← 埃斯基涅斯

论使职不称职

§91-99

公档年代辩诬与对德摩斯梯尼的反击

埃斯基涅斯通过出示官方档案中的日期,证明在使团出发之前克尔索布勒普忒斯便已败亡,以此洗清指控,并揭露德摩斯梯尼过去的丑事与绰号进行反击。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§91

Ἐπιστολή οὐ μόνον τοίνυν διετρίψαμεν τὰς λοιπὰς ἡμέρας τοῦ μηνός, ἀλλὰ Μουνιχιῶνος ἐξωρμήσαμεν. καὶ τούτου τὴν βουλὴν μάρτυρα ὑμῖν παρέξομαι· ἔστι γὰρ αὐτῆς ψήφισμα, ὃ κελεύει ἀπιέναι τοὺς πρέσβεις ἐπὶ τοὺς ὅρκους. καί μοι λέγε τὸ τῆς βουλῆς ψήφισμα. Ψήφισμα παρανάγνωθι δὴ καὶ τὸν χρόνον, ὅστις ἦν.

[信件]因此,我们不仅度过了该月余下的日子,而且是在穆尼基昂月才出发的。关于这一点,我将向你们举出议事会作为证人;因为有一份议事会的决议,命令使节们启程去接受誓言。请为我宣读议事会的决议。 [决议]请接着宣读日期,看看那究竟是何时。

§92

Χρόνος ἀκούετε ὅτι Μουνιχιῶνος ἐψηφίσθη τρίτῃ ἱσταμένου. ὁ δὲ Κερσοβλέπτης πόσαις πρότερον ἡμέραις ἀπώλεσε τὴν ἀρχὴν πρὶν ἐμὲ ἀπιέναι; ὥς φησι Χάρης ὁ στρατηγός, τοῦ προτέρου μηνός, εἴπερ Ἐλαφηβολιών ἐστι Μουνιχιῶνος πρότερος. ἐδυνάμην ἂν οὖν ἐγὼ σῶσαι Κερσοβλέπτην, ὃς πρὶν ἐμὲ ἐξορμᾶν οἴκοθεν ἀπωλώλει;1 ἔπειτα οἴεσθέ τι τοῦτον ἀληθὲς εἰρηκέναι ἢ περὶ τῶν ἐν Μακεδονίᾳ πραχθέντων ἢ περὶ τῶν ἐν Θετταλίᾳ, ὃς τοῦ βουλευτηρίου καὶ τῶν δημοσίων γραμμάτων καὶ τοῦ χρόνου καὶ τῶν ἐκκλησιῶν καταψεύδεται;

[日期]你们听到了,这是在穆尼基昂月初三通过的决议。而克尔索布勒普忒斯是在我出发前多少天丧失其统治权的?正如将军卡勒斯所言,是在前一个月,如果厄拉斐博利翁月确实在穆尼基昂月之前的话。那么,我难道能够拯救一个在我从家中动身前就已经灭亡了的克尔索布勒普忒斯吗?既然此人对议事会大厅、公共档案、日期和公民大会都肆意捏造谎言,你们难道还认为他就马其顿发生的事或色萨利发生的事说了什么实话吗?

§93

καὶ τὸν Κερσοβλέπτην Ἀθήνησι μὲν ἔκσπονδον ἐποίεις, ἐν Ὠρεῷ δʼ ἠλέεις; καὶ νῦν μὲν δωροδοκίας κατηγορεῖς, πρότερον δʼ ὑπέμεινας τὴν ἐπιβολὴν τῆς βουλῆς τῆς ἐξ Ἀρείου πάγου, οὐκ ἐπεξιὼν τῇ τοῦ τραύματος γραφῇ, ἣν ἐγράψω Δημομέλην τὸν Παιανιέα,2 ἀνεψιὸν ὄντα, ἐπιτεμὼν τὴν σαυτοῦ κεφαλήν; καὶ σεμνολογεῖ ὡς οὐκ εἰδόσι τούτοις ὅτι Δημοσθένους υἱὸς εἶ νόθος τοῦ μαχαιροποιοῦ;

你在雅典将克尔索布勒普忒斯排除在盟约之外,却在奥勒奥斯怜悯起他来了吗?你现在指控别人受贿,可此前你自己割破自己的头颅,对你的堂兄佩阿尼亚区的德摩墨勒斯提出人身伤害诉讼,随后却放弃追诉,因而甘受阿雷奥帕戈斯议事会的罚款,不是吗?你还摆出一副尊大傲慢的姿态,难道这些人不知道你是刀匠德摩斯梯尼的私生子吗?

§94

ἐπεχείρησας δʼ εἰπεῖν, ὡς καὶ τὴν ἐπὶ τοὺς Ἀμφικτύονας πρεσβείαν ἐξομοσάμενος παρεπρέσβευσα, καὶ ψήφισμα τὸ μὲν ἀνέγνως, τὸ δὲ ὑπερέβης. ἐγὼ δʼ αἱρεθεὶς πρεσβευτὴς ἐπὶ τοὺς Ἀμφικτύονας, ἀρρώστως δʼ ἔχων, καὶ μετὰ πολλῆς προθυμίας ἀπαγγέλλων ἀφʼ ἧς ἧκον πρεσβείας πρὸς ὑμᾶς, τὴν μὲν πρεσβείαν οὐκ ἐξωμοσάμην, ἀλλʼ ὑπεσχόμην πρεσβεύσειν, ἐὰν ὦ δυνατός, πρὸς δὲ τὴν βουλὴν ἀπιόντων τῶν συμπρέσβεων τὸν ἀδελφὸν τὸν ἐμαυτοῦ καὶ τὸν ἀδελφιδοῦν καὶ τὸν ἰατρὸν ἔπεμψα, οὐκ ἐξομουμένους·

你竟然还企图宣称,我在宣誓辞去前往近邻同盟的使职之后又非法充任使节,并且你宣读了一份决议,却略过了另一份。然而,我虽然当选为前往近邻同盟的使节,但当时身体抱恙,且正就我归来的那次使行满怀热忱地向你们汇报,我并没有宣誓辞职,而是承诺如果身体允许便会履职;当同僚使节们前往议事会时,我派去了我的兄弟、侄子和医生,并不是为了宣誓辞职——

§95

οὐδὲ γὰρ ὁ νόμος ἐᾷ τὰς ἐκ τοῦ δήμου χειροτονίας ἐν τῇ βουλῇ ἐξόμνυσθαι· ἀλλὰ τὴν ἀρρωστίαν μου δηλώσοντας.3 ἐπειδὴ δὲ οἱ συμπρέσβεις πυθόμενοι τὰ περὶ τοὺς Φωκέας συμβάντα ἀνέστρεψαν, γενομένης ἐκκλησίας ἤδη παρὼν καὶ δυνάμενος τῷ σώματι, προσαναγκάζοντος τοῦ δήμου μηδὲν ἧττον πρεσβεύειν ἡμᾶς τοὺς ἐξ ἀρχῆς αἱρεθέντας ἅπαντας, ἀψευδεῖν πρὸς Ἀθηναίους ᾤμην δεῖν.

因为法律根本不允许在议事会中通过宣誓辞去人民选举的职务——而是为了说明我的病情。 但是,当同僚使节们得知有关福基斯人的变故而返回后,在公民大会召开之时,我已在场且身体恢复;既然人民强令我们所有最初当选的人仍须出使,我认为自己不应对雅典人失信。

§96

καὶ ταύτης τῆς πρεσβείας οὐ κατηγόρεις μου διδόντος τὰς εὐθύνας, ἀλλʼ ἐπὶ ταύτην ἥκεις τὴν ἐπὶ τοὺς ὅρκους, ὑπὲρ ἧς ἐγὼ σαφῶς καὶ δικαίως ἀπολογήσομαι. σοὶ μὲν γὰρ ἁρμόττει καὶ πᾶσι τοῖς ψευδομένοις μεταφέρειν τοὺς χρόνους, ἐμοὶ δʼ ἐφεξῆς λέγειν, ἀναλαβόντι τὴν ἀρχὴν τοῦ λόγου ἀπὸ τῆς πορείας τῆς ἐπὶ τοὺς ὅρκους.

当我为这次出使接受账目审查时,你并没有指控我,现在你却跑来抨击关于接受誓言的那次出使,对此我将做出清晰而公正的申辩。因为颠倒时间顺序对你和所有撒谎者来说固然适宜,但对我而言,从为接受誓言而启程的旅途开始按部就班地陈述,才是正当的。

§97

πρῶτον μὲν γὰρ δέκα πρέσβεων ὄντων, ἑνδεκάτου δὲ τοῦ συμπεμφθέντος ἡμῖν ἀπὸ τῶν συμμάχων, οὐδεὶς αὐτῷ συσσιτεῖν, ὅτʼ ἐξῇμεν ἐπὶ τὴν ὑστέραν πρεσβείαν, ἤθελεν, οὐδὲ ἐν ταῖς ὁδοῖς, ὅπου δυνατὸν ἦν, εἰς ταὐτὸν πανδοκεῖον καταλύειν, ὁρῶντες αὐτὸν ἐν τῇ προτέρᾳ πρεσβείᾳ πᾶσιν αὐτοῖς ἐπιβεβουλευκότα.

首先,在我们十位使节以及同盟派来与我们同行的第十一位使节中,当我们踏上后一次使程时,没有一个人愿意与他共餐,在路途上也尽可能不在同一家客栈歇宿,因为大家都看到他在前一次使行中曾谋害所有同僚。

§98

περὶ μὲν οὖν τῆς ἐπὶ Θρᾴκης ὁδοῦ οὐκ ἐγένετο μνεία· οὔτε γὰρ τὸ ψήφισμα τοῦθʼ ἡμῖν προσέταττεν, ἀλλʼ ἀπολαβεῖν μόνον τοὺς ὅρκους καὶ ἄλλʼ ἄττα, οὔτʼ ἐλθόντας πράττειν οὐδὲν ἐνεδέχετο, τῶν περὶ Κερσοβλέπτην ἤδη γεγενημένων, ὡς ἀρτίως ἠκούσατε, οὔθʼ οὗτος οὐδὲν ἀληθὲς εἶπεν, ἀλλὰ ψεύδεται καὶ κατηγορεῖν οὐδὲν ἀληθὲς ἔχων τερατεύεται.

因此,关于前往色雷斯的行程根本未被提及;因为决议既没有向我们下达这道命令,而只要求接受誓言以及某些其他事项,而且即使去了也无法有任何作为,因为正如你们刚才所听到的,关于克尔索布勒普忒斯的事情早已成定局;此人也没有说一句真话,而是在撒谎,并且在没有任何真实控告依据的情况下捏造怪诞之谈。

§99

συνηκολούθουν δʼ αὐτῷ ἄνθρωποι δύο στρωματόδεσμα φέροντες· ἐν δὲ τῷ ἑτέρῳ τούτων, ὡς αὐτὸς ἔφη, τάλαντον ἐνῆν ἀργυρίου. ὥστε τοὺς συμπρέσβεις ἀναμιμνῄσκεσθαι τὰς ἀρχαίας ἐπωνυμίας αὐτοῦ· ἐν παισὶ μὲν γὰρ ὢν ἐκλήθη διʼ αἰσχρουργίαν τινὰ καὶ κιναιδίαν Βάταλος, ἐκ παίδων δὲ ἀπαλλαττόμενος καὶ δεκαταλάντους δίκας ἑκάστῳ τῶν ἐπιτρόπων λαγχάνων, Ἀργᾶς, ἀνὴρ δὲ γενόμενος προσείληφε τὴν τῶν πονηρῶν κοινὴν ἐπωνυμίαν, συκοφάντης.

而且当时有两个随从跟着他,替他扛着被褥袋;据他自己说,其中一个袋子里装有一塔兰同白银。以至于同僚使节们都想起了他以前的绰号:因为他在童年时,由于某种可耻行径和放荡被称作‘巴塔洛斯’;在脱离童年、向每位监护人提起十塔兰同的诉讼时,被称为‘阿尔加斯’;而成年之后,他又获得了恶人们通用的称号——‘告密者’。

语法注3 条
  1. 92ὃς πρὶν ἐμὲ ἐξορμᾶν οἴκοθεν ἀπωλώλει

    在关系代词 ὃς 引导的从句中,连词 πρίν 搭配宾格加不定式结构(ἐμὲ ἐξορμᾶν),表示时间上的在先(“在我出发之前”),主干谓语则使用过去完成时 ἀπωλώλει(“早已灭亡”),以此强调时间顺序上被告不可能负有责任。

  2. 93ἣν ἐγράψω Δημομέλην τὸν Παιανιέα

    动词中动态 γράφομαι(提起公诉)带双宾格:其一是表示起诉罪名的内宾格(此处由指代先行词 γραφῇ 的关系代词 ἣν 充当),其二是表示被起诉人的宾格(Δημομέλην τὸν Παιανιέα),意为“对佩阿尼亚的德摩墨勒斯提起的诉讼”。

  3. 94οὐκ ἐξομουμένους ... ἀλλὰ τὴν ἀρρωστίαν μου δηλώσοντας

    依赖于主动词 ἔπεμψα(派遣)表示目的的将来时分词平行结构。否定词 οὐκ 否定了分词 ἐξομουμένους(宣誓辞职),并与 ἀλλά 引出的将来时分词 δηλώσοντας(说明我的病情)形成对比,阐明派人前往议事会的真实意图。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg002.humanitext-grc2:91-99