← 埃斯基涅斯

论使职不称职

§17-23

狄摩西尼参与组建使团与途中的言行

埃斯基涅斯列举法令与证词证明狄摩西尼在接获阿里斯托德谟斯汇报后曾极力协助菲洛克拉底组建使团,并进一步揭发了狄摩西尼在前往马其顿途中所夸下的海口及其对同僚使节的恶意构陷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17

τελευταῖον δʼ εἰσελθὼν Δημοκράτης ὁ Ἀφιδναῖος ἔπεισε τὴν βουλὴν ἀνακαλέσασθαι τὸν Ἀριστόδημον· εἷς δὲ τῶν βουλευτῶν ἦν Δημοσθένης ὁ ἐμὸς κατήγορος. παρελθὼν δʼ ὁ Ἀριστόδημος πολλήν τινα εὔνοιαν ἀπήγγειλε τοῦ Φιλίππου πρὸς τὴν πόλιν, καὶ προσέθηκεν ὅτι καὶ σύμμαχος βούλοιτο τῇ πόλει γενέσθαι. καὶ ταῦτʼ οὐκ ἐν τῇ βουλῇ μόνον εἶπεν, ἀλλὰ καὶ ἐν τῷ δήμῳ. κἀνταῦθʼ οὐδὲν ἀντεῖπε Δημοσθένης, ἀλλὰ καὶ στεφανῶσαι τὸν Ἀριστόδημον ἔγραψε.

最终,阿菲德纳区的德谟克拉忒斯出面说服议事会召回阿里斯托德谟斯;而议事会议员之一正是我的控告者狄摩西尼。阿里斯托德谟斯登台后,向大家汇报了菲力对城邦抱有的深厚善意,并补充说菲力还渴望成为城邦的盟友。而且他不仅在议事会中如此陈述,在公民大会上也同样宣讲。在那时,狄摩西尼没有提出丝毫反对,反而动议起草法案授予阿里斯托德谟斯冠冕。

§18

ῥηθέντων δὲ τούτων, ψήφισμα ἔγραψεν ὁ Φιλοκράτης ἑλέσθαι πρέσβεις πρὸς Φίλιππον ἄνδρας δέκα, οἵτινες διαλέξονται Φιλίππῳ περὶ εἰρήνης καὶ τῶν κοινῇ συμφερόντων Ἀθηναίοις καὶ Φιλίππῳ. χειροτονουμένων δὲ τῶν δέκα πρέσβεων, ἐγὼ μὲν προεβλήθην ὑπὸ Ναυσικλέους, Δημοσθένης δʼ ὑπʼ αὐτοῦ Φιλοκράτους, ὁ νυνὶ Φιλοκράτους κατηγορῶν.

在发表了这些言论之后,菲洛克拉底起草了一项法令,提议选出十名出使菲力的使节,由他们就和平问题以及雅典人与菲力双方的共同利益与菲力进行商讨。在通过举手表决选举这十名使节时,我由瑙西克勒斯提名,而狄摩西尼——正是如今控告菲洛克拉底的那个人——却是由菲洛克拉底本人提名的。

§19

οὕτω δʼ ἦν πρόθυμος εἰς τὰ πράγματα, ὥστε ἐν τῇ βουλῇ γράφει, ἵνα ἀζήμιος ὢν ἡμῖν ὁ Ἀριστόδημος συμπρεσβεύῃ, ἑλέσθαι πρέσβεις ἐπὶ τὰς πόλεις ἐν αἷς ἔδει τὸν Ἀριστόδημον ἀγωνίζεσθαι, οἵτινες ὑπὲρ αὐτοῦ παραιτήσονται τὰς ζημίας. καὶ ὅτι ταῦτʼ ἐστὶν ἀληθῆ, λαβέ μοι τὰ ψηφίσματα, καὶ τὴν ἐκμαρτυρίαν ἀνάγνωθι τὴν Ἀριστοδήμου, καὶ κάλει πρὸς οὓς ἐξεμαρτύρησεν, ἵνʼ εἰδῶσιν οἱ δικασταί, τίς ὁ Φιλοκράτους ἑταῖρος, καὶ τίς ὁ τὰς δωρεὰς Ἀριστοδήμῳ φάσκων πείσειν δοῦναι τὸν δῆμον.

他对此事是如此热心,以至于在议事会中动议提案:为了使阿里斯托德谟斯与我们一同出使而不受损失,选派使节前往阿里斯托德谟斯原定演出的各个城邦,代表他请求免除违约金。为了证明这些话完全属实,请书记为我取来这些法令,朗读阿里斯托德谟斯的证词,并传唤他当面作证的证人们,好让审判官们知晓,究竟谁才是菲洛克拉底的同党,究竟是谁口口声声说要说服民众赏赐阿里斯托德谟斯的。

§20

Ψηφίσματα. Ἐκμαρτυρία ἡ μὲν τοίνυν ἐξ ἀρχῆς ἔνστασις τῶν ὅλων πραγμάτων ἐγένετο οὐ διʼ ἐμοῦ, ἀλλὰ διὰ Δημοσθένους καὶ Φιλοκράτους· ἐν δὲ τῇ πρεσβείᾳ συσσιτεῖν ἡμῖν ἐσπούδασεν, οὐκ ἐμὲ πείσας, ἀλλὰ τοὺς μετʼ ἐμοῦ, Ἀγλαοκρέοντα τὸν Τενέδιον, ὃν ἐκ τῶν συμμάχων εἵλεσθε, καὶ Ἰατροκλέα. ἐν δὲ τῇ πορείᾳ παρακελεύεσθαί με φησὶν αὑτῷ, ὅπως τὸ θηρίον κοινῇ φυλάξομεν, τὸν Φιλοκράτην, πρᾶγμα λέγων πεπλασμένον. πῶς γὰρ ἂν ἐγὼ Δημοσθένην ἐπὶ Φιλοκράτην παρεκάλουν,1 ὃν ᾔδειν συνειπόντα μὲν Φιλοκράτει, ὅτʼ ἦν ἡ τῶν παρανόμων γραφή, προβληθέντα δʼ εἰς τὴν πρεσβείαν ὑπὸ Φιλοκράτους;

法令。证词。 由此可见,整个事态最初的缘起绝非因我而起,而是由于狄摩西尼和菲洛克拉底。而且在出使期间,他极力争取与我们同桌共餐,他不是说服了我,而是说服了我的同伴——你们从盟邦中选出的忒涅多斯人阿格劳克瑞翁和亚特罗克勒斯。在路途中,他声称我曾催促他一同警惕菲洛克拉底这个“恶兽”——这纯属他捏造的说辞。因为我既然知道他在违法提案诉讼中曾为菲洛克拉底辩护,又是被菲洛克拉底提名加入使团的,我又怎会去联络狄摩西尼来对付菲洛克拉底呢?

§21

πρὸς δὲ τούτοις οὐκ ἐν τοιούτοις ἦμεν λόγοις, ἀλλʼ ὅλην τὴν πορείαν ἠναγκαζόμεθα Δημοσθένην ὑπομένειν ἀφόρητον καὶ βαρὺν ἄνθρωπον· ὃς διασκοπούντων ἡμῶν ὅ τι χρὴ λέγειν, καὶ Κίμωνος εἰπόντος ὅτι φοβοῖτο μὴ δικαιολογούμενος περιγένοιτο ἡμῶν ὁ Φίλιππος, πηγὰς δὴ λόγων ἐπηγγέλλετο, καὶ περὶ τῶν δικαίων τῶν ὑπὲρ Ἀμφιπόλεως καὶ τῆς ἀρχῆς τοῦ πολέμου τοιαῦτα ἐρεῖν ἔφη, ὥστε ἀπορράψειν τὸ Φιλίππου στόμα ὁλοσχοίνῳ ἀβρόχῳ καὶ πείσειν2 Ἀθηναίους μὲν καταδέξασθαι Λεωσθένην, Φίλιππον δʼ Ἀθηναίοις Ἀμφίπολιν ἀποδοῦναι.

不仅如此,我们根本没有谈论这类话题,反而在整个行程中,我们不得不忍受狄摩西尼这个令人无法忍耐且面目可憎之人。当我们探讨该说些什么,而基蒙表示担忧菲力可能会凭借其正当论据辩赢我们时,他竟吹嘘自己的辞藻如泉水奔涌,声称自己在安菲波利斯的权益和战争起因方面将说出这样一番话,足以用未浸润的生灯芯草缝住菲力的嘴,并能说服雅典人接纳莱奥斯忒涅斯归国,同时说服菲力将安菲波利斯归还雅典人。

§22

ἵνα δὲ μὴ μακρολογῶ τὴν τούτου διεξιὼν ὑπερηφανίαν, ὡς τάχιστα ἥκομεν εἰς Μακεδονίαν, συνετάξαμεν πρὸς ἡμᾶς αὐτούς, ὅταν προσίωμεν Φιλίππῳ, τὸν πρεσβύτατον πρῶτον λέγειν καὶ τοὺς λοιποὺς καθʼ ἡλικίαν· ἐτύγχανε δʼ ἡμῶν νεώτατος ὤν, ὡς ἔφη, Δημοσθένης. ἐπειδὴ δὲ εἰσεκλήθημεν,—καὶ τούτοις ἤδη μοι σφόδρα προσέχετε τὸν νοῦν· ἐντεῦθεν γὰρ κατόψεσθε τἀνθρώπου φθόνον ὑπερβάλλοντα καὶ δεινὴν δειλίαν ἅμα καὶ κακοήθειαν, καὶ τοιαύτας ἐπιβουλὰς κατʼ ἀνδρῶν συσσίτων καὶ συμπρέσβεων, ἃς οὐδʼ ἂν κατὰ τῶν ἐχθίστων τις εἰκῇ ποιήσαιτο. τοὺς γὰρ τῆς πόλεως ἅλας καὶ τὴν δημοσίαν τράπεζαν περὶ πλείστου δή φησι ποιεῖσθαι, οὐκ ὢν ἐπιχώριος, εἰρήσεται γάρ, οὐδʼ ἐγγενής.

为了不因赘述此人的傲慢而喋喋不休:我们一抵达马其顿,便在彼此间约定,当我们拜见菲力时,长者先发言,其余人按年龄顺次发言;而据狄摩西尼本人所言,他恰是我们之中最年轻的一位。当我们被传召入内时——现在请大家务必全神贯注于此;因为从这里你们将看清此人无以复加的嫉妒心,以及他那惊人的怯懦和阴毒,还有他对同桌共餐的使团同僚所设下的阴谋诡计,这种阴谋即便对最切齿的仇敌也绝不会轻易施加。因为他口口声声声称自己最看重城邦的盐和公共餐桌,然而——恕我直言——他既不是本邦之人,亦非土生土长的公民。

§23

ἡμεῖς δέ, οἷς ἱερὰ καὶ τάφοι προγόνων ὑπάρχουσιν ἐν τῇ πατρίδι, καὶ διατριβαὶ καὶ συνήθειαι μεθʼ ὑμῶν ἐλευθέριοι, καὶ γάμοι κατὰ τοὺς νόμους καὶ κηδεσταὶ καὶ τέκνα, Ἀθήνησι μὲν ἦμεν ἄξιοι τῆς ὑμετέρας πίστεως, οὐ γὰρ ἄν ποτε ἡμᾶς εἵλεσθε,3 ἐλθόντες δʼ εἰς Μακεδονίαν ἐξαίφνης ἐγενόμεθα προδόται. ὁ δὲ οὐδὲν ἄπρατον ἔχων μέρος τοῦ σώματος, ὡς ὢν Ἀριστείδης, ὁ δίκαιος ἐπικαλούμενος, δυσχεραίνει καὶ καταπτύει δωροδοκίας.

至于我们这些人,在祖国拥有先祖的圣所与墓穴,与诸君享有自由公民的交往与情谊,有合法的婚姻、姻亲与子嗣,在雅典时本配得上诸君的信任——否则诸君绝不会选派我们——可一到了马其顿,却突然成了叛徒!而这个浑身上下无一处未曾出卖过的家伙,倒仿佛真成了被称为“公正者”的阿里斯泰德一般,对受贿之行深恶痛绝且嗤之以鼻。

语法注3 条
  1. 20πῶς γὰρ ἂν ἐγὼ Δημοσθένην ἐπὶ Φιλοκράτην παρεκάλουν

    助词 ἄν 搭配未完成过去时直陈式 παρεκάλουν,构成针对过去情况的非真实条件反问句(“我怎可能会去呼吁狄摩西尼……?”)。此反问实际上表达了强烈的否定,后续关系从句 ὃν ᾔδειν ...(我明知他曾为菲洛克拉底辩护)构成了这一否定判断的根本依据。

  2. 21ὥστε ἀπορράψειν τὸ Φιλίππου στόμα ὁλοσχοίνῳ ἀβρόχῳ καὶ πείσειν

    表示结果的连词 ὥστε 后接将来时不定式 ἀπορράψειν 和 πείσειν。一般情况下,ὥστε 接不定式通常使用现在时或不定过去时,此处使用将来时不定式是受到主句引述动词 ἔφη 的间接引语影响,生动呈现了狄摩西尼口中自夸必将达成的结果与断言。

  3. 23οὐ γὰρ ἄν ποτε ἡμᾶς εἵλεσθε

    小词 ἄν 与直陈式不定过去时 εἵλεσθε 连用,构成过去相反事实条件句的主句(归结分句:“否则你们绝不会选派我们”)。其省略的假设从句(“如果我们不配受你们信任的话”)可直接从上文所阐述的信任事实中推导出来。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg002.humanitext-grc2:17-23