← 埃斯基涅斯

控告克特西丰

§148-154

破坏和平与亵渎喀罗尼亚阵亡将士

埃斯基涅斯揭露了德莫斯梯尼第三个也是最大的罪行:在喀罗尼亚战前出于私欲和恫吓破坏和平进程,逼迫联军走向决战。他痛斥临阵脱逃的德莫斯梯尼竟然登上阵亡将士墓冢发表赞词,并借剧场中抚育阵亡遗孤的优良旧俗来控诉给此人加冠的荒谬与寡恩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§148

τρίτον δὲ καὶ τῶν προειρημένων μέγιστόν ἐστιν ὃ μέλλω λέγειν. Φιλίππου γὰρ οὐ καταφρονοῦντος τῶν Ἑλλήνων, οὐδʼ ἀγνοοῦντος, οὐ γὰρ ἦν ἀσύνετος, ὅτι περὶ τῶν ὑπαρχόντων ἀγαθῶν ἐν ἡμέρας μικρῷ μέρει διαγωνιεῖται, καὶ διὰ ταῦτα βουλομένου ποιήσασθαι εἰρήνην καὶ πρεσβείας ἀποστέλλειν μέλλοντος, καὶ τῶν ἀρχόντων τῶν ἐν Θήβαις φοβουμένων1 τὸν ἐπιόντα κίνδυνον—εἰκότως· οὐ γὰρ ῥήτωρ ἀστράτευτος καὶ λιπὼν τὴν τάξιν αὐτοὺς ἐνουθέτησεν, ἀλλʼ ὁ Φωκικὸς πόλεμος δεκέτης γεγονὼς ἀείμνηστον παιδείαν αὐτοὺς ἐπαίδευσε— τούτων ἐχόντων οὕτως αἰσθόμενος Δημοσθένης, καὶ τοὺς Βοιωτάρχας ὑποπτεύσας μέλλειν εἰρήνην ἰδίᾳ ποιεῖσθαι, χρυσίον ἄνευ αὑτοῦ παρὰ Φιλίππου λαβόντας, ἀβίωτον ἡγησάμενος εἶναι εἴ τινος ἀπολειφθήσεται δωροδοκίας, ἀναπηδήσας ἐν τῇ ἐκκλησίᾳ, οὐδενὸς ἀνθρώπων λέγοντος οὔθʼ ὡς δεῖ ποιεῖσθαι πρὸς Φίλιππον εἰρήνην οὔθʼ ὡς οὐ δεῖ, ἀλλʼ ὡς ᾤετο κήρυγμά τι τοῦτο τοῖς Βοιωτάρχαις προκηρύττων ἀναφέρειν αὑτῷ τὰ μέρη τῶν λημμάτων, διώμνυτο τὴν Ἀθηνᾶν, ἣν ὡς ἔοικε Φειδίας ἐνεργολαβεῖν ἠργάσατο καὶ ἐνεπιορκεῖν Δημοσθένει,2 ἦ μήν, εἴ τις ἐρεῖ ὡς χρὴ πρὸς Φίλιππον εἰρήνην ποιήσασθαι, ἀπάξειν εἰς τὸ δεσμωτήριον ἐπιλαβόμενος τῶν τριχῶν, ἀπομιμούμενος τὴν Κλεοφῶντος πολιτείαν, ὃς ἐπὶ τοῦ πρὸς Λακεδαιμονίους πολέμου, ὡς λέγεται, τὴν πόλιν ἀπώλεσεν. ὡς δʼ οὐ προσεῖχον αὐτῷ οἱ ἄρχοντες οἱ ἐν ταῖς Θήβαις, ἀλλὰ καὶ τοὺς στρατιώτας τοὺς ὑμετέρους πάλιν ἀνέστρεψαν ἐξεληλυθότας, ἵνα βουλεύσησθε περὶ τῆς εἰρήνης, ἐνταῦθʼ ἤδη παντάπασιν ἔκφρων ἐγένετο, καὶ παρελθὼν ἐπὶ τὸ βῆμα προδότας τῶν Ἑλλήνων ἀπεκάλει τοὺς Βοιωτάρχας, καὶ γράψειν ἔφη ψήφισμα, ὁ τοῖς πολεμίοις οὐδεπώποτʼ ἀντιβλέψας, πέμπειν ὑμᾶς πρέσβεις εἰς Θήβας αἰτήσοντας Θηβαίους δίοδον ἐπὶ Φίλιππον. ὑπεραισχυνθέντες δὲ οἱ ἐν Θήβαις ἄρχοντες, μὴ δόξωσιν ὡς ἀληθῶς εἶναι προδόται τῶν Ἑλλήνων, ἀπὸ μὲν τῆς εἰρήνης ἀπετράποντο, ἐπὶ δὲ τὴν παράταξιν ὥρμησαν.

第三,也是前述诸事中最严重的一条,便是我接下来要讲述的事。因为腓力并未蔑视希腊人,也并非不知——他绝非愚钝之徒——他将在短短一天的极少时间内,为他现有一切的家底进行决战,因而他本希望媾和并准备派遣使团;而底比斯的执政官们亦对迫在眉睫的危险心存恐惧——这完全合乎情理,因为规劝他们的不是一个未经战阵、擅离职守的演说家,而是历时十年、给过他们刻骨铭心教训的福基斯战争——德莫斯梯尼察觉到事态如此,怀疑波奥提亚行政长官们打算背着他收受腓力的黄金、私下缔结和约,又认为若被排除在任何贿赂之外自己将痛不欲生,于是在公民大会上纵身跳起——当时根本无人论及是否应当同腓力媾和,但他自以为这是在向波奥提亚行政长官们预先宣告,要他们向自己分润一份进账——当众对雅典娜女神起誓;看来,菲迪亚斯雕造雅典娜神像,纯粹是为了让德莫斯梯尼拿来包揽牟利和发假誓用的!他发誓说,若有任何人说应当与腓力媾和,他定会抓住那人的头发将其拽入大牢,公然仿效克列奥丰的政策——据传克列奥丰正是在对拉刻代蒙人的战争中毁灭了城邦。然而,当底比斯的执政官们根本不理会他,甚至让诸位已经开拔出征的士兵原路折返以便诸位商讨和平时,此时此刻,他彻底发了疯,径直登上讲坛,痛斥波奥提亚行政长官们是“希腊的叛徒”,并且这个从未敢正视敌人的狂徒竟声称要起草法令,让诸位派遣使节前往底比斯,向底比斯人索要讨伐腓力的过境权。而底比斯的执政官们唯恐真的被当成希腊的叛徒而深感无地自容,遂放弃了媾和,径直冲向了决战阵列。

§152

ἔνθα δὴ καὶ τῶν ἀνδρῶν τῶν ἀγαθῶν ἄξιόν ἐστιν ἐπιμνησθῆναι, οὓς οὗτος ἀθύτων καὶ ἀκαλλιερήτων ὄντων τῶν ἱερῶν ἐκπέμψας ἐπὶ τὸν πρόδηλον κίνδυνον, ἐτόλμησε τοῖς δραπέταις ποσὶ καὶ λελοιπόσι τὴν τάξιν ἀναβὰς ἐπὶ τὸν τάφον τὸν τῶν τελευτησάντων, ἐγκωμιάζειν τὴν ἐκείνων ἀρετήν. ὦ πρὸς μὲν τὰ μεγάλα καὶ σπουδαῖα τῶν ἔργων τῶν ἀνθρώπων ἁπάντων ἀχρηστότατε, πρὸς δὲ τὴν ἐν τοῖς λόγοις τόλμαν θαυμασιώτατε, ἐπιχειρήσεις αὐτίκα μάλα, βλέπων εἰς τὰ τούτων πρόσωπα, λέγειν ὡς δεῖ σε ἐπὶ ταῖς τῆς πόλεως συμφοραῖς στεφανοῦσθαι; ἐὰν δʼ οὗτος λέγῃ, ὑμεῖς ὑπομενεῖτε, καὶ συναποθανεῖται τοῖς τελευτήσασιν ὡς ἔοικε καὶ ἡ ὑμετέρα μνήμη;

就在那时,诚然最应当缅怀那些英勇的将士,而正是这个人在牺牲祭礼尚未完成、兆头极不吉利之时,将他们送上了明摆着的绝境,事后却胆敢迈着临阵脱逃、擅离岗位的双脚登上阵亡将士的坟冢,为其英勇唱起赞歌!哎,在所有伟大而严肃的事业上,你是全人类中最百无一用的懦夫,但在言辞的大胆上,你却堪称最令人叹为观止的无赖!你难道打算就在此刻,当面看着这些人的脸庞,宣称自己因城邦的浩劫而理应受冠吗?若这个狂徒如此胡言,诸位难道能够容忍,难道诸位的记忆看来也要随着逝去的人们一同泯灭吗?

§153

γένεσθε δή μοι μικρὸν χρόνον τὴν διάνοιαν μὴ ἐν τῷ δικαστηρίῳ, ἀλλʼ ἐν τῷ θεάτρῳ,3 καὶ νομίσαθʼ ὁρᾶν προϊόντα τὸν κήρυκα καὶ τὴν ἐκ τοῦ ψηφίσματος ἀνάρρησιν μέλλουσαν γίγνεσθαι, καὶ λογίσασθε πότερʼ οἴεσθε τοὺς οἰκείους τῶν τελευτησάντων πλείω δάκρυα ἀφήσειν ἐπὶ ταῖς τραγῳδίαις καὶ τοῖς ἡρωικοῖς πάθεσι τοῖς μετὰ ταῦτʼ ἐπεισιοῦσιν, ἢ ἐπὶ τῇ τῆς πόλεως ἀγνωμοσύνῃ.

请诸位暂且将心神借我片刻,不要留在法庭,而是置身于剧场之中,设想诸位正看着传令官步上前来,依照法令的宣告即将举行,并请衡量一下:诸位以为,死者的亲属们究竟是会为了随后上演的悲剧和英雄们的苦难流下更多的泪水,还是为了城邦的寡恩不义流下更多的泪水?

§154

τίς γὰρ οὐκ ἂν ἀλγήσειεν ἄνθρωπος Ἕλλην καὶ παιδευθεὶς ἐλευθερίως, ἀναμνησθεὶς ἐν τῷ θεάτρῳ ἐκεῖνό γε, εἰ μηδὲν ἕτερον, ὅτι ταύτῃ ποτὲ τῇ ἡμέρᾳ μελλόντων ὥσπερ νυνὶ τῶν τραγῳδῶν γίγνεσθαι, ὅτʼ εὐνομεῖτο μᾶλλον ἡ πόλις καὶ βελτίοσι προστάταις ἐχρῆτο, προελθὼν ὁ κῆρυξ καὶ παραστησάμενος τοὺς ὀρφανοὺς ὧν οἱ πατέρες ἦσαν ἐν τῷ πολέμῳ τετελευτηκότες, νεανίσκους πανοπλίᾳ κεκοσμημένους, ἐκήρυττε τὸ κάλλιστον κήρυγμα καὶ προτρεπτικώτατον πρὸς ἀρετήν, ὅτι τούσδε τοὺς νεανίσκους, ὧν οἱ πατέρες ἐτελεύτησαν ἐν τῷ πολέμῳ ἄνδρες ἀγαθοὶ γενόμενοι, μέχρι μὲν ἥβης ὁ δῆμος ἔτρεφε, νυνὶ δὲ καθοπλίσας τῇδε τῇ πανοπλίᾳ, ἀφίησιν ἀγαθῇ τύχῃ τρέπεσθαι ἐπὶ τὰ ἑαυτῶν, καὶ καλεῖ εἰς προεδρίαν. τότε μὲν ταῦτʼ ἐκήρυττεν,

因为凡受过自由人教育的希腊人,有谁在剧场中哪怕仅仅回忆起那一幕而不感到痛心疾首呢?遥想当年,在这样一个同样将要上演悲剧的日子里,当城邦法度更为严明、领袖更为卓越之时,传令官走上前去,将那些父亲在战争中殉国的孤儿——身披全副甲胄的青年们——引至身旁,宣读那最崇高、最能激励武勇的公告:“这些青年,其父皆为英勇献身沙场的勇士,民众抚育他们直至成年;如今以这套甲胄武装他们,祝其吉星高照并准其自立家业,更邀其就座于荣誉席位。”昔日的公告正是如此;

语法注3 条
  1. 148Φιλίππου γὰρ οὐ καταφρονοῦντος... καὶ τῶν ἀρχόντων τῶν ἐν Θήβαις φοβουμένων

    从 Φιλίππου... οὐ καταφρονοῦντος 开始的一连串独立属格结构,为后文主句的 αἰσθόμενος Δημοσθένης(德莫斯梯尼察觉到……)设定了背景和原因。中间插入了诸如 οὐ γὰρ ἦν ἀσύνετος 和 οὐ γὰρ ῥήτωρ... 等长篇插话,随后在第149节开头以 τούτων ἐχόντων οὕτως 将所有属格情况进行统括,再连接至主语的分词(αἰσθόμενος)。

  2. 150ἣν ὡς ἔοικε Φειδίας ἐνεργολαβεῖν ἠργάσατο καὶ ἐνεπιορκεῖν Δημοσθένει

    关系代词 ἣν 是宾格,先行词为前一节末尾的 Ἀθηνᾶν。两个不定式 ἐνεργολαβεῖν(包揽牟利)和 ἐνεπιορκεῖν(以此发假誓)作动词 ἠργάσατο(雕造)的目的或结果状语,与格 Δημοσθένει 则是这两个不定式动作的逻辑主语(或利益与格)。

  3. 153γένεσθε δή μοι μικρὸν χρόνον τὴν διάνοιαν μὴ ἐν τῷ δικαστηρίῳ, ἀλλʼ ἐν τῷ θεάτρῳ

    μοι 是伦理与格,表示说话者恳请听众留意的亲切语气。τὴν διάνοιαν 是指定对格(关系对格),意为“在心智上”“就意念而言”,限定了命令句 γένεσθε... ἐν τῷ θεάτρῳ(置身于剧场之中)的范围。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:148-154