- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919 (1958 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg002.humanitext-grc2:9-16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃斯基涅斯揭露了狄摩西尼自相矛盾的指控手法——一面极尽贬低,一面又将他描绘成酿成城邦大祸的罪魁祸首——随后他通过按时间顺序梳理和平交涉的起因来澄清自身作为:优卑亚使团来访、弗律农与克忒西丰的出使、菲洛克拉底提案及狄摩西尼为其辩护,以及奥林托斯陷落与阿里斯托德谟斯出使等始末。
ὃν δʼ οὕτως ἀτιμάζει,1 πάλιν ἐκ μεταβολῆς, ὅπου ἂν τύχῃ, ὥσπερ Ἀλκιβιάδην ἢ Θεμιστοκλέα κρίνων, οἳ πλεῖστον τῶν Ἑλλήνων δόξῃ διήνεγκαν, ἀνῃρηκέναι μὲν αἰτιᾶται τὰς ἐν Φωκεῦσι πόλεις, ἀπηλλοτριωκέναι δʼ ὑμῶν τὸν ἐπὶ Θράκης τόπον, ἐκβεβληκέναι δὲ τῆς ἀρχῆς Κερσοβλέπτην, ἄνδρα φίλον καὶ σύμμαχον τῆς πόλεως.
然而,对于他如此贬低的人,他又在随便什么场合翻云覆雨,仿佛在审判阿尔基比亚德或地米斯托克利——那些在声望上冠绝全希腊的人——指控他毁灭了福基斯的诸城邦,使色雷斯沿岸的土地脱离了你们的控制,并将城邦的朋友兼盟友凯尔索布勒普忒斯逐出了王位。
ἐνεχείρησε δʼ ἀπεικάζειν με Διονυσίῳ τῷ Σικελίας τυράννῳ, καὶ μετὰ σπουδῆς καὶ κραυγῆς πολλῆς παρεκελεύσαθʼ ὑμῖν φυλάξασθαι, καὶ τὸ τῆς ἱερείας ἐνύπνιον τῆς ἐν Σικελίᾳ διηγήσατο. οὕτω δʼ ἄνω τὸ πρᾶγμα ἐξάρας, ἐφθόνησέ μου ταῖς διαβολαῖς,2 τὰς αἰτίας ἀνατιθεὶς τῶν πεπραγμένων οὐ τοῖς ἐμοῖς λόγοις, ἀλλὰ τοῖς ὅπλοις τοῖς Φιλίππου.
他甚至企图将我比作西西里的僭主狄奥尼修斯,并在极力鼓噪与高呼声中告诫你们严加防范,还讲述了西西里女祭司的梦境。他把事情夸大到如此离奇的地步,嫉妒对我的诬陷,将所发生之事的罪责不是归咎于我的言辞,而是归咎于菲力的武装部队。
πρὸς δὴ τοσαύτην τόλμαν καὶ τερατείαν ἀνθρώπου χαλεπὸν καὶ διαμνημονεῦσαι καθʼ ἕκαστα, καὶ λέγειν μετὰ κινδύνου πρὸς ἀπροσδοκήτους διαβολάς. ὅθεν δʼ ἡγοῦμαι σαφεστάτους τέ μοι τοὺς λόγους ἔσεσθαι καὶ γνωρίμους ὑμῖν καὶ δικαίους, ἐντεῦθεν ἄρξομαι, ἀπὸ τῶν περὶ τῆς εἰρήνης λόγων καὶ τῆς αἱρέσεως τῆς πρεσβείας· οὕτω γὰρ μάλιστα καὶ μεμνήσομαι, καὶ δυνήσομαι εἰπεῖν, καὶ ὑμεῖς μαθήσεσθε.
面对此人这等胆大包天与荒诞捏造,要想逐一回忆实属不易,要在面临性命之危的时刻针对突如其来的诽谤进行辩白更是难上加难。然而,我将从我认为对自己而言最为明晰、对你们而言最为熟悉且公正的起点讲起,即从关于和平的讨论以及使团的选派说起;因为唯有这样,我自己才能记得最清、说得最明,而你们也能明了真相。
ἅπαντας γὰρ ὑμᾶς οἶμαι τοῦτό γε αὐτοὺς μνημονεύειν, ὅθʼ οἱ πρέσβεις οἱ τῶν Εὐβοέων, ἐπειδὴ περὶ τῆς πρὸς αὑτοὺς εἰρήνης τῷ δήμῳ διελέχθησαν, εἶπον, ὅτι καὶ Φίλιππος αὐτοὺς κελεύσειεν ὑμῖν ἀπαγγεῖλαι ὅτι βούλεται διαλύσασθαι πρὸς ὑμᾶς καὶ εἰρήνην ἄγειν. οὐ πολλῷ δʼ ὕστερον χρόνῳ Φρύνων ὁ Ῥαμνούσιος ἑάλω ὑπὸ λῃστῶν ἐν ταῖς σπονδαῖς ταῖς Ὀλυμπιακαῖς, ὡς αὐτὸς ᾐτιᾶτο· ἐπειδὴ δʼ ἐπανῆλθε δεῦρο λυτρωθείς, ἐδεῖτο ὑμῶν πρεσβευτὴν αὑτῷ πρὸς Φίλιππον ἑλέσθαι, ἵνα, εἴ πως δύναιτο, ἀπολάβοι τὰ λύτρα. πεισθέντες δʼ ὑμεῖς εἵλεσθʼ αὐτῷ Κτησιφῶντα πρεσβευτήν.
因为我想你们大家都亲自记得这一点:当时优卑亚人的使节在与民众商讨了彼此之间的和约之后,向你们报告说,菲力也曾吩咐他们向你们转达,他希望与你们和解并保持和平。此后不久,拉姆努斯区的弗律农在奥林匹亚休战期被海盗俘虏,正如他自己所声称的那样;当他被赎回并返回这里后,他恳求你们为他选派一名使节前往菲力处,以便在他力所能及的情况下收回赎金。你们被说服了,便选派了克忒西丰作为他的使节。
ἐπειδὴ δὲ ἐπανῆκε δεῦρʼ ἀπὸ τῆς πρεσβείας ὁ Κτησιφῶν, ἀπήγγειλε πρὸς ὑμᾶς ὑπὲρ ὧν ἐπέμφθη, καὶ πρὸς τούτοις, ὅτι φαίη Φίλιππος ἄκων μὲν πολεμῆσαι πρὸς ὑμᾶς, βούλεσθαι δὲ καὶ νῦν ἀπαλλαγῆναι τοῦ πολέμου. εἰπόντος δὲ ταῦτα τοῦ Κτησιφῶντος, καὶ πολλήν τινα ἐξαγγείλαντος πρὸς τούτοις φιλανθρωπίαν, καὶ τοῦ δήμου σφόδρα ἀποδεξαμένου καὶ τὸν Κτησιφῶντα ἐπαινέσαντος, ἀντειπόντος δʼ οὐδενός, ἐνταῦθα ἤδη δίδωσι ψήφισμα Φιλοκράτης ὁ Ἁγνούσιος, καὶ ὁ δῆμος ἅπας ὁμογνωμονῶν ἐχειροτόνησεν, ἐξεῖναι Φιλίππῳ δεῦρο κήρυκα καὶ πρέσβεις πέμπειν ὑπὲρ εἰρήνης. πρότερον μὲν γὰρ καὶ αὐτὸ τοῦτʼ ἐκωλύετο ὑπό τινων, οἷς ἦν τοῦτʼ ἐπιμελές, ὡς αὐτὸ τὸ πρᾶγμα ἔδειξεν.
当克忒西丰出使归来后,他向你们汇报了他受托的各项事宜,此外还说明菲力宣称自己是对你们被迫开战,如今渴望结束战争。在克忒西丰说明了这些情况,并转达了极大善意之后,民众热烈接纳并赞扬了克忒西丰,且无一人提出异议;就在此时,哈格努斯区的菲洛克拉底提出了一项法令草案,而全体民众一致投票通过,准许菲力为和平事宜向这里派遣传令官和使节。因为在此之前,甚至连这件事也受到某些别有用心之人的阻挠,正如事情本身所表明的那样。
γράφονται γὰρ οὗτοι παρανόμων τὸ ψήφισμα, Λυκῖνον ἐπὶ τὴν γραφὴν ἐπιγραψάμενοι,3 καὶ τίμημα ἑκατὸν τάλαντα. καὶ μετὰ ταῦτʼ εἰσῄει ἡ γραφὴ εἰς τὸ δικαστήριον, ἀρρώστως δʼ ἔχων ὁ Φιλοκράτης ἐκάλεσεν αὑτῷ συνήγορον Δημοσθένην, ἀλλʼ οὐκ ἐμέ. παρελθὼν δʼ ὁ μισοφίλιππος Δημοσθένης, κατέτριψε τὴν ἡμέραν ἀπολογούμενος· καὶ τὸ τελευταῖον ἀποφεύγει φεύγει Φιλοκράτης,4 ὁ δὲ γραψάμενος τὸ πέμπτον μέρος τῶν ψήφων οὐ μεταλαμβάνει. καὶ ταῦθʼ ὑμεῖς ἅπαντες ἴστε.
因为这些人指控该法案违法,在控告书上签上了吕基诺斯的名字,并提出了高达一百塔兰同的罚金。随后这起诉讼进入法庭审理,菲洛克拉底因身体抱恙,便请了狄摩西尼——而非我——作为他的辩护人。那位自命痛恨菲力的狄摩西尼登台出庭,耗费整天时间为他辩护;最终菲洛克拉底宣告无罪,而原告甚至未能获得五分之一的票数。这些事情你们所有人都是清楚的。
ὑπὸ δὲ τοὺς αὐτοὺς καιροὺς Ὄλυνθος ἑάλω, καὶ πολλοὶ τῶν ἡμετέρων ἐγκατελήφθησαν πολιτῶν, ὧν ἦν Ἰατροκλῆς ὁ Ἐργοχάρους ἀδελφὸς καὶ Εὐήρατος ὁ Στρομβίχου υἱός. ὑπὲρ δὴ τούτων ἱκετηρίαν θέντες οἱ οἰκεῖοι ἐδέοντο ὑμῶν ἐπιμέλειαν ποιήσασθαι. παρελθόντες δʼ αὐτοῖς συνηγόρουν Φιλοκράτης καὶ Δημοσθένης, ἀλλʼ οὐκ Αἰσχίνης. καὶ πέμπουσι πρεσβευτὴν Ἀριστόδημον τὸν ὑποκριτὴν πρὸς Φίλιππον, διὰ τὴν γνῶσιν καὶ φιλανθρωπίαν τῆς τέχνης.
大约在同一时期,奥林托斯陷落,我们的许多公民被困城中沦为俘虏,其中包括厄尔戈哈瑞斯的兄弟亚特罗克勒斯以及斯特隆比霍斯之子尤埃拉托斯。他们的亲属为此手持祈愿树枝,恳求你们出面关照。当时出面为他们辩护并奔走的是菲洛克拉底和狄摩西尼,而不是埃斯基涅斯。民众随后派遣演员阿里斯托德谟斯出使菲力处,这是因其人脉广泛以及其职业所享有的亲和力。
ὡς δʼ ἐπανήκων ἀπὸ τῆς πρεσβείας ὁ Ἀριστόδημος διά τινας ἀσχολίας οὐ προσῄει πρὸς τὴν βουλήν, ἀλλʼ ἔφθασεν αὐτὸν Ἰατροκλῆς ἐλθὼν ἐκ Μακεδονίας ἀφεθεὶς ὑπὸ Φιλίππου ἄνευ λύτρων, ἐνταῦθʼ ἠγανάκτουν πολλοί, ὅτι τὴν πρεσβείαν οὐκ ἀπήγγειλεν ὁ Ἀριστόδημος, τοὺς αὐτοὺς λόγους ἀκούοντες τοῦ Ἰατροκλέους περὶ τοῦ Φιλίππου.
然而,当阿里斯托德谟斯出使归来后因某些私事未前往议事会报告,而亚特罗克勒斯被菲力免赎金释放从马其顿返回并抢在他之前到达时,许多人便大为愤慨,因为阿里斯托德谟斯未曾汇报出使成果,而他们从亚特罗克勒斯口中听到了关于菲力的同样陈述。
- 9ὃν δʼ οὕτως ἀτιμάζει
关系代词 ὃν 在前置关系从句(ὃν … ἀτιμάζει)中作 ἀτιμάζει 的直接宾语;其省略的先行词(τοῦτον)充当主句动词 αἰτιᾶται 的宾语以及下属不定式(ἀνῃρηκέναι、ἀπηλλοτριωκέναι、ἐκβεβληκέναι)的宾格主语(逻辑主语),指代埃斯基涅斯本人。
- 10ἐφθόνησέ μου ταῖς διαβολαῖς
在 ἐφθόνησέ μου ταῖς διαβολαῖς 结构中,动词 φθονέω(“嫉妒、吝惜”)支配与格宾语 ταῖς διαβολαῖς,前置附着属格 μου 依附于名词 διαβολαῖς 作宾格性属格(“对我的诬陷”)。此为反讽表达,指狄摩西尼将埃斯基涅斯夸大得权势熏天后,又嫉妒这些诬陷赋予埃斯基涅斯的巨大声威,转而将事态归因于菲力的武力。
- 14γράφονται γὰρ οὗτοι παρανόμων τὸ ψήφισμα, Λυκῖνον ἐπὶ τὴν γραφὴν ἐπιγραψάμενοι
在 γράφονται παρανόμων τὸ ψήφισμα 中,罪名属格(παρανόμων)与诉讼对象的宾格(τὸ ψήφισμα)搭配,构成典型的违法法令诉讼(γραφή παρανόμων)句式。分词 ἐπιγραψάμενοι 为间接中动相,表示出于自身意图“让吕基诺斯的名字署在起诉书上”充当名义起诉人。
- 14ἀποφεύγει φεύγει Φιλοκράτης
原文的 ἀποφεύγει φεύγει 属于抄写中的重字错误(dittography),其正确理解应为表示法庭术语的复合动词 ἀποφεύγει(“宣告无罪、胜诉”),主语为菲洛克拉底。
