狄俄倪索斯的圆形剧场中树立起羞辱诸位自身的战利碑,切莫在全体希腊人面前判定雅典民众犯有疯狂之罪,更切莫让那些可怜的底比斯人想起那无法医治、无可挽回的浩劫——他们因这个人而逃亡,蒙诸位接纳于城邦之中,而他们的圣所、儿女与坟茔,皆毁于德莫斯梯尼的贪渎受贿与波斯王的大量黄金!既然诸位未能亲身目击,那么至少在诸位的心神之中,请凝视他们的灾难吧!设想诸位正目睹城邦沦陷、城墙被夷平、房屋被焚毁、妇孺被押为奴隶,老翁与老妇在垂暮之年被迫抛却自由,他们痛哭流涕,向诸位哀求,所愤恨的不是向他们复仇的征服者,而是造成这一切的元凶,叮嘱诸位万万不可为这个全希腊的祸祟加冠,反而应当防范常伴此人左右的恶灵与厄运!

§158

οὔτε πόλις γὰρ οὔτʼ ἀνὴρ ἰδιώτης οὐδεὶς πώποτε καλῶς ἀπήλλαξε Δημοσθένει συμβούλῳ χρησάμενος. ὑμεῖς δέ, ὦ ἄνδρες Ἀθηναῖοι, οὐκ αἰσχύνεσθε, εἰ ἐπὶ μὲν τοὺς πορθμέας τοὺς εἰς Σαλαμῖνα πορθμεύοντας νόμον ἔθεσθε, ἐάν τις αὐτῶν ἄκων ἐν τῷ πόρῳ πλοῖον ἀνατρέψῃ, τούτῳ μὴ ἐξεῖναι πάλιν πορθμεῖ γενέσθαι, ἵνα μηδεὶς αὐτοσχεδιάζῃ εἰς τὰ τῶν Ἑλλήνων σώματα, τὸν δὲ τὴν Ἑλλάδα καὶ τὴν πόλιν ἄρδην ἀνατετροφότα, τοῦτον ἐάσετε πάλιν ἀπευθύνειν τὰ κοινά;

因为无论哪座城邦,还是哪个私人,凡以德莫斯梯尼为谋士者,从未有过得善终的。雅典的男人们,难道诸位不感到羞耻吗?如果对于摆渡前往萨拉米斯的船夫,诸位立下了法律:若有人在海峡中因疏忽翻了船,此人便不得再次担任船夫,以免有人拿希腊人的性命当作儿戏;然而这个将全希腊和城邦彻底倾覆的人,诸位难道还要容许他再次掌管城邦大政吗?

§159

ἵνα δʼ εἴπω καὶ περὶ τοῦ τετάρτου καιροῦ καὶ τῶν νυνὶ καθεστηκότων πραγμάτων, ἐκεῖνο ὑμᾶς ὑπομνῆσαι βούλομαι, ὅτι Δημοσθένης οὐ τὴν ἀπὸ στρατοπέδου μόνον τάξιν ἔλιπεν, ἀλλὰ καὶ τὴν ἐκ τῆς πόλεως, τριήρη προσλαβὼν ὑμῶν, καὶ τοὺς Ἕλληνας ἀργυρολογήσας, καταγαγούσης δʼ αὐτὸν εἰς τὴν πόλιν τῆς ἀπροσδοκήτου σωτηρίας, τοὺς μὲν πρώτους χρόνους ὑπότρομος ἦν ἅνθρωπος, καὶ παριὼν ἡμιθνὴς ἐπὶ τὸ βῆμα, εἰρηνοφύλακα ὑμᾶς αὑτὸν ἐκέλευε χειροτονεῖν· ὑμεῖς δὲ οὐδʼ ἐπὶ τὰ ψηφίσματα εἰᾶτε τὸ Δημοσθένους ἐπιγράφειν ὄνομα, ἀλλὰ Ναυσικλεῖ τοῦτο προσετάττετε· νυνὶ δʼ ἤδη καὶ στεφανοῦσθαι ἀξιοῖ.

为了我也谈一谈第四个危机时刻以及当前的政局,我想提醒诸位注意:德莫斯梯尼不仅擅离了军营中的岗位,也擅离了城邦中的岗位——他索取了诸位的一艘三列桨战船,沿途向希腊人搜刮钱财;直到意想不到的安全将他带回城邦,最初那段日子里,这个家伙吓得浑身发抖,半死不活地走上讲坛,要求诸位投票选他为和平保卫官;而诸位当时甚至不准德莫斯梯尼的名字签署在法令之上,而是将此事责成瑙西克勒斯;可如今,他居然自认配得上受冠了!

§160

ἐπειδὴ δʼ ἐτελεύτησε μὲν Φίλιππος, ἀλέξανδρος δʼ εἰς τὴν ἀρχὴν κατέστη, πάλιν αὖ τερατευόμενος ἱερὰ μὲν ἱδρύσατο Παυσανίου, εἰς αἰτίαν δὲ εὐαγγελίων θυσίας τὴν βουλὴν κατέστησεν, ἐπωνυμίαν δʼ Ἀλεξάνδρῳ Μαργίτην ἐτίθετο, ἀπετόλμα δὲ λέγειν ὡς οὐ κινηθήσεται ἐκ Μακεδονίας· ἀγαπᾶν γὰρ αὐτὸν ἐν Πέλλῃ περιπατοῦντα καὶ τὰ σπλάγχνα φυλάττοντα. καὶ ταυτὶ λέγειν ἔφη οὐκ εἰκάζων, ἀλλʼ ἀκριβῶς εἰδώς, ὅτι αἵματός ἐστιν ἡ ἀρετὴ ὠνία,3 αὐτὸς οὐκ ἔχων αἷμα, καὶ θεωρῶν τὸν Ἀλέξανδρον οὐκ ἐκ τῆς Ἀλεξάνδρου φύσεως, ἀλλʼ ἐκ τῆς ἑαυτοῦ ἀνανδρίας.

当腓力死去、亚历山大登基掌权之时,他又再度装神弄鬼,不仅为鲍萨尼亚斯设立圣所,还将议事会置于献祭庆祝捷报的指控之下,又给亚历山大扣上“玛耳吉忒斯”的诨名,公然妄言他绝不会离开马其顿半步,因为他满足于在佩拉散步、查验祭牲的内脏。他还声称自己说这些并非凭空揣测,而是确切深知“武勇须以鲜血购求”——尽管他自己身上毫无血性,而且他是从自身的怯懦而非亚历山大的本性来度量亚历山大的。

§161

ἤδη δʼ ἐψηφισμένων Θετταλῶν ἐπιστρατεύειν ἐπὶ τὴν ἡμετέραν πόλιν, καὶ τοῦ νεανίσκου τὸ πρῶτον παροξυνθέντος εἰκότως, ἐπειδὴ περὶ Θήβας ἦν τὸ στρατόπεδον, πρεσβευτὴς ὑφʼ ὑμῶν χειροτονηθείς, ἀποδρὰς ἐκ μέσου τοῦ Κιθαιρῶνος ἧκεν ὑποστρέψας, οὔτʼ ἐν εἰρήνῃ οὔτʼ ἐν πολέμῳ χρήσιμον ἑαυτὸν παρέχων. καὶ τὸ πάντων δεινότατον, ὑμεῖς μὲν τοῦτον οὐ προὔδοτε, οὐδʼ εἰάσατε κριθῆναι ἐν τῷ τῶν Ἑλλήνων συνεδρίῳ, οὗτος δʼ ὑμᾶς νυνὶ προδέδωκεν, εἴπερ ἀληθῆ ἐστιν ἃ λέγεται.

当色萨利人已经决议出兵进犯我国城邦,而那个年轻人起初也合乎情理地被激怒,当军队集结在底比斯周围时,他虽被诸位选派为使节,却在半途从喀泰戎山临阵脱逃、折返回国,证明自己无论在平时还是在战时都毫无用处。而最为骇人听闻的是:诸位既未背弃这个人,亦未容许他在希腊人联合议事会中受审,而他如今却背叛了诸位——倘若坊间传言当真属实的话。

语法注3 条
  1. 156μηδʼ αἱρεῖτε παρανοίας ἐναντίον τῶν Ἑλλήνων τὸν δῆμον τὸν Ἀθηναίων

    动词 αἱρέω 搭配表示罪名的属格名词 παρανοίας(疯狂、神志错乱),构成典型的司法控告句式(“判定……犯有……罪”)。与前文的 μὴ τρόπαιον ἵστατε 呼应,意为“切莫在全体希腊人面前判定雅典民众犯有疯狂之罪”。

  2. 157ὀψὲ μεταμανθάνοντας τὴν ἐλευθερίαν

    分词 μεταμανθάνοντας 修饰前置的 πρεσβύτας ἀνθρώπους 和 πρεσβύτιδας γυναῖκας(阳性宾格复数)。动词原意为“重新学习/改学”,此处结合 ὀψέ(“晚年/暮年”)与 τὴν ἐλευθερίαν(“自由”),生动表达老人们在垂暮之年被迫沦为奴隶、“抛却/忘掉平生所享有的自由”。

  3. 160αἵματός ἐστιν ἡ ἀρετὴ ὠνία

    αἵματος 是表示价格的属格(genitive of price),用以修饰形容词 ὠνία(可购买的、待售的),意为“武勇须以鲜血购求”。这与紧随其后的讽刺语 αὐτὸς οὐκ ἔχων αἷμα(“尽管他自己身上毫无血性/鲜血”)构成鲜明对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:155-161