- 底本
- The Speeches of Aeschines. Adams, Charles Darwin, editor. London: William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons, 1919 (1958 printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0026.tlg002.humanitext-grc2:1-8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃斯基涅斯呼吁陪审员公正审判,驳斥了狄摩西尼提出的侮辱奥林托斯妇人以及与菲洛克拉底逃亡案相提并论的诽谤,并声明若无法自证清白甘受死刑。
δέομαι ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐθελῆσαί μου μετʼ εὐνοίας ἀκοῦσαι λέγοντος, ὑπολογιζομένους1 τό τε μέγεθος τοῦ κινδύνου καὶ τὸ πλῆθος τῶν αἰτιῶν πρὸς ἃς ἀπολογήσασθαί με δεῖ, καὶ τὰς τέχνας καὶ τὰς κατασκευὰς τοῦ κατηγόρου καὶ τὴν ὠμότητα, ὃς ἐτόλμησε παρακελεύσασθαι πρὸς ἄνδρας ὀμωμοκότας τῶν ἀντιδίκων ὁμοίως ἀμφοτέρων ἀκούσεσθαι τοῦ κινδυνεύοντος φωνὴν μὴ ὑπομένειν.
雅典的男人们,我恳求你们怀着善意倾听我的陈述,同时考虑到危险的重大、我必须为之辩护的指控的繁多,以及控告者的手段、圈套和残忍——他竟敢怂恿那些曾宣誓要同样倾听诉讼双方的人,去拒绝容忍处于危险中的被告的声音。
καὶ ταῦτʼ εἶπεν οὐ διʼ ὀργήν· οὐδεὶς γὰρ τῶν ψευδομένων τοῖς ἀδίκως διαβαλλομένοις ὀργίζεται, οὐδʼ οἱ τἀληθῆ λέγοντες κωλύουσι λόγου τυχεῖν τὸν φεύγοντα· οὐ γὰρ πρότερον ἡ κατηγορία παρὰ τοῖς ἀκούουσιν ἰσχύει, πρὶν ἂν ὁ φεύγων ἀπολογίας τυχὼν ἀδυνατήσῃ τὰς προειρημένας αἰτίας ἀπολύσασθαι.
他说这番话并非出于愤怒;因为说谎之人绝不会对被诬告者产生真正的愤怒,说真话之人也不会阻碍被告获得发言的机会;因为在听众面前,控告绝不会产生效力,除非被告在获得辩护机会后,却无力洗清上述的指控。
ἀλλʼ οἶμαι Δημοσθένης οὐ χαίρει δικαίοις λόγοις, οὐδʼ οὕτω παρεσκεύασται, ἀλλὰ τὴν ὑμετέραν ὀργὴν ἐκκαλέσασθαι βεβούληται. καὶ κατηγόρηκε δωροδοκίας, ἀπίθανος ὢν πρὸς τὴν ὑποψίαν ταύτην· τὸν γὰρ ἐπὶ ταῖς δωροδοκίαις προτρεπόμενον ὀργίζεσθαι, αὐτὸν χρὴ τῶν τοιούτων ἔργων ἀπέχεσθαι.
然而我认为,狄摩西尼并不喜爱正义的言论,他也未曾作过这样的准备,而是意图煽动你们的怒火。他指控我收受贿赂,但在这种嫌疑面前他自己却毫无说服力;因为那个怂恿他人对受贿发怒的人,自己理当远离此类行径。
ἐμοὶ δέ, ἄνδρες Ἀθηναῖοι, συμβέβηκε τῆς Δημοσθένους ἀκούοντι κατηγορίας μήτε δεῖσαι πώποθʼ οὕτως ὡς ἐν τῇδε τῇ ἡμέρᾳ, μήτʼ ἀγανακτῆσαι μᾶλλον ἢ νῦν, μήτʼ εἰς ὑπερβολὴν ὁμοίως ἡσθῆναι. ἐφοβήθην μὲν γάρ, καὶ ἔτι καὶ νῦν τεθορύβημαι, μή τινες ὑμῶν ἀγνοήσωσί με ψυχαγωγηθέντες τοῖς ἐπιβεβουλευμένοις καὶ κακοήθεσι τούτοις ἀντιθέτοις· ἐξέστην δʼ ἐμαυτοῦ καὶ τὴν αἰτίαν βαρέως ἤνεγκα, ὅθʼ ὕβριν καὶ παροινίαν εἰς γυναῖκα ἐλευθέραν καὶ τὸ γένος Ὀλυνθίαν κατηγόρει· ἥσθην δέ, ὅτʼ αὐτὸν ἐπὶ τῆς αἰτίας ὄντα ταύτης ἐξεβάλλετε, καὶ τῶν σεσωφρονημένων ἐν τῷ βίῳ μοι χάριν ἀπειληφέναι νομίζω.
雅典的男人们,在倾听狄摩西尼的控告时,我经历了一生中从未像今天这般恐惧,从未像此刻这般愤慨,也从未感到过如此巨大的喜悦。我感到恐惧,而且至今仍在忐忑,是担心你们中有人会被这些精心策划、满怀恶意的对偶修辞所迷惑而误解我;当他指控我对一位出身奥林托斯的自由妇人施加暴行并酒后失德时,我气得失去理智,觉得这指控难以忍受;然而,当他在提出这一指控时被你们喝倒彩轰下台,我又感到喜悦,并认为我这一生所谨守的克制得到了应有的回报。
ὑμᾶς μὲν οὖν ἐπαινῶ καὶ διαφερόντως ἀγαπῶ, ὅτι τῷ βίῳ μᾶλλον τῷ τῶν κρινομένων πιστεύετε, ἢ ταῖς παρὰ τῶν ἐχθρῶν αἰτίαις· αὐτὸς δʼ οὐκ ἂν ἀποσταίην τῆς πρὸς ταῦτʼ ἀπολογίας. εἰ γάρ τις ἢ τῶν ἔξωθεν περιεστηκότων πέπεισται, σχεδὸν δʼ οἱ πλεῖστοι τῶν πολιτῶν πάρεισιν, ἢ τῶν δικαζόντων ὑμῶν, ὡς ἐγὼ τοιοῦτόν τι διαπέπραγμαι, μὴ μόνον εἰς ἐλεύθερον σῶμα, ἀλλὰ καὶ εἰς τὸ τυχόν, ἀβίωτον εἶναί μοι τὸν λοιπὸν βίον νομίζω· κἂν μὴ προϊούσης τῆς ἀπολογίας ἐξελέγξω καὶ τὴν αἰτίαν οὖσαν ψευδῆ, καὶ τὸν τολμήσαντʼ εἰπεῖν ἀνόσιον καὶ συκοφάντην, κἂν τἆλλα πάντα μηδὲν ἀδικῶν φαίνωμαι, θανάτου τιμῶμαι.2
因此,我赞赏你们,并格外敬爱你们,因为你们更信任受审者一生的品行,而非仇敌的指控;但我自己绝不会放弃对此事的辩解。因为如果围观的听众中——几乎多数公民都在场——抑或是裁决此案的你们当中,有人确信我曾干过此种勾当,不仅是对自由人,哪怕是对任何一个普通人,我都认为自己余下的生命不值得再活下去;如果随着辩护的展开,我未能证明这指控是捏造的、未能证明胆敢说出此话的人是个大逆不道的诬告者,即便在其他一切事上我都表现得毫无过错,我也甘愿为自己定下死罪。
παράδοξος δέ μοι κἀκεῖνος ὁ λόγος ἐφάνη καὶ δεινῶς ἄδικος, ὅθʼ ὑμᾶς ἐπηρώτα, εἰ οἷόν τʼ ἐστὶν ἐν τῇ αὐτῇ πόλει Φιλοκράτους μὲν θάνατον καταψηφίσασθαι, ὅτι καταγνοὺς ἑαυτοῦ ἀδικεῖν τὴν κρίσιν οὐχ ὑπέμεινεν, ἐμοῦ δʼ ἀπογνῶναι. ἐγὼ δʼ ἐπʼ αὐτῷ τούτῳ δικαίως ἂν ὑπολαμβάνω μάλιστα σῴζεσθαι· εἰ γὰρ ὁ καταγνοὺς ἑαυτοῦ καὶ μὴ παρὼν ἀδικεῖ, ὅ γε ἀπογνοὺς3 καὶ τὸ σῶμα τοῖς νόμοις καὶ τοῖς πολίταις παραδοὺς οὐκ ἀδικεῖ.
另外,当他质问你们,在同一个城邦中,是否可能一方面对承认自己有罪因而不肯等待受审的菲洛克拉底判处死刑,另一方面却将我宣告无罪,这种论调在我看来也是匪夷所思且极不公正的。但我认为,恰恰凭着这一点,我才理当获得拯救;因为,如果那个判定自己有罪而不出庭的人是有罪的,那么这个坚信自己无罪、将身体交付给法律和公民们的人,就绝没有犯罪。
περὶ δὲ τῆς ἄλλης κατηγορίας δέομαι ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐάν τι παραλίπω καὶ μὴ μνησθῶ, ἐπερωτᾶν με καὶ δηλοῦν ὅ τι ἂν ποθῆτε ἀκοῦσαι, μηδὲν προκατεγνωκότας, ἀλλʼ ἴσῃ τῇ εὐνοίᾳ ἀκούοντας. ἀπορῶ δʼ ὁπόθεν χρὴ πρῶτον ἄρξασθαι, διὰ τὴν ἀνωμαλίαν τῆς κατηγορίας. σκέψασθε δʼ ἂν ὑμῖν εἰκός τι πρᾶγμα δόξω πάσχειν.
至于其他的指控,雅典的男人们,我恳求你们,如果我遗漏了什么而未曾提及,请向我提问,并说明你们想听什么,切勿预先定罪,而是怀着同等的善意去倾听。然而,面对如此杂乱无章的控告,我不知该从何处着手。请审视一下,你们是否会觉得我正经历着某种合乎情理的事。
εἰμὶ μὲν γὰρ ὁ κινδυνεύων ἐγὼ νυνὶ περὶ τοῦ σώματος, τῆς δὲ κατηγορίας τὴν πλείστην πεποίηται Φιλοκράτους καὶ Φρύνωνος καὶ τῶν ἄλλων συμπρέσβεων, καὶ Φιλίππου καὶ τῆς εἰρήνης καὶ τῶν Εὐβούλου πολιτευμάτων, ἐν ἅπασι δὲ τούτοις ἐγὼ τέταγμαι. μόνος δʼ ἐν τῷ λόγῳ φαίνεται κηδεμὼν τῆς πόλεως Δημοσθένης, οἱ δʼ ἄλλοι προδόται· διατετέλεκε γὰρ εἰς ἡμᾶς ὑβρίζων, καὶ λοιδορίας ψευδεῖς οὐκ ἐμοὶ μόνον λοιδορούμενος, ἀλλὰ καὶ τοῖς ἄλλοις.
因为如今面临性命之危的是我本人,但控告的大部分内容却是针对菲洛克拉底、弗律农、其余同行的使节,以及腓力、和约和优布洛斯的政绩,而我却被牵扯进这一切之中。在他的演说中,似乎唯独狄摩西尼是城邦的守护者,其余所有人都是叛徒;因为他始终对我们百般侮辱,不仅对我,而且对其他人也肆意进行虚假的谩骂。
- 1ὑπολογιζομένους
分词采用阳性宾格复数形式,在逻辑上与不定式 ἀκοῦσαι 的逻辑主语一致(即按意义配合 ad sensum,呼应前面的 ὑμῶν)。它没有受 ὑμῶν 牵引变为属格,而是遵循了不定式小句主语通常采宾格的语法规则。
- 5θανάτου τιμῶμαι
雅典司法程序中的专门用语(中动相 τιμῶμαι 搭配表示惩罚的属格 θανάτου)。指诉讼当事人在法庭上提议或评估对自己量刑的表达;此处表示埃斯基涅斯“自愿建议处以死刑/甘受死刑”。
- 6ἀπογνοὺς
与前面的 καταγνοὺς ἑαυτοῦ(“判定自己有罪者/认罪者”)形成鲜明对比。καταγιγνώσκω 表示“判处有罪”,而 ἀπογιγνώσκω 则表示“宣告无罪/否定罪责”;在此处指坚信自己无罪、因而未曾逃跑并将自己交予法庭审判的人。
