← 埃斯基涅斯

论使职不称职

§84-90

驳斥关于克尔索布勒普忒斯的诬告与公文举证

埃斯基涅斯通过证人证言与公共档案,驳斥了关于克尔索布勒普忒斯的诬告,揭露正是德摩斯梯尼本人企图将克尔索布勒普忒斯排斥于盟友之外并捏造使节被逐的谎言。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§84

ἀναγνωσθέντος δὲ τοῦ ψηφίσματος, καὶ ταῦτα οἶμαι πάντας ὑμᾶς μνημονεύειν, ἀναστὰς ἐκ τῶν προέδρων Δημοσθένης οὐκ ἔφη τὸ ψήφισμα ἐπιψηφιεῖν, οὐδὲ λύσειν τὴν πρὸς Φίλιππον εἰρήνην, οὐδὲ γιγνώσκειν τῶν συμμάχων τοὺς ὥσπερ συνεφαπτομένους τοῖς σπένδουσι τῶν ἱερῶν·1 ἀποδοθῆναι γὰρ περὶ τούτων ἑτέραν ἐκκλησίαν. βοώντων δὲ ὑμῶν καὶ τοὺς προέδρους ἐπὶ τὸ βῆμα καλούντων, οὕτως ἄκοντος αὐτοῦ τὸ ψήφισμα ἐπεψηφίσθη.

当决议草案宣读完毕后——我认为你们大家都还记得这回事——德摩斯梯尼从主席团中站起身来,声称自己既不会将该决议草案交付表决,也不会撕毁与菲力的和平条约,更不会承认那些企图在举行奠祭者身旁沾染圣礼的人为盟友;因为他说,关于这些事项已另定了一次公民大会。但由于你们大声喧呼,并召唤主席团登上讲坛,该决议草案才得以违背他的意愿交付了表决。

§85

ὅτι δʼ ἀληθῆ λέγω, κάλει μοι τὸν γράψαντα τὸ ψήφισμα Ἀλεξίμαχον καὶ τοὺς συμπροέδρους τοὺς Δημοσθένους, καὶ τὴν μαρτυρίαν ἀνάγνωθι. Μαρτυρία ὁ μὲν τοίνυν ἐπιδακρύσας ἀρτίως ἐνταυθοῖ Δημοσθένης μνησθεὶς Κερσοβλέπτου, φαίνεται τῆς συμμαχίας ἐκκλῄων αὐτόν. ὡς δʼ ἡ παροῦσα ἐκκλησία διελύθη, ἐξώρκιζον τοὺς συμμάχους οἱ τοῦ Φιλίππου πρέσβεις ἐν τῷ στρατηγίῳ τῷ ὑμετέρῳ.

为了证明我说的是实话,请为我传唤起草该决议的亚历克西马科斯以及德摩斯梯尼在主席团中的同僚,并请宣读证词。 [证词]因此,方才在这里一提到克尔索布勒普忒斯就洒下眼泪的德摩斯梯尼,恰恰显露出正是他要把对方从同盟中排除出去。当这次公民大会散会后,菲力的使者们便在你们的将军官署中为盟友们主持宣誓。

§86

τετόλμηκε δὲ πρὸς ὑμᾶς εἰπεῖν ὁ κατήγορος, ὡς ἀπὸ τῶν ἱερῶν ἐγὼ Κριτόβουλον ἀπήλασα τὸν πρεσβευτὴν τὸν παρὰ Κερσοβλέπτου, παρόντων μὲν τῶν συμμάχων, ἐψηφισμένου δὲ τοῦ δήμου, παρακαθημένων δὲ τῶν στρατηγῶν, πόθεν τοσαύτην ῥώμην λαβών; ἢ πῶς ἂν τὸ πρᾶγμα ἐσιγήθη; εἰ δʼ ἄρα ἐγὼ ἐτόλμων τοῦτο ποιεῖν, ἐπέτρεψας ἄν, ὦ Δημόσθενες, καὶ οὐκ ἐνέπλησας2 βοῆς καὶ κραυγῆς τὴν ἀγοράν, ὁρῶν με, ὡς ἔφησθʼ ἀρτίως, ὠθοῦντα ἀπὸ τῶν ἱερῶν τὸν πρεσβευτήν; καλείτω δέ μοι τοὺς στρατηγοὺς ὁ κῆρυξ καὶ τοὺς συνέδρους τῶν συμμάχων, καὶ τὰς μαρτυρίας αὐτῶν ἀκούσατε.

然而,控告人竟然胆敢对你们说,是我在盟友们在场、人民已通过决议、且将军们并坐身旁的情况下,将来自克尔索布勒普忒斯的使节克里托布洛斯从圣礼中赶走的——我究竟从何处获得了如此巨大的权力?或者说,这件事情又怎能悄无声息地被隐瞒过去?如果我当真胆敢做出这种事,德摩斯梯尼啊,当你看到我——正如你方才所说——把使节从圣礼中推开时,你难道会容许此事,而不让呼喊和叫嚣响彻广场吗?请传令官为我传唤将军们和盟友们的代表,请大家听听他们的证词。

§87

Μαρτυρίαι οὐκ οὖν δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, εἴ τις κατʼ ἀνδρὸς πολίτου, οὐχ ἑαυτοῦ, ἀλλʼ ὑμετέρου, τοῦτο γὰρ προδιορθοῦμαι, τολμᾷ τηλικαῦτα καταψεύδεσθαι, κινδυνεύοντος ὑπὲρ τοῦ σώματος; ἢ πῶς οὐκ εἰκότως οἱ πατέρες ἡμῶν ἐν ταῖς φονικαῖς δίκαις ταῖς ἐπὶ Παλλαδίῳ κατέδειξαν, τέμνοντα τὰ τόμια τὸν νικῶντα τῇ ψήφῳ ἐξορκίζεσθαι, καὶ τοῦτο ὑμῖν πάτριόν ἐστιν ἔτι καὶ νῦν, τἀληθῆ καὶ τὰ δίκαια ἐψηφίσθαι τῶν δικαστῶν ὅσοι τὴν ψῆφον ἤνεγκαν αὐτῷ, καὶ ψεῦδος μηδὲν εἰρηκέναι, εἰ δὲ μή, ἐξώλη αὐτὸν εἶναι ἐπαρᾶσθαι καὶ τὴν οἰκίαν τὴν αὑτοῦ, τοῖς δὲ δικασταῖς εὔχεσθαι πολλὰ καὶ ἀγαθὰ εἶναι; καὶ μάλα ὀρθῶς καὶ πολιτικῶς, ὦ ἄνδρες Ἀθηναῖοι·

[证词]雅典的男人们啊,如果有人竟敢对一位正在身家性命悬于一线的公民同胞——不是他自己的,而是你们的同胞,因为我先做出这一澄清——捏造如此弥天大谎,这难道不令人愤慨吗?或者说,我们的先辈在帕拉狄翁的谋杀案法庭上做出规定,胜诉者在割裂牺牲时必须起誓——这在你们之中直到如今仍是祖传的旧制——誓称凡是投票赞成他的审判官都是依循真实与正义投票的,而他自己未曾说过半句谎言,否则便咒诅自己和全家彻底毁灭,并祈愿审判官们蒙受诸多福泽;这难道不是极为合理、极为明智的吗?雅典的男人们啊,这确实是非常正确且合乎城邦法度之举!

§88

εἰ γὰρ μηδεὶς ἂν ὑμῶν ἑαυτὸν ἀναπλῆσαι φόνου δικαίου βούλοιτο, ἦ που ἀδίκου γε φυλάξαιτʼ ἄν, τὴν ψυχὴν ἢ τὴν οὐσίαν ἢ τὴν ἐπιτιμίαν τινὸς ἀφελόμενος, ἐξ ὧν αὑτοὺς ἀνηρήκασί τινες, οἱ δὲ καὶ δημοσίᾳ ἐτελεύτησαν. ἆρʼ οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, δοίητʼ ἄν μοι συγγνώμην, εἰ κίναιδον αὐτὸν προσειπὼν καὶ μὴ καθαρεύοντα τῷ σώματι, μηδʼ ὅθεν τὴν φωνὴν ἀφίησιν, ἔπειτα τὸ λοιπὸν μέρος τοῦ κατηγορήματος τοῦ περὶ Κερσοβλέπτην ἐπʼ αὐτοφώρῳ δείξαιμι ψεῦδος ὄν;

因为,如果你们当中没有任何人愿意使自己沾染即使是合法的杀戮,那么面对非法的杀戮——即剥夺某人的生命、财产或公民权,以致有人因此自尽、有人被公家处死——自然会更加警惕戒惧。那么,雅典的男人们啊,如果我称他为娈童,在身体上和发出声音的部位都不干不净,然后当场揭露关于克尔索布勒普忒斯指控的其余部分完全是谎言,你们是否能宽恕我呢?

§89

κάλλιστον γὰρ οἶμαι πρᾶγμα καὶ χρησιμώτατον τοῖς διαβαλλομένοις παρʼ ὑμῖν γίγνεται· καὶ γὰρ τοὺς χρόνους καὶ τὰ ψηφίσματα καὶ τοὺς ἐπιψηφίσαντας ἐν τοῖς δημοσίοις γράμμασι τὸν ἅπαντα χρόνον φυλάττετε. εἴρηκε δὲ οὗτος πρὸς ὑμᾶς, παρὰ τοῦτο διαφθαρῆναι τὰ Κερσοβλέπτου πράγματα, ὅτι3 τῆς πρεσβείας ὢν ἡγεμὼν ἐγὼ καὶ κατευημερηκὼς παρʼ ὑμῖν, αὐτοῦ κελεύοντος εἰς Θρᾴκην ἡμᾶς ἰέναι Κερσοβλέπτου πολιορκουμένου, καὶ διαμαρτύρασθαι Φιλίππῳ ταῦτα μὴ ποιεῖν, οὐκ ἠθέλησα, ἀλλʼ ἐκαθήμην ἐν Ὠρεῷ, καὶ οἱ συμπρέσβεις, προξενίας κατασκευαζόμενοι.

因为我认为,在你们面前遭到中伤的人拥有一项最美好、最实用的保障:你们在公共档案中永久保存着年代、决议案以及交付表决的主持人。然而此人却对你们宣称,克尔索布勒普忒斯的事业败亡完全归因于此:当克尔索布勒普忒斯遭到围困、他本人敦促我们前往色雷斯并向菲力抗议不要采取这些行动时,我作为使节团的领袖且在你们当中大出风头,却断然拒绝,反而与同僚使节们滞留在奥勒奥斯,经营起私人接待盟友的关系。

§90

ἀκούσατε δὴ τῆς Χάρητος ἐπιστολῆς, ἣν ἐπέστειλε τότε τῷ δήμῳ, ὅτι Κερσοβλέπτης ἀπολώλεκε τὴν ἀρχὴν καὶ Ἱερὸν ὄρος κατείληφε Φίλιππος Ἐλαφηβολιῶνος μηνὸς ἑβδόμῃ φθίνοντος· Δημοσθένης δʼ ἐν τῷ δήμῳ προήδρευε τούτου τοῦ μηνός, εἷς ὢν τῶν πρέσβεων, ἕκτῃ φθίνοντος.

现在请听卡勒斯当时写给人民的信件,信中称克尔索布勒普忒斯已丧失统治权,且菲力已在厄拉斐博利翁月倒数第七天占领了圣山;而身为使节之一的德摩斯梯尼,在该月倒数第六天还在人民大会上担任主席。

语法注3 条
  1. 84οὐδὲ γιγνώσκειν τῶν συμμάχων τοὺς ὥσπερ συνεφαπτομένους τοῖς σπένδουσι τῶν ἱερῶν

    不定式 γιγνώσκειν 由前面的 οὐκ ἔφη 引出。属格 τῶν συμμάχων 既可看作修饰分词短语 τοὺς ... συνεφαπτομένους 的部分属格(“在盟友之中……之人”),亦可视为动词 γιγνώσκω 所辖之范围属格(“在盟友范畴中承认……”)。句末的 τῶν ἱερῶν 则由复合动词 συνεφάπτομαι 支配(支配属格),意为“参与/沾染圣礼”。

  2. 86εἰ δʼ ἄρα ἐγὼ ἐτόλμων τοῦτο ποιεῖν, ἐπέτρεψας ἄν, ὦ Δημόσθενες, καὶ οὐκ ἐνέπλησας

    过去事实验反虚拟条件句。条件从句使用 εἰ 加上未完成过去时直陈式(ἐτόλμων),主句则由 ἄν 搭配不定过去时直陈式(ἐπέτρεψας, οὐκ ἐνέπλησας)。这一结构表明:如果在过去那一特定时刻埃斯基涅斯真敢做出如此行径,德摩斯梯尼绝不可能隐忍不发,必然早就当场大吵大闹了。

  3. 89παρὰ τοῦτο διαφθαρῆναι τὰ Κερσοβλέπτου πράγματα, ὅτι

    介词短语 παρὰ τοῦτο 伴随宾格表示原因(“由于此”、“正因这一点”),其中的指示代词 τοῦτο 预先指代了后文由 ὅτι 引导的解释性从句。διαφθαρῆναι 为间接引语中表示被动完成动作的被动不定式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg002.humanitext-grc2:84-90