← 埃斯基涅斯

控告克特西丰

§114-120

安菲萨的贿赂与埃斯基涅斯的当场控告

埃斯基涅斯指控德摩斯梯尼收受安菲萨人的贿赂,并详述了自己作为同盟代表前往德尔斐时,面对安菲萨人对雅典提出的制裁动议,如何在近邻同盟会议上当场指控他们侵占圣地的不敬罪行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§114

χειροτονηθεὶς γὰρ ὑφʼ ὑμῶν πυλάγορος, λαμβάνει δισχιλίας δραχμὰς παρὰ τῶν Ἀμφισσέων, τοῦ μηδεμίαν μνείαν περὶ αὐτῶν ἐν τοῖς Ἀμφικτύοσι ποιεῖσθαι.1 διωμολογήθη δʼ αὐτῷ καὶ εἰς τὸν λοιπὸν χρόνον ἀποστέλλεσθαι Ἀθήναζε τοῦ ἐνιαυτοῦ ἑκάστου μνᾶς εἴκοσιν ἐκ τῶν ἐξαγίστων καὶ ἐπαράτων χρημάτων, ἐφʼ ᾧτε βοηθήσει2 τοῖς Ἀμφισσεῦσιν Ἀθήνησι κατὰ πάντα τρόπον· ὅθεν ἔτι μᾶλλον ἢ πρότερον συμβέβηκεν αὐτῷ, ὅτου ἂν προσάψηται, ἢ ἀνδρὸς ἰδιώτου ἢ δυνάστου ἢ πόλεως δημοκρατουμένης, τούτων ἑκάστους3 ἀνιάτοις συμφοραῖς περιβάλλειν.

事实上,在被你们选为同盟代表之后,他从安菲萨人那里收取了两千德拉克马,以换取在近邻同盟会议上对他们只字不提。双方还约定,今后每年都将从那些当受弃绝与诅咒的公款中,汇出二十明那到雅典给他,条件是他在雅典以一切方式援助安菲萨人;由此,比起以往,他更是无论插手何人——平民、权贵还是民主政体的城邦——都会让每一方陷入无法挽回的灾难之中。

§115

σκέψασθε δὴ τὸν δαίμονα καὶ τὴν τύχην, ὅσῳ περιεγένετο τῆς τῶν Ἀμφισσέων ἀσεβείας. ἐπὶ γὰρ Θεοφράστου ἄρχοντος, ἱερομνήμονος ὄντος Διογνήτου Ἀναφλυστίου, πυλαγόρους ὑμεῖς εἵλεσθε Μειδίαν τε ἐκεῖνον τὸν Ἀναγυράσιον, ὃν ἐβουλόμην ἂν πολλῶν ἕνεκα ζῆν, καὶ Θρασυκλέα τὸν ἐξ Οἴου, καὶ τρίτον μετὰ τούτων ἐμέ. συνέβη δʼ ἡμῖν ἀρτίως μὲν εἰς Δελφοὺς ἀφῖχθαι, παραχρῆμα δὲ τὸν ἱερομνήμονα Διόγνητον πυρέττειν· τὸ δʼ αὐτὸ τοῦτο συνεπεπτώκει καὶ τῷ Μειδίᾳ. οἱ δʼ ἄλλοι συνεκάθηντο Ἀμφικτύονες.

请看那神意与运势,是如何压倒安菲萨人的不敬罪恶的。在泰奥弗拉斯托斯任执政官、阿纳弗吕斯托斯的迪奥格涅托斯任圣职代表时,你们选任了阿纳吉鲁斯的米狄阿斯——为了许多缘由我真希望他还活着——以及俄翁的特剌绪克勒斯,并加上我作为第三人,担任同盟代表。当我们刚刚抵达德尔斐时,适逢圣职代表迪奥格涅托斯突患热病,米狄阿斯也遭遇了完全相同的情况。其余的近邻同盟代表则已升堂就坐。

§116

ἐξηγγέλλετο δʼ ἡμῖν παρὰ τῶν βουλομένων εὔνοιαν ἐνδείκνυσθαι τῇ πόλει, ὅτι οἱ Ἀμφισσεῖς ὑποπεπτωκότες τότε καὶ δεινῶς θεραπεύοντες τοὺς Θηβαίους εἰσέφερον δόγμα κατὰ τῆς ἡμετέρας πόλεως, πεντήκοντα ταλάντοις ζημιῶσαι τὸν δῆμον τὸν Ἀθηναίων, ὅτι χρυσᾶς ἀσπίδας ἀνέθεμεν πρὸς τὸν καινὸν νεὼν πρὶν ἐξαρέσασθαι, καὶ ἐπεγράψαμεν τὸ προσῆκον ἐπίγραμμα, Ἀθηναῖοι ἀπὸ Μήδων καὶ Θηβαίων, ὅτε τἀναντία τοῖς Ἕλλησιν ἐμάχοντο. μεταπεμψάμενος δʼ ἐμὲ ὁ ἱερομνήμων ἠξίου εἰσελθεῖν εἰς τὸ συνέδριον καὶ εἰπεῖν τι πρὸς τοὺς Ἀμφικτύονας ὑπὲρ τῆς πόλεως, καὶ αὐτὸν οὕτω προῃρημένον.4

那些意欲对本城邦表达善意的人向我们通报:当时屈从并极度谄媚忒拜人的安菲萨人,正提出一项针对我们城邦的提案,要对雅典人民课以五十塔兰同的罚金,理由是我们在新神殿尚未行净化祈禳之礼前便奉献了金盾,并在其上题写了那段恰当的题辞: “雅典人取自米底人与忒拜人战利品,时值彼等抗击希腊人之际。” 圣职代表召见我,要求我进入会议厅,代表城邦向近邻同盟发表演说,而我自己本来也已作此决定。

§117

ἀρχομένου δέ μου λέγειν καὶ προθυμότερόν πως εἰσεληλυθότος εἰς τὸ συνέδριον, τῶν ἄλλων πυλαγόρων μεθεστηκότων, ἀναβοήσας τις τῶν Ἀμφισσέων, ἄνθρωπος ἀσελγέστατος καὶ ὡς ἐμοὶ ἐφαίνετο οὐδεμιᾶς παιδείας μετεσχηκώς, ἴσως δὲ καὶ δαιμονίου τινὸς ἐξαμαρτάνειν προαγομένου, ἀρχὴν δέ γε,5 ἔφη, ὦ ἄνδρες Ἕλληνες, εἰ ἐσωφρονεῖτε, οὐδʼ ἂν ὠνομάζετε τοὔνομα τοῦ δήμου τοῦ Ἀθηναίων ἐν ταῖσδε ταῖς ἡμέραις, ἀλλʼ ὡς ἐναγεῖς ἐξείργετʼ ἂν ἐκ τοῦ ἱεροῦ.

正当我开始发言,并在其余同盟代表退席之际带着颇为激切的心情步入会议厅时,安菲萨人中有一人高声叫喊起来——这是一个极度粗鄙之徒,在我看来毫无教养,或许还是被某种神明力量驱使着去犯下过失: “希腊的男儿们,”他说,“从一开始,若是你们明事理,在这些日子里连雅典人民的名号都不该提起,反而应当把他们当成不洁之徒逐出圣所!”

§118

ἅμα δὲ ἐμέμνητο τῆς τῶν Φωκέων συμμαχίας, ἣν ὁ Κρωβύλος ἐκεῖνος ἔγραψε, καὶ ἄλλα πολλὰ καὶ δυσχερῆ κατὰ τῆς πόλεως διεξῄει, ἃ ἐγὼ οὔτε τότʼ ἐκαρτέρουν ἀκούων, οὔτε νῦν ἡδέως μέμνημαι αὐτῶν. ἀκούσας δὲ οὕτω παρωξύνθην, ὡς οὐδεπώποτʼ ἐν τῷ ἐμαυτοῦ βίῳ. καὶ τοὺς μὲν ἄλλους λόγους ὑπερβήσομαι· ἐπῄει δʼ οὖν μοι ἐπὶ τὴν γνώμην μνησθῆναι τῆς τῶν Ἀμφισσέων περὶ τὴν γῆν τὴν ἱερὰν ἀσεβείας, καὶ αὐτόθεν ἑστηκὼς ἐδείκνυον τοῖς Ἀμφικτύοσιν· ὑπόκειται γὰρ τὸ Κιρραῖον πεδίον τῷ ἱερῷ καὶ ἔστιν εὐσύνοπτον.

同时,他提起那位臭名昭著的克罗比罗斯所起草的福基斯人盟约,并针对本城邦历数其他许多刺耳之辞,这些话我当时听了便无法容忍,如今回忆起来亦觉不快。听到这里,我受到了平生从未有过的激怒。 其余的言辞我就略过不谈了。当时我心中忽然想到要揭露安菲萨人对圣地的亵渎;我站在原地指给近邻同盟代表们看——因为基拉平原就坐落在圣所下方,一览无余。

§119

ὁρᾶτε, ἔφην ἐγώ, ὦ ἄνδρες Ἀμφικτύονες, ἐξειργασμένον τουτὶ τὸ πεδίον ὑπὸ τῶν Ἀμφισσέων, καὶ κεραμεῖα ἐνῳκοδομημένα καὶ αὔλια· ὁρᾶτε τοῖς ὀφθαλμοῖς τὸν ἐξάγιστον καὶ ἐπάρατον λιμένα τετειχισμένον· ἴστε τούτους αὐτοί, καὶ οὐδὲν ἑτέρων δεῖσθε μαρτύρων, τέλη πεπρακότας καὶ χρήματα λαμβάνοντας ἐκ τοῦ ἱεροῦ λιμένος. ἅμα δὲ ἀναγιγνώσκειν ἐκέλευον αὐτοῖς τὴν μαντείαν τοῦ θεοῦ, τὸν ὅρκον τῶν προγόνων, τὴν ἀρὰν τὴν γενομένην, καὶ διωριζόμην ὅτι ἐγὼ μὲν ὑπὲρ τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τοῦ σώματος καὶ τῶν τέκνων καὶ οἰκίας τῆς ἐμαυτοῦ βοηθῶ κατὰ τὸν ὅρκον καὶ τῷ θεῷ καὶ τῇ γῇ τῇ ἱερᾷ καὶ χειρὶ καὶ ποδὶ καὶ φωνῇ καὶ πᾶσιν οἷς δύναμαι, καὶ τὴν πόλιν τὴν ἡμετέραν τὰ πρὸς τοὺς θεοὺς ἀφοσιῶ· ὑμεῖς δʼ ὑπὲρ ὑμῶν αὐτῶν ἤδη βουλεύεσθε. ἐνῆκται μὲν τὰ κανᾶ, παρέστηκε δὲ τὰ θύματα τοῖς βωμοῖς, μέλλετε δʼ αἰτεῖν τοὺς θεοὺς τἀγαθὰ καὶ κοινῇ καὶ ἰδίᾳ.

“近邻同盟的诸君,”我说,“请看这片被安菲萨人开垦的平原,其上建起的制陶工场和牲口棚屋!用你们的双眼看看那座当受弃绝和诅咒的港口已被修筑起城墙!你们自己心里明白,不需要其他任何见证人:正是这些人出售了关税征收权,正从这神圣港口搜刮钱财!” 与此同时,我要求向他们宣读神明的神谕、先祖的誓言以及曾立下的诅咒,并且我郑重声明:“我代表雅典人民、代表我己身与子女及家宅,依照誓言,用手、用足、用言辞和全力救助神明与圣地,并向诸神尽去我们城邦的宗教本分;而你们,现在该为你们自己考量了。盛祭品的篮子已被端出,牺牲已立在祭坛之旁,你们公私两方面都即将向神明祈求福祉。”

语法注5 条
  1. 114τοῦ μηδεμίαν μνείαν περὶ αὐτῶν ἐν τοῖς Ἀμφικτύοσι ποιεῖσθαι

    带冠词不定式的属格(τοῦ ποιεῖσθαι)在此表目的或约定条件(“为了/以不在近邻同盟中提及他们为条件”),用以说明接受两千德拉克马(λαμβάνει δισχιλίας δραχμὰς)的对价目的。

  2. 114ἐφʼ ᾧτε βοηθήσει

    连词 ἐφʼ ᾧτε 后接将来时直陈语气(βοηθήσει),构成“以……为条件”的协定句式。相较于接不定式的常见形式,此处使用将来时直陈语气更加突出了所承诺行为的确定性。

  3. 114ὅτου ἂν προσάψηται... τούτων ἑκάστους

    不定关系代词 ὅτου ἂν 搭配虚拟语气(προσάψηται)构成泛指条件句(“无论他触及何人”)。主句中以复数分配代词 τούτων ἑκάστους(“他们中的每一个”)与之呼应,由单数概念过渡为依意一致的复数指代。

  4. 116καὶ αὐτὸν οὕτω προῃρημένον

    与前文宾格代词 ἐμὲ(不定式 εἰσελθεῖν、εἰπεῖν 的逻辑主语)一致的宾格完成时分词短语。强调代词 αὐτόν 在此指代第一人称(καὶ αὐτόν,“我自己也”),表明埃斯库涅斯本人在受请求之前便已决意如此行事。

  5. 117ἀρχὴν δέ γε

    ἀρχήν 为宾格副词用法,意为“从根本上/一开始/全然”。此处与具有转折及强调意味的语气词 δέ γε 连用,表示在进入具体反驳之前,先从根本前提上否定对方。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg003.humanitext-grc2:114-120