← 埃斯基涅斯

论使职不称职

§78-83

家族功绩与使节职责的申辩

埃斯基涅斯列举家族先辈的爱国战功反驳德摩斯梯尼的诋毁,阐明当年力主媾和的合理依据与衡量使节职责的原则,并开始据实陈述涉及克尔索布勒普忒斯的前后经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§78

ἀτρόμητος γὰρ ὁ πατὴρ ὁ ἡμέτερος, ὃν σὺ λοιδορεῖς οὔτʼ εἰδὼς οὔτʼ ἐπιδὼν τῆς ἑαυτοῦ ἡλικίας ὅστις ἦν, καὶ ταῦτα, ὦ Δημόσθενες, ἐκ τῶν νομάδων Σκυθῶν τὸ πρὸς μητρὸς ὢν γένος,1 ἔφυγε μὲν ἐπὶ τῶν τριάκοντα, συγκατήγαγε δὲ τὸν δῆμον· καὶ ὁ τῆς μητρὸς τῆς ἡμετέρας ἀδελφός, θεῖος δὲ ἡμέτερος, Κλεόβουλος ὁ Γλαύκου τοῦ Ἀχαρνέως υἱός, μετὰ Δημαινέτου τοῦ Βουζύγου συγκατεναυμάχησε Χείλωνα τὸν Λακεδαιμονίων ναύαρχον· ὥστε οἰκεῖά μοι καὶ συνήθη τὰ τῆς πόλεως ἀτυχήματα εἶναι τοῖς ὠσὶν ἀκούειν.

因为我的父亲阿特罗墨托斯——德摩斯梯尼啊,你既不知晓、也未曾亲见他盛年时是何等人物,便肆意诽谤,况且依你母系血统而言,你本人正是出自游牧斯基泰人——在三十僭主时期流亡异乡,并协助迎回了民主政体;而我母亲的兄弟,即我的舅父、阿卡耳奈区的格劳科斯之子克勒奥布洛斯,则与布祖吉斯家族的德迈涅托斯一道,在海战中协助击垮了拉刻代蒙人的海军统帅凯隆;因此,亲耳聆听城邦的不幸,对我而言乃是耳熟能详且亲近之情。

§79

ἐπιτιμᾷς δέ μοι καὶ τὴν ἐν τοῖς μυρίοις ἐν Ἀρκαδίᾳ δημηγορίαν καὶ πρεσβείαν, καὶ μεταβεβλῆσθαί με φῄς, αὐτὸς ὢν ἀνδραποδώδης καὶ μόνον οὐκ ἐστιγμένος αὐτόμολος.2 ἐγὼ δʼ ἐν μὲν τῷ πολέμῳ συνίστην, καθʼ ὅσον ἦν δυνατός, Ἀρκάδας καὶ τοὺς ἄλλους Ἕλληνας ἐπὶ Φίλιππον· οὐδενὸς δʼ ἀνθρώπων ἐπικουροῦντος τῇ πόλει, ἀλλὰ τῶν μὲν περιορώντων ὅ τι συμβήσεται, τῶν δὲ συνεπιστρατευόντων, τῶν δʼ ἐν τῇ πόλει ῥητόρων χορηγὸν ταῖς καθʼ ἡμέραν δαπάναις τὸν πόλεμον ποιουμένων,3 ὁμολογῶ συμβουλεῦσαι τῷ δήμῳ διαλύσασθαι πρὸς Φίλιππον καὶ τὴν εἰρήνην συνθέσθαι, ἣν σὺ νομίζεις νῦν αἰσχράν, ὁ οὐδὲ πώποθʼ ἁψάμενος ὅπλων, ἐγὼ δὲ ταύτην εἶναι πολλῷ φημι καλλίω τοῦ πολέμου.

你还指责我在阿卡迪亚的一万人大会上的演说与出使,声称我改变了立场,而你自己本是个奴颜婢膝之徒,差一点就成了被烙上印记的逃兵。在战争期间,我曾尽己所能联合阿卡迪亚人及其他希腊人对抗菲力;然而,当时并无任何一人前来援助城邦,反倒有人隔岸观火看事情的发展,有人与敌人并肩进军,而城邦内的演说家们则将战争变成自己日常开销的资助人;因此,我承认我曾建议人民与菲力讲和并缔结条约。你这个生平从未摸过武器的人如今认为这一和约可耻,我却坚称它远比战争高尚得多。

§80

χρὴ δέ, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς μὲν πρέσβεις θεωρεῖν πρὸς τὸν καιρὸν καθʼ ὃν ἐπρέσβευον, τοὺς δὲ στρατηγοὺς πρὸς τὰς δυνάμεις ὧν ἡγοῦντο. καὶ γὰρ τὰς εἰκόνας ἵστατε, καὶ τὰς προεδρίας καὶ τοὺς στεφάνους καὶ τὰς ἐν πρυτανείῳ σιτήσεις δίδοτε, οὐ τοῖς τὴν εἰρήνην ἀπαγγείλασιν, ἀλλὰ τοῖς τὴν μάχην νικήσασιν. εἰ δʼ ἔσονται τῶν πολέμων αἱ μὲν εὔθυναι τῶν πρέσβεων, αἱ δὲ δωρεαὶ τῶν στρατηγῶν,4 ἀσπόνδους καὶ ἀκηρύκτους τοὺς πολέμους ποιήσετε· οὐδεὶς γὰρ ἐθελήσει πρεσβεύειν.

雅典的男人们啊,衡量使节应当依据他们出使时的时局,衡量将军则应当依据他们所统率的兵力。因为你们树立雕像,授予前排就座之殊荣、冠冕以及在公宴厅进餐的待遇,并不是给那些带回和平消息的人,而是给那些在战役中获胜的人。如果对战争的查账问责归于使节,而奖赏却归于将军,你们就会使战争变成既无谈判余地也无休战停火的死局;因为再也没有人愿意出使了。

§81

περὶ δὲ Κερσοβλέπτου καὶ Φωκέων καὶ τῶν ἄλλων ἃ πρὸς τούτοις διαβέβλημαι, ὑπόλοιπον εἰπεῖν. ἐγὼ γὰρ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἐν τῇ προτέρᾳ καὶ ἐν τῇ ὑστέρᾳ πρεσβείᾳ, ἃ μὲν εἶδον, ὡς εἶδον, ὑμῖν ἀπήγγελλον, ἃ δʼ ἤκουσα, ὡς ἤκουσα. τίνα οὖν ἦν ἑκάτερα τούτων, ἅ τε εἶδον ἅ τε ἤκουσα περὶ Κερσοβλέπτου; εἶδον μὲν ἐγὼ καὶ οἱ συμπρέσβεις ἅπαντες ὁμηρεύοντα τὸν υἱὸν τὸν Κερσοβλέπτου παρὰ Φιλίππῳ· καὶ ἔτι καὶ νῦν τοῦθʼ οὕτως ἔχει.

关于克尔索布勒普忒斯、福客斯人以及除此之外我遭到诽谤的其他事项,尚待我一并陈明。雅典的男人们啊,无论是在第一次出使还是在第二次出使中,我亲眼所见的,我都据实呈报给你们;我亲耳所闻的,也都据实呈报。那么,关于克尔索布勒普忒斯,我所见到的和我所听到的究竟分别是什么呢?我和全体同僚使节亲眼看见克尔索布勒普忒斯的儿子在菲力身边充当人质;而且直到如今,事情依然如此。

§82

συνέβαινε δέ, ὅτε τὴν προτέραν ἐπρεσβεύομεν πρεσβείαν, ἐμοὶ μὲν μετὰ τῶν συμπρέσβεων ἀπιέναι δεῦρο, Φιλίππῳ δʼ ἐπὶ Θράκην ἐξιέναι, πρὸς δʼ ἡμᾶς ὡμολογηκέναι, ἕως ἂν ὑμεῖς περὶ τῆς εἰρήνης βουλεύσησθε, μὴ ἐπιβήσεσθαι μεθʼ ὅπλων Χερρονήσου. ἐν ἐκείνῃ μὲν οὖν τῇ ἡμέρᾳ ᾗ ὑμεῖς ἐψηφίσασθε τὴν εἰρήνην, οὐδεμία μνεία ἐγένετο περὶ Κερσοβλέπτου· ἤδη δὲ ἡμῶν κεχειροτονημένων ἐπὶ τοὺς ὅρκους, οὔπω δὲ ἀπηρκότων ἐπὶ τὴν ὑστέραν πρεσβείαν, ἐκκλησία γίγνεται, ἐν ᾗ Δημοσθένης ὁ νυνὶ κατηγορῶν ἐμοῦ λαγχάνει προεδρεύειν.

当时的情形是:当我们执行第一次出使时,我和使节同僚们启程返回此地,而菲力则向色雷斯进军,并曾向我们允诺,在你们审议和约之前,他绝不率兵踏入赫尔松尼苏斯半岛一步。因此,在你们投票赞成和约的那一天,根本没有提及克尔索布勒普忒斯;但到了我们已被投票选派去监誓、却尚未启程前往第二次出使之时,召开了公民大会,而此时正指控我的德摩斯梯尼恰好抽签当上了大会主席团主席。

§83

ἐν δὲ ταύτῃ τῇ ἐκκλησίᾳ Κριτόβουλος ὁ Λαμψακηνὸς εἶπε παρελθών, ὅτι πέμψειε μὲν αὑτὸν Κερσοβλέπτης, ἀξιοίη δὲ ἀποδοῦναι τοὺς ὅρκους τοῖς Φιλίππου πρέσβεσι, καὶ συναναγραφῆναι Κερσοβλέπτην ἐν τοῖς ὑμετέροις συμμάχοις. ῥηθέντων δὲ τῶν λόγων τούτων, Ἀλεξίμαχος ὁ Πήληξ δίδωσιν ἀναγνῶναι ψήφισμα τοῖς προέδροις, ἐν ᾧ ἐγέγραπτο ἀποδοῦναι τοὺς ὅρκους Φιλίππῳ μετὰ τῶν ἄλλων συμμάχων τὸν ἥκοντα παρὰ Κερσοβλέπτου.

正是在这次大会上,拉普萨库斯的克里托布洛斯登台发言,宣称是克尔索布勒普忒斯派遣他前来的,并要求向菲力的使者们宣誓,且将克尔索布勒普忒斯与你们的其他盟友一同登记在册。这番话说完之后,佩勒克斯区的亚历克西马科斯将一份决议草案递交给主席团宣读,草案中写明由来自克尔索布勒普忒斯处的使者与其他盟友一起向菲力宣誓。

语法注4 条
  1. 78καὶ ταῦτα, ὦ Δημόσθενες, ἐκ τῶν νομάδων Σκυθῶν τὸ πρὸς μητρὸς ὢν γένος

    短语 καὶ ταῦτα 与分词 ὢν 连用,构成让步或补充对照的惯用结构(“况且你本人还是……”)。此外,τὸ πρὸς μητρὸς ... γένος 作状语性宾格(关系宾格/限定宾格),修饰 ὢν,意为“就母系血统而言”。

  2. 79μόνον οὐκ ἐστιγμένος αὐτόμολος

    成语 μόνον οὐ(在此写作 οὐκ)作副词短语,意为“几乎”、“差一点就……”,修饰分词 ἐστιγμένος(“被烙上印记的”),整个短语意为“差一点就被烙上印记的逃兵(实际上无异于逃兵)”。

  3. 79χορηγὸν ταῖς καθʼ ἡμέραν δαπάναις τὸν πόλεμον ποιουμένων

    动词 ποιουμένων 带双重宾格:τὸν πόλεμον 是直接宾语,χορηγόν(歌队出资人/资助人)是补足语性宾格(述语宾格);与格 ταῖς καθʼ ἡμέραν δαπάναις 作 χορηγόν 的关涉与格,整句意为“把战争变成供给日常开销的出资者”。

  4. 80εἰ δʼ ἔσονται τῶν πολέμων αἱ μὲν εὔθυναι τῶν πρέσβεων, αἱ δὲ δωρεαὶ τῶν στρατηγῶν

    系动词 ἔσονται 搭配所有性述语属格的句式。αἱ μὲν εὔθυναι 是主语,τῶν πρέσβεων 是述语(“属于使节”);αἱ δὲ δωρεαί 是主语,τῶν στρατηγῶν 是述语(“属于将军”)。句首的 τῶν πολέμων 是修饰 εὔθυναι 与 δωρεαί 的属格(“战争的查账/奖赏”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg002.humanitext-grc2:78-83