- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:133-140
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃斯基涅斯将底比斯的灭亡以及斯巴达和雅典的困境归咎于德莫斯梯尼的乱政,并引用赫西俄德的诗句阐述恶人误国之患。进而,他指出与底比斯结盟绝非德莫斯梯尼演说之功,而是腓力大军压境这一军事危机下的必然结果。
Θῆβαι δέ, Θῆβαι, πόλις ἀστυγείτων, μεθʼ ἡμέραν μίαν ἐκ μέσης τῆς Ἑλλάδος ἀνήρπασται, εἰ καὶ δικαίως, περὶ τῶν ὅλων οὐκ ὀρθῶς βουλευσάμενοι, ἀλλὰ τήν γε θεοβλάβειαν καὶ τὴν ἀφροσύνην οὐκ ἀνθρωπίνως, ἀλλὰ δαιμονίως κτησάμενοι.1 Λακεδαιμόνιοι δʼ οἱ ταλαίπωροι, προσαψάμενοι μόνον τούτων τῶν πραγμάτων ἐξ ἀρχῆς περὶ τὴν τοῦ ἱεροῦ κατάληψιν, οἱ τῶν Ἑλλήνων ποτὲ ἀξιοῦντες ἡγεμόνες εἶναι, νῦν ὁμηρεύσοντες καὶ τῆς συμφορᾶς ἐπίδειξιν ποιησόμενοι μέλλουσιν ὡς Ἀλέξανδρον ἀναπέμπεσθαι, τοῦτο πεισόμενοι καὶ αὐτοὶ καὶ ἡ πατρίς, ὅ τι ἂν ἐκείνῳ δόξῃ, καὶ ἐν τῇ τοῦ κρατοῦντος καὶ προηδικημένου μετριότητι κριθησόμενοι.2
至于底比斯,底比斯这座毗邻的城邦,在短短一日之内便从希腊的中心被连根拔除——即便这是罪有应得,因他们在全局上谋划不当,但他们招致天谴般的迷妄与狂悖,却绝非寻常人事,而是出于鬼神之力。而可怜的拉刻代蒙人,当初不过是在圣所被占一事上略有涉足,这些曾自命为全希腊领袖的人,如今却将作为人质被押送至亚历山大面前,成为展示自身不幸的展品,他们自身连同祖国,皆不得不承受对方裁决的一切,任凭那位曾遭他们侵害的胜利者以宽大与否来审断。
ἡ δʼ ἡμετέρα πόλις, ἡ κοινὴ καταφυγὴ τῶν Ἑλλήνων, πρὸς ἣν ἀφικνοῦντο πρότερον ἐκ τῆς Ἑλλάδος αἱ πρεσβεῖαι, κατὰ πόλεις ἕκαστοι παρʼ ἡμῶν τὴν σωτηρίαν εὑρησόμενοι, νῦν οὐκέτι περὶ τῆς τῶν Ἑλλήνων ἡγεμονίας ἀγωνίζεται, ἀλλʼ ἤδη περὶ τοῦ τῆς πατρίδος ἐδάφους. καὶ ταῦθʼ ἡμῖν συμβέβηκεν ἐξ ὅτου Δημοσθένης πρὸς τὴν πολιτείαν προσελήλυθεν. εὖ γὰρ περὶ τῶν τοιούτων Ἡσίοδος ὁ ποιητὴς ἀποφαίνεται. λέγει γάρ που, παιδεύων τὰ πλήθη καὶ συμβουλεύων ταῖς πόλεσι τοὺς πονηροὺς τῶν δημαγωγῶν μὴ προσδέχεσθαι· λέξω δὲ κἀγὼ τὰ ἔπη· διὰ τοῦτο γὰρ οἶμαι παῖδας ὄντας ἡμᾶς τὰς τῶν ποιητῶν γνώμας ἐκμανθάνειν, ἵνʼ ἄνδρες ὄντες αὐταῖς χρώμεθα· "πολλάκι δὴ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα,3 ὅς κεν ἀλιτραίνῃ καὶ ἀτάσθαλα μητιάαται. τοῖσιν δʼ οὐρανόθεν μέγʼ ἐπήγαγε πῆμα Κρονίων, λιμὸν ὁμοῦ καὶ λοιμόν, ἀποφθινύθουσι δὲ λαοί· ἢ τῶν γε στρατὸν εὐρὺν ἀπώλεσεν ἢ ὅ γε τεῖχος, ἢ νέας ἐν πόντῳ ἀποτείνυται εὐρύοπα Ζεύς."
而我们的城邦,全希腊共同的避难所,昔日各邦使节云集于此,祈求从我们这里获得拯救,如今却不再为希腊的霸权而抗争,而是已在为祖国的寸土而搏杀。这一切皆发生于德莫斯梯尼步入政坛之后。诗人赫西俄德对此类事诚有精辟之论;他在训导民众并告诫各邦切勿接纳邪恶的煽惑家时,曾在某处言道: 我也当吟诵这些诗句;因为我想,我们幼时熟记诗人的箴言,正是为了在成年时能够加以运用: ‘整座城邦往往因一个恶人而同遭罹难,这恶人违犯天理,图谋肆意妄为。 克罗诺斯之子自天穹降下浩劫,饥荒伴随着瘟疫,百姓纷纷殒命;声震远方的宙斯,或摧毁其庞大的军队,或破其城垣,或在汪洋大海中向其船只施以报复。’
ἐὰν περιελόντες τοῦ ποιητοῦ τὸ μέτρον τὰς γνώμας ἐξετάζητε, οἶμαι ὑμῖν δόξειν οὐ ποιήματα Ἡσιόδου εἶναι, ἀλλὰ χρησμὸν εἰς τὴν Δημοσθένους πολιτείαν· καὶ γὰρ ναυτικὴ καὶ πεζὴ στρατιὰ καὶ πόλεις ἄρδην εἰσὶν ἀνηρπασμέναι ἐκ τῆς τούτου πολιτείας.
诸位若褪去诗人的韵律而审视其思想,我想诸位定会认为,这并非赫西俄德的诗作,而是针对德莫斯梯尼主政的神谕;因为陆海军的将士与城邦,皆因这人的执政而被一扫而空。
ἀλλʼ οἶμαι οὔτε Φρυνώνδας οὔτε Εὐρύβατος οὔτʼ ἄλλος οὐδεὶς πώποτε τῶν πάλαι πονηρῶν τοιοῦτος μάγος καὶ γόης ἐγένετο, ὅς, ὦ γῆ καὶ θεοὶ καὶ δαίμονες καὶ ἄνθρωποι, ὅσοι βούλεσθε ἀκούειν τἀληθῆ, τολμᾷ λέγειν βλέπων εἰς τὰ πρόσωπα τὰ ὑμέτερα, ὡς ἄρα Θηβαῖοι τὴν συμμαχίαν ὑμῖν ἐποιήσαντο οὐ διὰ τὸν καιρόν, οὐ διὰ τὸν φόβον τὸν περιστάντα αὐτούς, οὐ διὰ τὴν ὑμετέραν δόξαν, ἀλλὰ διὰ τὰς Δημοσθένους δημηγορίας.
然而我想,昔日那些恶人中,无论是弗律农达斯、欧律巴托斯,抑或任何旁人,从未有人成为如此的巫师与术士;他——苍天、诸神、精灵以及一切渴望听闻实情的人啊!——竟然敢直视诸位的面庞,宣称底比斯人与诸位结盟,绝非出于时势所迫,绝非出于临头的恐惧,亦非出于诸位的威望,而是全凭德莫斯梯尼的演说!
καίτοι πολλὰς μὲν πρότερον πρεσβείας ἐπρέσβευσαν εἰς Θήβας οἱ μάλιστα οἰκείως ἐκείνοις διακείμενοι, πρῶτος μὲν Θρασύβουλος ὁ Κολλυτεύς, ἀνὴρ ἐν Θήβαις πιστευθεὶς ὡς οὐδεὶς ἕτερος, πάλιν Θράσων ὁ Ἑρχιεύς, πρόξενος ὢν Θηβαίοις, Λεωδάμας ὁ Ἀχαρνεύς, οὐχ ἧττον Δημοσθένους λέγειν δυνάμενος, ἀλλʼ ἔμοιγε καὶ ἡδίων, Ἀρχέδημος ὁ Πήληξ, καὶ δυνατὸς εἰπεῖν καὶ πολλὰ κεκινδυνευκὼς ἐν τῇ πολιτείᾳ διὰ Θηβαίους, Ἀριστοφῶν ὁ Ἀζηνιεύς, πλεῖστον χρόνον τὴν τοῦ βοιωτιάζειν ὑπομείνας αἰτίαν, Πύρρανδρος ὁ Ἀναφλύστιος, ὃς ἔτι καὶ νῦν ζῇ. ἀλλʼ ὅμως οὐδεὶς πώποτε αὐτοὺς ἐδυνήθη προτρέψασθαι εἰς τὴν ὑμετέραν φιλίαν. τὸ δʼ αἴτιον οἶδα μέν, λέγειν δʼ οὐδὲν δέομαι διὰ τὰς ἀτυχίας αὐτῶν.
然而在此之前,与底比斯人最为莫逆之人曾屡次出使底比斯:首推科利图斯区的特拉叙布洛斯,此人在底比斯受信赖之深无人能及;其次是埃尔基亚区的特拉松,他身为底比斯人的公使;阿卡耳奈区的莱奥达马斯,其辩才不亚于德莫斯梯尼,而对我而言甚至更令人愉悦;佩勒克斯区的阿耳刻德莫斯,不仅雄辩无碍,且在政坛为底比斯人历经艰险;阿泽尼亚区的阿里斯托丰,承受亲波奥提亚之嫌疑历时最久;以及至今仍健在的阿纳弗吕斯图斯区的皮兰德罗斯。然而即便如此,从无一人能打动底比斯人与诸位修好。其间原委我固然知晓,但念及他们的厄运,我无须多言。
ἀλλʼ οἶμαι, ἐπειδὴ Φίλιππος αὐτῶν ἀφελόμενος Νίκαιαν Θετταλοῖς παρέδωκε, καὶ τὸν πόλεμον, ὃν πρότερον ἐξήλασεν ἐκ τῆς χώρας τῆς Βοιωτῶν, τοῦτον πάλιν τὸν αὐτὸν πόλεμον ἐπῆγε διὰ τῆς Φωκίδος ἐπʼ αὐτὰς τὰς Θήβας, καὶ τὸ τελευταῖον Ἐλάτειαν καταλαβὼν ἐχαράκωσε καὶ φρουρὰν εἰσήγαγεν, ἐνταῦθʼ ἤδη, ἐπεὶ τὸ δεινὸν αὐτῶν ἥπτετο, μετεπέμψαντο Ἀθηναίους, καὶ ὑμεῖς ἐξήλθετε καὶ εἰσῇτε εἰς τὰς Θήβας ἐν τοῖς ὅπλοις διεσκευασμένοι, καὶ οἱ πεζοὶ καὶ οἱ ἱππεῖς, πρὶν περὶ συμμαχίας μίαν μόνον συλλαβὴν γράψαι Δημοσθένην.4
依我看,乃是当腓力从底比斯人手中夺取尼凯亚并交予色萨利人,又将先前逐出波奥提亚境内的战火经由福基斯再度引向底比斯本土,且最终占领埃拉泰亚、修筑壕堑并派驻守军之时——正是在彼时,当灾难迫在眉睫,底比斯人才派人召请雅典人;而诸位披坚执锐,步兵与骑兵齐发,开拔并进入底比斯城内,彼时德莫斯梯尼连关于同盟的单单一个音节都尚未写下。
- 133περὶ τῶν ὅλων οὐκ ὀρθῶς βουλευσάμενοι, ἀλλὰ τήν γε θεοβλάβειαν καὶ τὴν ἀφροσύνην οὐκ ἀνθρωπίνως, ἀλλὰ δαιμονίως κτησάμενοι
分词 βουλευσάμενοι 与 κτησάμενοι 采取阳性复数主格,与其语法主语即阴性地名 Θῆβαι 在性上不一致,这是依照其实际指涉的底比斯全体城民而形成的意合一致(constructio ad sensum)。
- 133ἐν τῇ τοῦ κρατοῦντος καὶ προηδικημένου μετριότητι κριθησόμενοι
介词短语 ἐν... μετριότητι 表示“在……的宽大处理下受审裁”,即命运完全取决于胜利者的宽恕程度。προηδικημένου 为被动完成时分词充当名词,指“此前遭受侵害之人”(即亚历山大)。
- 135πολλάκι δὴ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα
引自赫西俄德《工作与时日》第240行。动词 ἀπηύρα(ἀπαυράω 的未完成过去时或不定过去时形态)支配属格 κακοῦ ἀνδρός,意为“因一介恶人而招致苦果/蒙受恶报”。
- 140πρὶν περὶ συμμαχίας μίαν μόνον συλλαβὴν γράψαι Δημοσθένην
时间连词 πρίν 后接带宾格的不定式结构:Δημοσθένην 为宾格逻辑主语,γράψαι 为不定过去时不定式,μίαν μόνον συλλαβήν 为直接宾语,结构直译为“在德莫斯梯尼写下哪怕一个音节之前”。
