← 埃斯基涅斯

控告克特西丰

§127-132

阻挠远征与无视凶兆的指控

埃斯基涅斯谴责德莫斯梯尼通过决议阻碍雅典参与近邻同盟针对安菲萨的两次远征,并控诉其罔顾神明凶兆强行发兵,继而以波斯国王的倾覆与当世剧变对比城邦的命运。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§127

καὶ πάλιν ἐν τῷ αὐτῷ ψηφίσματι πολὺ καὶ σαφέστερον καὶ πικρότερον γράφει, τὸν ἱερομνήμονα, φησί, τὸν Ἀθηναίων καὶ τοὺς πυλαγόρους τοὺς ἀεὶ πυλαγοροῦντας μὴ μετέχειν τοῖς ἐκεῖσε συλλεγομένοις μήτε λόγου μήτε ἔργου μήτε δόγματος μήτε πράξεως μηδεμιᾶς.1 τὸ δὲ μὴ μετέχειν τί ἐστι; πότερα τἀληθὲς εἴπω, ἢ τὸ ἥδιστον ἀκοῦσαι; τἀληθὲς ἐρῶ· τὸ γὰρ ἀεὶ πρὸς ἡδονὴν λεγόμενον οὑτωσὶ τὴν πόλιν διατέθηκεν. οὐκ ἐᾷ μεμνῆσθαι τῶν ὅρκων, οὓς ἡμῶν ὤμοσαν οἱ πρόγονοι, οὐδὲ τῆς ἀρᾶς, οὐδὲ τῆς τοῦ θεοῦ μαντείας.

而且在同一份法令中,他甚至更为明白、更为阴险地写道:‘雅典人的圣职代表,’文告称,‘与在任的同盟代表,在言论、行动、决议或任何实务上,均不得与聚集于彼处之人同流。’ 那么,‘不得同流’究竟是何用意?我是该直抒实情,还是捡最悦耳的话来说?我将直言相告;因为那总迎合人耳目的言辞,早已将城邦置于这般田地。它禁止我们铭记先祖所立下的誓言、那严厉的诅咒以及神明的神谕。

§128

ἡμεῖς μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, κατεμείναμεν διὰ τοῦτο τὸ ψήφισμα, οἱ δʼ ἄλλοι Ἀμφικτύονες συνελέγησαν εἰς Πύλας πλὴν μιᾶς πόλεως, ἧς ἐγὼ οὔτʼ ἂν τοὔνομα εἴποιμι, μήθʼ αἱ συμφοραὶ παραπλήσιοι γένοιντο αὐτῆς μηδενὶ τῶν Ἑλλήνων. καὶ συνελθόντες ἐψηφίσαντο ἐπιστρατεύειν ἐπὶ τοὺς Ἀμφισσέας, καὶ στρατηγὸν εἵλοντο Κόττυφον τὸν Φαρσάλιον τὸν τότε τὰς γνώμας ἐπιψηφίζοντα, οὐκ ἐπιδημοῦντος ἐν Μακεδονίᾳ Φιλίππου, οὐδʼ ἐν τῇ Ἑλλάδι παρόντος, ἀλλʼ ἐν Σκύθαις οὕτω μακρὰν ἀπόντος· ὃν αὐτίκα μάλα τολμήσει λέγειν Δημοσθένης ὡς ἐγὼ ἐπὶ τοὺς Ἕλληνας ἐπήγαγον.

因此,雅典的男人们,我们因这项法令而留在了国内,其余近邻同盟成员则齐聚皮莱,唯独除了一座城邦——我不愿道出它的名字,更愿与其相似的厄运永不降临于希腊任何一邦。他们齐聚之后,表决通过进军征讨安菲萨人,并推举了当时主持表决的法尔萨洛斯人科提福斯为将军;其时腓力既未居于马其顿,亦不在希腊境内,而是远在斯基泰人之地——然而德莫斯梯尼稍后竟敢断言,是我将腓力引来对付希腊人的。

§129

καὶ παρελθόντες τῇ πρώτῃ στρατείᾳ καὶ μάλα μετρίως ἐχρήσαντο τοῖς Ἀμφισσεῦσιν· ἀντὶ γὰρ τῶν μεγίστων ἀδικημάτων χρήμασιν αὐτοὺς ἐζημίωσαν, καὶ ταῦτʼ ἐν ῥητῷ χρόνῳ προεῖπον τῷ θεῷ καταθεῖναι, καὶ τοὺς μὲν ἐναγεῖς καὶ τῶν πεπραγμένων αἰτίους μετέστησαν, τοὺς δὲ διʼ εὐσέβειαν φεύγοντας κατήγαγον. ἐπειδὴ δὲ οὔτε τὰ χρήματα ἐξέτινον τῷ θεῷ, τούς τʼ ἐναγεῖς κατήγαγον, καὶ τοὺς εὐσεβεῖς καὶ κατελθόντας διὰ τῶν Ἀμφικτυόνων ἐξέβαλον, οὕτως ἤδη τὴν δευτέραν στρατείαν ἐποιήσαντο, πολλῷ χρόνῳ ὕστερον, ἐπανεληλυθότος Φιλίππου ἐκ τῆς ἐπὶ τοὺς Σκύθας στρατείας, τῶν μὲν θεῶν τὴν ἡγεμονίαν τῆς εὐσεβείας ἡμῖν παραδεδωκότων, τῆς δὲ Δημοσθένους δωροδοκίας ἐμποδὼν γεγενημένης.

他们发起第一次远征后,对待安菲萨人极为宽厚:因为对于最大的罪行,他们以罚金加以惩处,责令在限期内交纳给神明;他们驱逐了涉案负咎的渎神之徒,而召回了因虔敬而流亡之人。然而,安菲萨人既未向神明交纳罚金,反而接回受诅咒之徒,并驱逐了由近邻同盟所复权之虔敬者,于是同盟这才在很久之后发起了第二次远征。此时腓力已自远征斯基泰归来;神明原本将彰显虔敬的领导权赐予了我们,却被德莫斯梯尼的贪贿横加阻挠。

§130

ἀλλʼ οὐ προύλεγον, οὐ προεσήμαινον οἱ θεοὶ φυλάξασθαι, μόνον γε οὐκ ἀνθρώπων φωνὰς προσκτησάμενοι;2 οὐδεμίαν τοι πώποτε ἔγωγε μᾶλλον πόλιν ἑώρακα ὑπὸ μὲν τῶν θεῶν σῳζομένην, ὑπὸ δὲ τῶν ῥητόρων ἐνίων ἀπολλυμένην. οὐχ ἱκανὸν ἦν τὸ τοῖς μυστηρίοις φανὲν σημεῖον, ἡ τῶν μυστῶν τελευτή; οὐ περὶ τούτων Ἀμεινιάδης μὲν προύλεγεν εὐλαβεῖσθαι καὶ πέμπειν εἰς Δελφοὺς ἐπερησομένους τὸν θεὸν ὅ τι χρὴ πράττειν, Δημοσθένης δὲ ἀντέλεγε, φιλιππίζειν τὴν Πυθίαν φάσκων, ἀπαίδευτος ὢν καὶ ἀπολαύων καὶ ἐμπιμπλάμενος τῆς δεδομένης ὑφʼ ὑμῶν αὐτῷ ἐξουσίας;

难道神明未曾告诫、未曾预示我们要戒备吗?他们简直就差开口吐露人言了!依我之见,我从未见过任何一座城邦能如此蒙神护佑,却又被某些演说家败坏至此。秘仪中所显现的凶兆——入会者的暴亡——难道还不够分明吗?对此,阿梅尼亚德斯曾警告大家当审慎从事,并派遣使者前往德尔斐求问神明当如何应对,德莫斯梯尼却出面反对,宣称皮提亚神谕偏袒腓力;他毫无教养,纵情挥霍并贪婪饱食着诸位所赋予他的权力。

§131

οὐ τὸ τελευταῖον ἀθύτων καὶ ἀκαλλιερήτων ὄντων τῶν ἱερῶν ἐξέπεμψε τοὺς στρατιώτας ἐπὶ τὸν πρόδηλον κίνδυνον; καίτοι πρώην γέ ποτε ἀπετόλμα λέγειν ὅτι παρὰ τοῦτο Φίλιππος οὐκ ἦλθεν ἡμῶν ἐπὶ τὴν χώραν, ὅτι οὐκ ἦν αὐτῷ καλὰ τὰ ἱερά.3 τίνος οὖν σὺ ζημίας ἄξιος εἶ τυχεῖν, ὦ τῆς Ἑλλάδος ἀλειτήριε; εἰ γὰρ ὁ μὲν κρατῶν οὐκ ἦλθεν εἰς τὴν τῶν κρατουμένων χώραν, ὅτι οὐκ ἦν αὐτῷ καλὰ τὰ ἱερά, σὺ δʼ οὐδὲν προειδὼς τῶν μελλόντων ἔσεσθαι, πρὶν καλλιερῆσαι τοὺς στρατιώτας ἐξέπεμψας, πότερα στεφανοῦσθαι σε δεῖ ἐπὶ ταῖς τῆς πόλεως ἀτυχίαις, ἢ ὑπερωρίσθαι;

到了最后,他难道不是在未献祭、且未得吉兆的情形下,将战士们驱往明摆着的绝境吗?然而不久前,他竟敢宣称腓力之所以未进犯我们的国土,是因为后者的祭礼未得吉兆。那么,你这希腊的灾星,究竟配受何等惩处?若胜者因祭礼未得吉兆尚且不进入败者的领土,而你对未来之事一无所知,却在获致吉兆前便将将士们遣往沙场,那么面临城邦的罹难,你是该受加冕,还是该被驱逐出境?

§132

τοιγάρτοι τί τῶν ἀνελπίστων καὶ ἀπροσδοκήτων ἐφʼ ἡμῶν οὐ γέγονεν; οὐ γὰρ βίον γε ἡμεῖς ἀνθρώπινον βεβιώκαμεν, ἀλλʼ εἰς παραδοξολογίαν τοῖς μεθʼ ἡμᾶς ἔφυμεν. οὐχ ὁ μὲν τῶν Περσῶν βασιλεύς, ὁ τὸν Ἄθω διορύξας, ὁ τὸν Ἑλλήσποντον ζεύξας, ὁ γῆν καὶ ὕδωρ τοὺς Ἕλληνας αἰτῶν, ὁ τολμῶν ἐν ταῖς ἐπιστολαῖς γράφειν, ὅτι δεσπότης ἐστὶν ἁπάντων ἀνθρώπων ἀφʼ ἡλίου ἀνιόντος μέχρι δυομένου, νῦν οὐ περὶ τοῦ κύριος ἑτέρων εἶναι διαγωνίζεται, ἀλλʼ ἤδη περὶ τῆς τοῦ σώματος σωτηρίας; καὶ τοὺς αὐτοὺς ὁρῶμεν τῆς τε δόξης ταύτης καὶ τῆς ἐπὶ τὸν Πέρσην ἡγεμονίας ἠξιωμένους, οἳ καὶ τὸ ἐν Δελφοῖς ἱερὸν ἠλευθέρωσαν;

所以说,在我们的时代,何等始料未及、骇人听闻之事不曾发生?我们所度过的绝非寻常凡人的岁月,而是生来便要成为后世惊叹的奇谭。昔日那位开凿阿索斯山、架桥于赫勒斯滂、向希腊人索求泥土与净水、敢在信函中自命为‘日出至日落全人类之主’的波斯国王,如今岂非不再争夺统治他人的霸权,而是在为一己性命之安危苦苦挣扎?而我们目睹获得这份殊荣并赢得讨伐波斯之统领权的人,岂不正是那批解放德尔斐圣所的人吗?

语法注3 条
  1. 127μὴ μετέχειν τοῖς ἐκεῖσε συλλεγομένοις μήτε λόγου μήτε ἔργου μήτε δόγματος μήτε πράξεως μηδεμιᾶς

    动词 μετέχω 通常支配表示所分享事物的兼属格,在此处它同时附带表示协同关联对象的与格 τοῖς ἐκεῖσε συλλεγομένοις,构成“与彼处聚集之人(与格)共同参与某事(属格)”的结构。否定词序列 μήτε ... μηδεμιᾶς 则是由法令中间接命令的不定式引出的规范性否定。

  2. 130μόνον γε οὐκ ἀνθρώπων φωνὰς προσκτησάμενοι

    成语 μόνον οὐ / μόνον οὐκ(意为“几乎”、“差一点就”、“实际上无异于”)中插入了限制小辞 γε,修饰指称神明(οἱ θεοί)的分词 προσκτησάμενοι,表达“几乎获得了人类的声音(即除了未能亲吐人言之外,已用尽了一切手段予以预警)”的强调意味。

  3. 131παρὰ τοῦτο Φίλιππος οὐκ ἦλθεν ἡμῶν ἐπὶ τὴν χώραν, ὅτι οὐκ ἦν αὐτῷ καλὰ τὰ ἱερά

    παρὰ τοῦτο ... ὅτι 是表达原因的关联句式,介词 παρά 支配宾格表示“由于”、“归因于”,指示词 τοῦτο 预先指代随后的 ὅτι 从句:“腓力之所以未进犯我国土,正是因为其祭牲未得吉兆这一缘故”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:127-132