- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:141-147
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃斯基涅斯指出与底比斯结盟实由危局所迫而非德莫斯梯尼之功,并严厉控诉其订立出卖雅典战费与指挥权的屈辱条约、僭夺民主制度权力,以及转租雇佣军致使在安菲萨酿成军事灾难的渎职罪行。
ὁ δʼ εἰσάγων ἦν ὑμᾶς εἰς τὰς Θήβας καιρὸς καὶ φόβος καὶ χρεία συμμαχίας, ἀλλʼ οὐ Δημοσθένης. ἐπεὶ περὶ γε ταύτας τὰς πράξεις τρία πάντων μέγιστα Δημοσθένης εἰς ὑμᾶς ἐξημάρτηκε, πρῶτον μέν, ὅτι Φιλίππου τῷ μὲν ὀνόματι πολεμοῦντος ὑμῖν, τῷ δʼ ἔργῳ πολὺ μᾶλλον μισοῦντος Θηβαίους, ὡς αὐτὰ τὰ πράγματα δεδήλωκε, καὶ τί δεῖ τὰ πλείω λέγειν; ταῦτα μὲν τὰ τηλικαῦτα τὸ μέγεθος ἀπεκρύψατο, προσποιησάμενος δὲ μέλλειν τὴν συμμαχίαν γενήσεσθαι οὐ διὰ τοὺς καιρούς, ἀλλὰ διὰ τὰς αὑτοῦ πρεσβείας, πρῶτον μὲν συνέπεισε τὸν δῆμον μηκέτι βουλεύεσθαι ἐπὶ τίσι δεῖ ποιεῖσθαι τὴν συμμαχίαν, ἀλλʼ ἀγαπᾶν μόνον εἰ γίγνεται, τοῦτο δὲ προλαβὼν ἔκδοτον μὲν τὴν Βοιωτίαν ἅπασαν ἐποίησε Θηβαίοις, γράψας ἐν τῷ ψηφίσματι, ἐάν τις ἀφιστῆται πόλις ἀπὸ Θηβαίων, βοηθεῖν Ἀθηναίους Βοιωτοῖς τοῖς ἐν Θήβαις,1 τοῖς ὀνόμασι κλέπτων καὶ μεταφέρων τὰ πράγματα, ὥσπερ εἴωθεν, ὡς τοὺς Βοιωτοὺς ἔργῳ κακῶς πάσχοντας τὴν τῶν ὀνομάτων σύνθεσιν τῶν Δημοσθένους ἀγαπήσοντας, ἀλλʼ οὐ μᾶλλον ἐφʼ οἷς κακῶς ἐπεπόνθεσαν ἀγανακτήσοντας·
将诸位带入底比斯的,乃是时机、恐惧以及结盟之必要,绝非德莫斯梯尼。 因为就在这些事务中,德莫斯梯尼对诸位犯下了最为严重的三大过错。首先,腓力名义上同诸位作战,实际上却远为痛恨底比斯人——正如事实本身所表明的那样,又何须多言?——德莫斯梯尼却隐瞒了如此重大的情势,并假装同盟之所以能结成,绝非由于时局,而是出于他自己的出使;他首先说服民众,不再去商榷应当以何种条件结盟,而是只要同盟能成便心满意足;随后,他以此为先决手段,在法令中写下这样的条款,将整个波奥提亚拱手出卖给底比斯人: “若有任何城邦脱离底比斯人,雅典人当援助在底比斯的波奥提亚人,”他像往常一样,用辞藻弄虚作假、混淆视听,仿佛波奥提亚人在实际中遭受虐待,反倒会满意于德莫斯梯尼这套词句的拼凑,而不会因切身遭受的祸害而愈发愤恨似的。
δεύτερον δὲ τῶν εἰς τὸν πόλεμον ἀναλωμάτων τὰ μὲν δύο μέρη ὑμῖν ἀνέθηκεν, οἷς ἦσαν ἀπωτέρω οἱ κίνδυνοι, τὸ δὲ τρίτον μέρος Θηβαίοις, δωροδοκῶν ἐφʼ ἑκάστοις τούτων, καὶ τὴν ἡγεμονίαν τὴν μὲν κατὰ θάλατταν ἐποίησε κοινήν, τὸ δʼ ἀνάλωμα ἴδιον ὑμέτερον, τὴν δὲ κατὰ γῆν, εἰ μὴ δεῖ ληρεῖν, ἄρδην φέρων ἀνέθηκε Θηβαίοις, ὥστε παρὰ τὸν γενόμενον πόλεμον μὴ κύριον γενέσθαι Στρατοκλέα τὸν ὑμέτερον στρατηγὸν βουλεύσασθαι περὶ τῆς τῶν στρατιωτῶν σωτηρίας.
其次,关于战争的开支,他将三分之二摊派给诸位——尽管诸位所处的险境更为遥远——而将三分之一留给底比斯人,在每项事务中皆收受贿赂;他使海上的指挥权成为共有,开支却全由诸位独自承担;至于陆上的指挥权,除非硬要说胡话,否则可以说他全盘奉送给了底比斯人,以至于在整场战争期间,诸位的将领斯特拉托克勒斯甚至无权决定士兵的安危。
καὶ ταῦτʼ οὐκ ἐγὼ μὲν κατηγορῶ, ἕτεροι δὲ παραλείπουσιν, ἀλλὰ κἀγὼ λέγω καὶ πάντες ἐπιτιμῶσι καὶ ὑμεῖς σύνιστε—καὶ οὐκ ὀργίζεσθε. ἐκεῖνο γὰρ πεπόνθατε πρὸς Δημοσθένην· συνείθισθε ἤδη τἀδικήματα αὐτοῦ ἀκούειν, ὥστε οὐ θαυμάζετε. δεῖ δὲ οὐχ οὕτως, ἀλλʼ ἀγανακτεῖν καὶ τιμωρεῖσθαι, εἰ χρὴ τὰ λοιπὰ τῇ πόλει καλῶς ἔχειν.
而这些罪行并非我一人控告、他人缄口不言,而是我也在说,众人皆在谴责,诸位亦心知肚明——可诸位却并不愤怒。因为面对德莫斯梯尼,诸位已陷入这般麻木:诸位早已听惯了他的罪行,以致不再感到惊异。但绝不应当如此;若要城邦往后安泰,诸位理当义愤填膺并予以严惩。
δεύτερον δὲ καὶ πολὺ τούτου μεῖζον ἀδίκημα ἠδίκησεν, ὅτι τὸ βουλευτήριον τὸ τῆς πόλεως καὶ τὴν δημοκρατίαν ἄρδην ἔλαθεν ὑφελόμενος, καὶ μετήνεγκεν εἰς Θήβας εἰς τὴν Καδμείαν, τὴν κοινωνίαν τῶν πράξεων τοῖς Βοιωτάρχαις συνθέμενος· καὶ τηλικαύτην αὐτὸς αὐτῷ δυναστείαν κατεσκεύασεν, ὥστʼ ἤδη παριὼν ἐπὶ τὸ βῆμα πρεσβεύσειν μὲν ἔφη ὅποι ἂν αὑτῷ δοκῇ, κἂν ὑμεῖς ἐκπέμπητε, εἰ δέ τις αὐτῷ τῶν στρατηγῶν ἀντείποι, καταδουλούμενος τοὺς ἄρχοντας καὶ συνεθίζων μηδὲν αὑτῷ ἀντιλέγειν, διαδικασίαν ἔφη γράψειν τῷ βήματι πρὸς τὸ στρατήγιον· πλείω γὰρ ὑμᾶς ἀγαθὰ ὑφʼ ἑαυτοῦ ἔφη ἀπὸ τοῦ βήματος πεπονθέναι ἢ ὑπὸ τῶν στρατηγῶν ἐκ τοῦ στρατηγίου. μισθοφορῶν δʼ ἐν τῷ ξενικῷ κεναῖς χώραις,2 καὶ τὰ στρατιωτικὰ χρήματα κλέπτων, καὶ τοὺς μυρίους ξένους ἐκμισθώσας Ἀμφισσεῦσι, πολλὰ διαμαρτυρομένου καὶ σχετλιάζοντος ἐν ταῖς ἐκκλησίαις ἐμοῦ, προσέμειξε φέρων3 ἀναρπασθέντων τῶν ξένων τὸν κίνδυνον ἀπαρασκεύῳ τῇ πόλει.
第二,他犯下了一项远甚于此的罪行:他竟神不知鬼不觉地将城邦的议事会和民主制连根拔除,与波奥提亚行政长官串通共谋国政,将其转移到底比斯的卡德梅亚;他为自己构筑了如此庞大的权势,以致每当走上讲坛便宣称,哪怕是诸位派他出使,他也只去往自己心意所向之地;若有任何将领反驳他,他为了奴役执政官并使他们习惯于不加抗辩,便声称要在讲坛与将领府之间提起裁决诉讼;因为他说诸位从讲坛上的他那里获得的恩惠,远多于从将领府里的将领们那里所得。他还在雇佣军中冒领空饷、盗窃军资,并将那一万名雇佣军转租给安菲萨人——尽管我在公民大会上屡次抗议痛斥——并在雇佣军被全歼后,径直将危险转嫁给毫无防备的城邦。
τί γὰρ ἂν οἴεσθε Φίλιππον ἐν τοῖς τότε καιροῖς εὔξασθαι; οὐ χωρὶς μὲν πρὸς τὴν πολιτικὴν δύναμιν, χωρὶς δʼ ἐν Ἀμφίσσῃ πρὸς τοὺς ξένους διαγωνίσασθαι, ἀθύμους δὲ τοὺς Ἕλληνας λαβεῖν τηλικαύτης πληγῆς προγεγενημένης; καὶ τηλικούτων κακῶν αἴτιος γενόμενος, Δημοσθένης οὐκ ἀγαπᾷ εἰ μὴ δίκην δέδωκεν, ἀλλʼ εἰ μὴ καὶ χρυσῷ στεφάνῳ στεφανωθήσεται, ἀγανακτεῖ· οὐδʼ ἱκανόν ἐστιν αὐτῷ ἐναντίον ὑμῶν κηρύττεσθαι, ἀλλʼ εἰ μὴ τῶν Ἑλλήνων ἐναντίον ἀναρρηθήσεται, τοῦτʼ ἀγανακτεῖ. οὕτως ὡς ἔοικε πονηρὰ φύσις, μεγάλης ἐξουσίας ἐπιλαβομένη, δημοσίας ἀπεργάζεται συμφοράς.
诸位以为,在彼时的时局下腓力会祈求什么?难道不正是祈求能分别同公民军决战、又在安菲萨分别同雇佣军决战,并在如此沉重的打击先行降临后,将灰心丧气的希腊人抓在手中吗?而造成如此大祸的德莫斯梯尼,不仅不因免遭惩罚而庆幸,反而若不被授予金冠便愤愤不平;在诸位面前予以宣告对他来说还不够,若不能在希腊人面前宣布,他便满腹怨言。看来,邪恶的本性一旦掌握大权,便会如此酿成公共的浩劫。
- 142Βοιωτοῖς τοῖς ἐν Θήβαις
带有定冠词的定语短语,直译为“在底比斯的波奥提亚人”。该措辞并非泛指全体波奥提亚人,而是诡谲地将整个波奥提亚等同于底比斯城邦内的当权派。埃斯基涅斯抨击德莫斯梯尼以此修辞手法出卖了其他波奥提亚城邦的自治权,使之沦为底比斯的附庸。
- 146κεναῖς χώραις
方式或手段与格,意为“凭空缺的名额”或“吃空饷”。指在雇佣军花名册中虚报并不存在的士兵名额,进而贪污私吞所支领之军饷的舞弊行为。
- 146προσέμειξε φέρων
分词 φέρων 与主动词 προσέμειξε(“使冲突”、“带来”)连用,为习惯性用法,表示轻率、仓促或直接引发(“径直带来”)。此处生动刻画了德莫斯梯尼在雇佣军被歼灭后,毫无顾忌地将祸患直接转嫁给毫无防备的城邦。
