- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919 (1958 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg002.humanitext-grc2:100-107
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
抵达成马其顿后,在同行使节仅关注次要程序之际,埃斯基涅斯主张必须处理阻止腓力进军温泉关及遏制底比斯等核心问题,但遭到德摩斯梯尼的激烈反对。
ἐπορεύετο δὲ λυσόμενος τοὺς αἰχμαλώτους, ὡς ἔφη, καὶ πρὸς ὑμᾶς ἀρτίως εἴρηκεν, εἰδὼς μὲν Φίλιππον ἐν τῷ πολέμῳ οὐδένα πώποτε Ἀθηναίων λύτρα πραξάμενον, ἀκούων δὲ τῶν ἐκείνου φίλων ἁπάντων, ὅτι καὶ τοὺς λοιπούς, ἐὰν εἰρήνη γένηται, ἀφήσει, πολλῶν δʼ ἠτυχηκότων τάλαντον φέρων, ἑνὸς ἀνδρός, οὐδὲ τούτου λίαν εὐπόρου, ἱκανὰ λύτρα.
此外,他声称是为了赎回战俘而出发的,正如他刚才对你们所说的那样;然而他明知腓力在战争中从未向任何雅典人索取过赎金,也听腓力的所有朋友说过,一旦达成和平,腓力也会释放其余的人;在如此众多的不幸者中,他却只带了一塔兰同——这仅够赎回一个人,而且还不是极其富有的人。
ὡς δʼ ἦμεν ἐν Μακεδονίᾳ καὶ συνήλθομεν εἰς ταὐτόν, καὶ Φίλιππον ἐκ Θρᾴκης παρόντα κατειλήφεμεν, ἀνεγνώσθη μὲν τὸ ψήφισμα καθʼ ὃ ἐπρεσβεύομεν, καὶ τὰ προστεταγμένα ἡμῖν πρὸς τῷ τοὺς ὅρκους ἀπολαβεῖν συνηριθμούμεθα· ὡς δὲ οὐδεὶς ὑπὲρ τῶν μεγίστων ἐμέμνητο, ἀλλὰ περὶ πραγμάτων ἐλαττόνων τὴν διατριβὴν ἐποιοῦντο, εἶπον ἐγὼ λόγους, οὓς ἀναγκαῖόν ἐστι πρὸς ὑμᾶς ῥηθῆναι.
当我们到达马其顿聚集在一处,并迎候从色雷斯归来的腓力时,宣读了我们据以出使的决议,并且我们列举了除接受誓言之外向我们下达的各项任务;但是,既然没有一个人提及最重要的事情,而是将时间耗费在微不足道的事物上,我便发表了一番演说,这是必须向你们重述的。
καὶ πρὸς τῶν θεῶν, ὦ ἄνδρες Ἀθηναῖοι, ὥσπερ καὶ τῆς κατηγορίας ἠκούσατε ὡς αὐτὸς ὁ κατήγορος ἐβούλετο εἰπεῖν, οὕτω καὶ τῆς ἀπολογίας εὐτάκτως ἀκούσατε, καὶ τὸν αὐτόν μοι τρόπον διαμείνατε, ὅνπερ ἐξ ἀρχῆς ἐν τοῖς προειρημένοις ἤδη λόγοις ἠκροᾶσθε. ὅπερ γὰρ καὶ ἀρτίως ὑπεθέμην, ὦ ἄνδρες Ἀθηναῖοι, εἶπον συνειλεγμένων τῶν πρέσβεων, ὅτι μοι δοκοῖεν τὸ μέγιστον πρόσταγμα τοῦ δήμου δεινῶς ἀγνοεῖν.
雅典的男人们,凭诸神起誓,正如你们按照原告自己希望陈述的方式听取了控诉一样,也请你们井然有序地听取申辩,并对我保持你们从一开始在已经发表的演说中听取发言时的同样态度。因为正如我刚才所提到的,雅典的男人们,在使节们聚齐时,我说他们似乎严重忽视了人民最重大的指示。
τὸ μὲν γὰρ τοὺς ὅρκους ἀπολαβεῖν, καὶ περὶ τῶν ἄλλων διαλεχθῆναι, καὶ περὶ τῶν αἰχμαλώτων εἰπεῖν, κἂν εἰ τοὺς ὑπηρέτας ἔπεμψεν ἡ πόλις περιθεῖσα πίστιν αὐτοῖς, ἅπαντʼ ἂν πραχθῆναι νομίζω·1 τὸ δὲ ὑπὲρ τῶν ὅλων ὀρθῶς βουλεύσασθαι, ὅσα καθʼ ἡμᾶς ἐστιν ἢ Φίλιππον, τοῦτο ἤδη ἔργον ἐστὶ πρέσβεων φρονίμων. λέγω δέ, ἔφην ἐγώ, περὶ τῆς εἰς Πύλας στρατείας, ἣν ὁρᾶτε οὖσαν ἐν παρασκευῇ. ὅτι δὲ οὐ κακῶς στοχάζομαι περὶ τοῦ πράγματος, μεγάλα τούτων ὑμῖν σημεῖα δείξω.
因为接受誓言、商讨其余事务以及谈论战俘之事,我认为即便城邦派遣仆役官并赋予他们全权凭证,这一切也本都可以完成;但对于全局性事务——凡涉及我们或腓力之事——做出正确的谋划,这才是明智使节的真正职责。“我所说的,”我说,“是指向皮莱的远征,你们看到这正在筹备之中。至于说我对此事的推测并非无的放矢,我将向你们展示重大的证据。
πάρεισι μὲν γὰρ Θηβαίων, ἥκουσι δὲ Λακεδαιμονίων πρέσβεις, ἀφίγμεθα δʼ ἡμεῖς ἔχοντες τοῦ δήμου ψήφισμα, ἐν ᾧ γέγραπται ʼπράττειν δὲ τοὺς πρέσβεις καὶ ἄλλʼ ὅ τι ἂν δύνωνται ἀγαθόν·ʼ ἅπαντες δὲ οἱ Ἕλληνες πρὸς τὸ μέλλον ἔσεσθαι βλέπουσιν. εἰ μὲν οὖν ἡγεῖτο ὁ δῆμος αὑτῷ καλῶς ἔχειν ἐξενεγκεῖν μετὰ παρρησίας πρὸς Φίλιππον, Θηβαίων μὲν περιελεῖν τὴν ὕβριν, Βοιωτῶν δὲ ἀναστῆσαι τὰ τείχη, ταῦτʼ ἂν ἠξίωσεν ἐν τῷ ψηφίσματι· νῦν δὲ αὑτοῖς μὲν κατέλιπον τὴν εἰς τὸ ἀφανὲς ἀναφοράν,2 ἂν μὴ πείθωσιν, ἐν ἡμῖν δὲ ἀποκινδυνεύειν ᾠήθησαν δεῖν.
因为底比斯人的使节在场,拉刻代蒙人的使节已经到达,而我们前来时携带着人民的决议,其中写道‘使节们亦当尽力争取一切其他利益’;全体希腊人都在注视着未来的局势。因此,如果人民认为向腓力直言不讳地提出剥夺底比斯人的傲慢霸权并重建波奥提亚各邦的城墙对自身有利,他们本会在决议中提出这项要求;但事实上,他们为自己留下了推诿责任的退路,以防无法说服他,而认为应当由我们来承担风险。
δεῖ δὴ τοὺς πρὸς τὰ κοινὰ φιλοτιμουμένους μὴ κατέχειν μὲν ἑτέρων χώραν πρέσβεων, οὓς ἐξῆν πέμπειν ἀνθʼ ἡμῶν Ἀθηναίους, αὐτοὺς δὲ τὰς πρὸς Θηβαίους ἀπεχθείας φεύγειν, ὧν εἷς ὢν Ἐπαμεινώνδας, οὐχ ὑποπτήξας τὸ τῶν Ἀθηναίων ἀξίωμα, εἶπε διαρρήδην ἐν τῷ πλήθει τῶν Θηβαίων, ὡς δεῖ τὰ τῆς Ἀθηναίων ἀκροπόλεως προπύλαια μετενεγκεῖν εἰς τὴν προστασίαν τῆς Καδμείας.
因此,那些热心于城邦公务的人,绝不应当占据雅典人本可派来替代我们的其他使节的席位,自己却逃避招致底比斯人的仇恨——底比斯人之一的伊巴密浓达毫不畏惧雅典人的威望,曾在底比斯民众大会上公然扬言,必须将雅典卫城的山门移置到卡德摩斯卫城的前方。”
ταῦτα δʼ ἐμοῦ μεταξὺ λέγοντος, ἀναβοᾷ παμμέγεθες Δημοσθένης, ὡς ἴσασι πάντες οἱ συμπρέσβεις· καὶ γὰρ πρὸς τοῖς ἄλλοις κακοῖς βοιωτιάζει. ἦν δʼ οὖν παρʼ αὐτοῦ τοιαυτὶ τὰ λεγόμενα· ἅνθρωπος οὑτοσὶ ταραχῆς καὶ τόλμης ἐστὶ μεστός· ἐγὼ δὲ ὁμολογῶ μαλακὸς εἶναι καὶ τὰ δεινὰ πόρρωθεν δεδιέναι, ἀπαγορεύω μέντοι μὴ συνταράττειν ἡμᾶς πρὸς ἀλλήλας τὰς πόλεις,3 τὸ μὴ πολυπραγμονεῖν ἡμᾶς τοὺς πρέσβεις μηδέν, τοῦτʼ ἀγαθὸν ὑπολαμβάνων εἶναι.
正当我讲到这些话的当中,正如所有同僚使节所知,德摩斯梯尼扯开嗓门大喊大叫起来;因为除了其他恶德之外,他还偏袒波奥提亚人。无论如何,他当时所说的就是这样一类话: “这个人充满了骚乱与狂妄;而我承认自己怯懦,并在远处便对险境心生畏惧;然而我禁止我们在各城邦之间挑起混乱,我认为我们使节不搞任何多管闲事之举才是好事。
πορεύεται Φίλιππος εἰς Πύλας, ἐγὼ δὲ ἐγκαλύπτομαι. οὐδείς με τῶν ὅπλων ἕνεκα τῶν Φιλίππου κρινεῖ, ἀλλʼ ὧν ἂν εἴπω τι μὴ δέον, ἢ πράξω τι τῶν μὴ προστεταγμένων. πέρας δὲ τοῦ πράγματος,4 ἐψηφίσαντο οἱ συμπρέσβεις, κατʼ ἄνδρα ἐπερωτώμενοι ἕκαστον ἡμῶν ὅ τι νομίζοι συμφέρειν, τοῦτο λέγειν. ὅτι δʼ ἀληθῆ λέγω, κάλει μοι τοὺς συμπρέσβεις καὶ τὴν μαρτυρίαν αὐτῶν λέγε.
腓力正向皮莱进军,而我蒙上头。没有人会因为腓力的武力而审判我,而只会因我说了不当之言或做了未被指派之事而审判我。” 事情的结果是,同僚使节们在被逐人询问后,表决决定由我们每个人陈述自己认为有利的主张。为了证明我所言属实,请为我传唤同僚使节,并宣读他们的证词。
- 103κἂν εἰ τοὺς ὑπηρέτας ἔπεμψεν ἡ πόλις περιθεῖσα πίστιν αὐτοῖς, ἅπαντʼ ἂν πραχθῆναι νομίζω
κἂν εἰ 为 καὶ ἂν εἰ 的缩约形式,引导与过去事实相反的条件从句。主句中的 ἅπαντʼ ἂν πραχθῆναι 为带 ἄν 的不定位过去时不定词,受 νομίζω 支配,表示与事实相反的推论(相当于直陈式过去时+ἄν)。
- 104τὴν εἰς τὸ ἀφανὲς ἀναφοράν
该短语字面意为“诉诸于隐晦之处”。介词短语 εἰς τὸ ἀφανές 修饰名词 ἀναφοράν,意指在说服失败时为自己保留推卸责任、将事态掩盖于暧昧之中的退路。
- 106ἀπαγορεύω μέντοι μὴ συνταράττειν ἡμᾶς πρὸς ἀλλήλας τὰς πόλεις
表示禁止的动词 ἀπαγορεύω 后接带有赘词性否定词 μή 的不定词 συνταράττειν。这是希腊语在阻碍、否认、禁止类动词后的标准句式,义为“禁止我们在各城邦间挑起混乱”。
- 107πέρας δὲ τοῦ πράγματος
该名词短语作副词性格(副词性宾格)置于句首,为习惯用法,意为“事情的结局是”或“最终”。
