← 埃斯基涅斯

控告克特西丰

§121-126

惩处安菲萨的进军与德莫斯梯尼的阻挠

埃斯基涅斯的演说促使近邻同盟决意惩罚安菲萨并拆毁基拉平原的非法建筑,双方爆发冲突并议定召开特别集会,而德莫斯梯尼则在雅典暗中操纵决议阻挠参会。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§121

σκοπεῖτε δή, ποίᾳ φωνῇ, ποίᾳ ψυχῇ, ποίοις ὄμμασι, τίνα τόλμαν κτησάμενοι τὰς ἱκετείας ποιήσεσθε, τούτους παρέντες ἀτιμωρήτους τοὺς ἐναγεῖς καὶ ταῖς ἀραῖς ἐνόχους. οὐ γὰρ διʼ αἰνιγμῶν, ἀλλʼ ἐναργῶς γέγραπται κατά τε τῶν ἀσεβησάντων, ἃ χρὴ παθεῖν αὐτούς, καὶ κατὰ τῶν ἐπιτρεψάντων, καὶ τελευταῖον ἐν τῇ ἀρᾷ γέγραπται, μηδʼ ὁσίως, φησί, θύσειαν οἱ μὴ τιμωροῦντες τῷ Ἀπόλλωνι μηδὲ τῇ Ἀρτέμιδι μηδὲ τῇ Λητοῖ μηδʼ Ἀθηνᾷ Προναίᾳ, μηδὲ δέξαιντο αὐτοῖς τὰ ἱερά.

请试想,如果你们放任这些当受弃绝且深陷诅咒之人逍遥法外,你们将以何种言语、何种心情、何种眼神、怀着何等胆量去向神明祈求?因为并非语带玄机,而是明明白白地载明:不敬神者本身当受何种惩罚,纵容不法者又当遭何种报应;而在那段诅咒的结末,更明文写道: ‘凡不行惩治者,’其文曰,‘愿彼等不可虔敬地向阿波罗、阿尔忒弥斯、勒托及普洛奈亚的雅典娜献祭,愿诸神亦永不纳受彼等的祭礼。’

§122

ταῦτα καὶ πρὸς τούτοις ἕτερα πολλὰ διεξελθόντος ἐμοῦ, ἐπειδή ποτε ἀπηλλάγην καὶ μετέστην ἐκ τοῦ συνεδρίου, κραυγὴ πολλὴ καὶ θόρυβος ἦν τῶν Ἀμφικτυόνων, καὶ ὁ λόγος ἦν οὐκέτι περὶ τῶν ἀσπίδων ἃς ἡμεῖς ἀνέθεμεν, ἀλλʼ ἤδη περὶ τῆς τῶν Ἀμφισσέων τιμωρίας. ἤδη δὲ πόρρω τῆς ἡμέρας ὄν,1 προελθὼν ὁ κῆρυξ ἀνεῖπε, Δελφῶν ὅσοι ἐπὶ δίετες ἡβῶσι, καὶ δούλους καὶ ἐλευθέρους, ἥκειν αὔριον ἅμα τῇ ἡμέρᾳ ἔχοντας ἄμας καὶ δικέλλας πρὸς τὸ Θυτεῖον ἐκεῖ καλούμενον· καὶ πάλιν ὁ αὐτὸς κῆρυξ ἀναγορεύει τοὺς ἱερομνήμονας καὶ τοὺς πυλαγόρους ἅπαντας ἥκειν εἰς τὸν αὐτὸν τόπον βοηθήσοντας τῷ θεῷ καὶ τῇ γῇ τῇ ἱερᾷ· ἥτις δʼ ἂν μὴ παρῇ πόλις, εἴρξεται τοῦ ἱεροῦ καὶ ἐναγὴς ἔσται καὶ τῇ ἀρᾷ ἔνοχος.

当我详述了这些以及许多其他事项,一旦离开并退出了会议厅,近邻同盟代表中便爆发出一片喧哗与骚动;议题已不再是我们所奉纳的盾牌,而是转移到了对安菲萨人的惩处上。时已过午、日色偏晚,传令官走上前去宣告:凡德尔斐男子成年已逾两年者,无论是奴隶还是自由人,明日拂晓俱当携带鹤嘴锄与铁镐,前往当地称为堤泰翁之处集合;随后该传令官又再次宣布,一切圣职代表与同盟代表均当齐聚同处,以救助神明与圣地;‘凡不派员出席之城邦,即被驱逐出圣所,并当受弃绝与诅咒。’

§123

τῇ δὲ ὑστεραίᾳ ἥκομεν ἕωθεν εἰς τὸν προειρημένον τόπον, καὶ κατέβημεν εἰς τὸ Κιρραῖον πεδίον, καὶ τὸν λιμένα κατασκάψαντες καὶ τὰς οἰκίας ἐμπρήσαντες ἀνεχωροῦμεν. ταῦτα δὲ ἡμῶν πραττόντων οἱ Λοκροὶ οἱ Ἀμφισσεῖς, ἑξήκοντα στάδια ἄπωθεν οἰκοῦντες Δελφῶν, ἦλθον ἐφʼ ἡμᾶς μεθʼ ὅπλων πανδημεί· καὶ εἰ μὴ δρόμῳ μόλις ἐξεφύγομεν εἰς Δελφούς, ἐκινδυνεύσαμεν ἂν ἀπολέσθαι.2

次日清晨,我们来到前述地点,下至基拉平原,拆毁港口并焚毁民宅,而后折返。正在我们行事之时,居于距德尔斐六十斯塔迪翁处的洛克里斯·安菲萨人,倾城持械向我们袭来;若非我们拔足狂奔、侥幸逃回德尔斐,当时恐已遭遇殒命之险。

§124

τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ Κόττυφος ὁ τὰς γνώμας ἐπιψηφίζων ἐκκλησίαν ἐποίει τῶν Ἀμφικτυόνων· ἐκκλησίαν γὰρ ὀνομάζουσιν, ὅταν τις μὴ μόνον τοὺς πυλαγόρους καὶ τοὺς ἱερομνήμονας συγκαλέσῃ, ἀλλὰ καὶ τοὺς θύοντας καὶ τοὺς χρωμένους τῷ θεῷ. ἐνταῦθʼ ἤδη πολλαὶ μὲν τῶν Ἀμφισσέων ἐγίγνοντο κατηγορίαι, πολὺς δʼ ἔπαινος ἦν κατὰ τῆς ἡμετέρας πόλεως· τέλος δὲ παντὸς τοῦ λόγου ψηφίζονται ἥκειν τοὺς ἱερομνήμονας πρὸ τῆς ἐπιούσης πυλαίας ἐν ῥητῷ χρόνῳ εἰς Πύλας, ἔχοντας δόγμα καθʼ ὅ τι δίκας δώσουσιν οἱ Ἀμφισσεῖς ὑπὲρ ὧν εἰς τὸν θεὸν καὶ τὴν γῆν τὴν ἱερὰν καὶ τοὺς Ἀμφικτύονας ἐξήμαρτον. ὅτι δὲ ἀληθῆ λέγω, ἀναγνώσεται τὸ ψήφισμα ὑμῖν ὁ γραμματεύς.

及至次日,主持表决的科提福斯召集了近邻同盟的大会;因为凡不仅召集同盟代表与圣职代表、亦召集在场献祭与求神谕之人的集会,他们便称之为大会。在此集会上,安菲萨人受到了连番控诉,而我们城邦则备受颂扬;至全部讨论结束时,他们表决通过:圣职代表当于下次定期会议之前的指定日期前往皮莱,并随身携同一项议案,指明安菲萨人当如何为其冒犯神明、圣地及近邻同盟之罪孽付出代价。为证明我所言非虚,秘书将向诸位宣读该法令。

§125

Ψήφισμα τοῦ δόγματος τούτου ἀποδοθέντος ὑφʼ ἡμῶν ἐν τῇ βουλῇ καὶ πάλιν ἐν τῇ ἐκκλησίᾳ, καὶ τὰς πράξεις ἡμῶν ἀποδεξαμένου τοῦ δήμου, καὶ τῆς πόλεως ἁπάσης προαιρουμένης εὐσεβεῖν, καὶ Δημοσθένους ὑπὲρ τοῦ μεσεγγυήματος τοῦ ἐξ Ἀμφίσσης ἀντιλέγοντος, καὶ ἐμοῦ φανερῶς ἐναντίον ὑμῶν ἐξελέγχοντος, ἐπειδὴ ἐκ τοῦ φανεροῦ τὴν πόλιν ἅνθρωπος οὐκ ἐδύνατο σφῆλαι, εἰσελθὼν εἰς τὸ βουλευτήριον καὶ μεταστησάμενος τοὺς ἰδιώτας, ἐκφέρεται προβούλευμα3 εἰς τὴν ἐκκλησίαν, προσλαβὼν τὴν τοῦ γράψαντος ἀπειρίαν· τὸ δʼ αὐτὸ τοῦτο καὶ ἐν τῇ ἐκκλησίᾳ διεπράξατο ἐπιψηφισθῆναι καὶ γενέσθαι δήμου ψήφισμα, ἐπʼ ἀναστάσει τῆς ἐκκλησίας οὔσης,4 ἀπεληλυθότος ἐμοῦ, οὐ γὰρ ἄν ποτε ἐπέτρεψα, καὶ τῶν πολλῶν διαφειμένων· οὗ τὸ κεφάλαιόν ἐστι, τὸν ἱερομνήμονα, φησί, τὸν Ἀθηναίων καὶ τοὺς πυλαγόρους τοὺς ἀεὶ πυλαγοροῦντας πορεύεσθαι εἰς Πύλας καὶ εἰς Δελφοὺς ἐν τοῖς τεταγμένοις χρόνοις ὑπὸ τῶν προγόνων, εὐπρεπῶς γε τῷ ὀνόματι, ἀλλὰ τῷ ἔργῳ αἰσχρῶς· κωλύει γὰρ εἰς τὸν σύλλογον τὸν ἐν Πύλαις ἀπαντᾶν, ὃς ἐξ ἀνάγκης πρὸ τοῦ καθήκοντος ἔμελλε χρόνου γίγνεσθαι.

[法令]当我们向议事会、继而向公民大会报告了这项议案,人民认可了我们的举措,全邦亦立意遵行虔敬之道,而德莫斯梯尼为安菲萨的贿款出面反对、我则在诸位面前公开将他驳斥得体无完肤之时——这厮见公然陷害城邦已不可行,便潜入议事厅,屏退平民,趁着提案人缺乏经验,将一份预案强行推向公民大会;不仅如此,他还趁公民大会行将散会、我本人已经离席——若我在场断不容此事发生——且多数人业已散去之机,在大会上设法付诸表决,使其成为人民决议。其核心要旨如下: ‘雅典人的圣职代表,’其文曰,‘与在任的同盟代表,须在先祖所定之日期前往皮莱与德尔斐,’名目听来固然冠冕堂皇,其用心却卑劣可耻;因其所禁止的,正是出席那场依情势必须在惯例期日之前于皮莱举行的非常集会。

语法注4 条
  1. 122πόρρω τῆς ἡμέρας ὄν

    由非人称表达构成的对格绝对独立结构(accusative absolute)。副词 πόρρω 支配属格 τῆς ἡμέρας,用作表示时间背景的状语从句,意为“天色已晚/日色偏晚”。

  2. 123καὶ εἰ μὴ δρόμῳ μόλις ἐξεφύγομεν εἰς Δελφούς, ἐκινδυνεύσαμεν ἂν ἀπολέσθαι

    与过去事实相反的虚拟条件句。条件从句由 εἰ 与不定过去时直陈式 ἐξεφύγομεν 构成;主句则为带 ἄν 的不定过去时直陈式 ἐκινδυνεύσαμεν 支配补足不定词 ἀπολέσθαι,意为“若非勉力奔逃……我们便有丧命之险”。

  3. 125τοῦ δόγματος τούτου ἀποδοθέντος ὑφʼ ἡμῶν ... ἐκφέρεται προβούλευμα

    长篇复句结构:句首连续五个属格绝对独立结构罗列背景情由,继以 ἐπειδή... οὐκ ἐδύνατο 从句,最终落入主句的历史现在时主动词 ἐκφέρεται。主句的主语承接从句中的 ἅνθρωπος(即德莫斯梯尼)。

  4. 126ἐπʼ ἀναστάσει τῆς ἐκκλησίας οὔσης

    属格绝对独立结构(τῆς ἐκκλησίας οὔσης)与介词短语 ἐπʼ ἀναστάσει(在解散之际)结合,表示时间与情境。介词 ἐπί 接 ἀνάστασις 的与格,指“公民大会正值散会之时”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:121-126