← 埃斯基涅斯

论使职不称职

§71-77

雅典的军事危机与主和立场的正当性

艾斯基尼斯回顾了当时因哈列斯将军的失误和同盟城邦的丧失而导致雅典陷入严重军政危机的境况,辩明自己主张效仿先祖审慎明智以求和约、反对好战煽动的合理性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§71

ἑκατὸν δὲ καὶ πεντήκοντα τριήρεις λαβόντα ἐκ τῶν νεωρίων μὴ κατακεκομικέναι,1 καὶ ταῦτα ὑμῖν ἐν τοῖς ἀγῶσιν ἀεὶ τοῖς Χάρητος οἱ κατήγοροι δεικνύουσι, χίλια δὲ καὶ πεντακόσια τάλαντα οὐκ εἰς στρατιώτας, ἀλλʼ εἰς ἡγεμόνων ἀλαζονείας ἀνηλωκέναι, Δηιάρην τε καὶ Δηίπυρον καὶ Πολυφόντην, δραπέτας ἀνθρώπους ἐκ τῆς Ἑλλάδος συνειλεγμένους, καὶ χωρὶς εἰς τοὺς περὶ τὸ βῆμα καὶ τὴν ἐκκλησίαν μισθοφόρους, οἳ τοὺς μὲν ταλαιπώρους νησιώτας καθʼ ἕκαστον ἐνιαυτὸν ἑξήκοντα τάλαντα εἰσέπραττον σύνταξιν, κατῆγον δὲ τὰ πλοῖα καὶ τοὺς Ἕλληνας ἐκ τῆς κοινῆς θαλάττης.

情况还包括,我们的将军从船坞领走了一百五十艘三列桨战船却未曾带回——这正是控告者们在哈列斯的历次审判中一再向你们指出的——而且他耗费了一千五百塔兰同,不是用在士兵身上,而是挥霍在那些指挥官的傲慢纵欲上,即从全希腊网罗来的逃亡流民迪阿列斯、迪皮罗斯和波利丰特斯身上,并另外耗费在讲台和公民大会周围的雇佣兵身上;这些人每年从可怜的岛民那里榨取六十塔兰同的摊派金,并从公海上劫持船只与希腊人。

§72

ἀντὶ δὲ ἀξιώματος καὶ τῆς τῶν Ἑλλήνων ἡγεμονίας, ἡ πόλις ἡμῶν τῆς Μυοννήσου καὶ τῆς τῶν λῃστῶν δόξης ἀνεπίμπλατο· Φίλιππος δὲ ὁρμηθεὶς ἐκ Μακεδονίας, οὐκέθʼ ὑπὲρ Ἀμφιπόλεως πρὸς ἡμᾶς ἠγωνίζετο, ἀλλʼ ἤδη περὶ Λήμνου καὶ Ἴμβρου καὶ Σκύρου, τῶν ἡμετέρων κτημάτων· ἐξέλειπον δὲ Χερρόνησον ἡμῶν οἱ πολῖται, τὴν οὖσαν ὁμολογουμένως Ἀθηναίων· πλείους δὲ ἐκκλησίας συγκλήτους ἠναγκάζεσθε ἐκκλησιάζειν μετὰ φόβου καὶ θορύβου, ἢ τὰς τεταγμένας ἐκ τῶν νόμων·

我们城邦未能获得尊严与对希腊人的领导权,反而充斥着米翁涅索斯岛的名声与海盗般的恶名。菲力从马其顿出发,同我们争夺的已不再是安菲波利斯,而是我们自己的产业利姆诺斯、因布罗斯和斯库罗斯;我们的公民正在放弃公认属于雅典人的赫尔松尼苏斯;而在恐惧与骚乱中,你们被迫召开的特命召集公民大会比法律规定的法定大会还要多。

§73

οὕτω δʼ ἦν σφαλερὰ καὶ ἐπικίνδυνα τὰ πράγματα, ὥστε ἠναγκάσθη γράψαι ψήφισμα Κηφισοφῶν ὁ Παιανιεύς, εἷς τῶν φίλων καὶ ἑταίρων τῶν Χάρητος, ἐκπλεῖν τὴν ταχίστην Ἀντίοχον τὸν ἐπὶ τῶν ὑπηρετικῶν, καὶ ζητεῖν τὸν στρατηγὸν τὸν ἐπὶ τῇ δυνάμει τεταγμένον, κἂν ἐντύχῃ που, φράζειν ὅτι θαυμάζει ὁ δῆμος ὁ Ἀθηναίων, εἰ2 Φίλιππος μὲν ἐπὶ Χερρόνησον τὴν Ἀθηναίων πορεύεται, Ἀθηναῖοι δὲ οὐδὲ τὸν στρατηγὸν ἴσασιν οὐδὲ τὴν δύναμιν ἣν ἐξέπεμψαν, ὅπου ἐστίν. ὅτι δʼ ἀληθῆ λέγω, ἀκούσατε τοῦ ψηφίσματος, καὶ ἀναμνήσθητε τοῦ πολέμου, καὶ τὴν εἰρήνην τοὺς τῶν ὅπλων ἡγεμόνας, ἀλλὰ μὴ τοὺς πρέσβεις, ἀπαιτεῖτε.3

局势当时是如此风雨飘摇、危如累卵,以致哈列斯的朋友与同党之一、派阿尼亚区的刻菲索丰被迫起草了一份决议案:命令负责联络巡视船只的安提奥科斯以最快速度扬帆出海,搜寻统率军队的将军,一旦在某处相遇,便告知他:雅典人民感到震惊,菲力正进军属于雅典人的赫尔松尼苏斯,而雅典人竟连自己派遣的将军和军队在何处都一无所知。为了证明我说的是实话,请听决议案的内容,并请回忆那场战争,向军事统帅们、而非向使节们追究和平的责任。

§74

Ψήφισμα οἱ μὲν καιροὶ τῆς πόλεως τοιοῦτοι, ἐν οἷς οἱ περὶ τῆς εἰρήνης ἐγίγνοντο λόγοι· ἀνιστάμενοι δὲ οἱ συντεταγμένοι ῥήτορες, περὶ μὲν τῆς σωτηρίας τῆς πόλεως οὐδʼ ἐνεχείρουν λέγειν, ἀποβλέπειν δὲ εἰς τὰ προπύλαια τῆς ἀκροπόλεως ἐκέλευον ὑμᾶς, καὶ τῆς ἐν Σαλαμῖνι ναυμαχίας μεμνῆσθαι, καὶ τῶν τάφων τῶν προγόνων καὶ τῶν τροπαίων.

决议案 讨论和约之时,城邦所处的正是这样危急的关头。然而那些串通一气的演说家们登台后,根本无意谈及城邦的安危存亡,反而要求你们仰望卫城的山门,牢记萨拉米斯海战,牢记先祖的坟墓与胜利纪念碑。

§75

ἐγὼ δὲ ἁπάντων μὲν τούτων ἔφην δεῖν μεμνῆσθαι, μιμεῖσθαι μέντοι τὰς τῶν προγόνων εὐβουλίας, τὰ δὲ ἁμαρτήματα αὐτῶν καὶ τὴν ἄκαιρον φιλονικίαν φυλάττεσθαι, τὴν μὲν ἐν Πλαταιαῖς πεζομαχίαν, καὶ τοὺς ἀγῶνας τοὺς περὶ Σαλαμῖνα, καὶ τὴν ἐν Μαραθῶνι μάχην, καὶ τὴν ἐπʼ Ἀρτεμισίῳ ναυμαχίαν, καὶ τὴν Τολμίδου ζηλοῦν στρατηγίαν κελεύων, ὃς χιλίους ἔχων ἐπιλέκτους Ἀθηναίων, διὰ μέσης Πελοποννήσου πολεμίας οὔσης ἀδεῶς διεξῄει.

而我则表示,这一切固然都应当牢记,但应当效仿先祖的审慎明智,同时警惕他们的失策与不合时宜的好勇斗狠。

§76

τὴν δʼ εἰς Σικελίαν στρατείαν φυλάττεσθαι, ἣν ἐξέπεμψαν Λεοντίνοις βοηθήσοντες, τῶν πολεμίων ἐμβεβληκότων εἰς τὴν χώραν ἡμῶν καὶ Δεκελείας ἐπιτετειχισμένης, καὶ τὴν τελευταίαν ἀβουλίαν, ὅθʼ ἡττημένοι τῷ πολέμῳ, προκαλουμένων αὐτοὺς Λακεδαιμονίων εἰρήνην ἄγειν ἔχοντας πρὸς τῇ Ἀττικῇ Λῆμνον καὶ Ἴμβρον καὶ Σκῦρον καὶ δημοκρατουμένους κατὰ τοὺς νόμους, τούτων μὲν οὐδὲν ἤθελον ποιεῖν, πολεμεῖν δὲ προῃροῦντο οὐ δυνάμενοι, Κλεοφῶν δὲ ὁ λυροποιός, ὃν πολλοὶ δεδεμένον ἐν πέδαις ἐμνημόνευον, παρεγγραφεὶς αἰσχρῶς πολίτης καὶ διεφθαρκὼς νομῇ χρημάτων τὸν δῆμον, ἀποκόψειν ἠπείλει μαχαίρᾳ τὸν τράχηλον, εἴ τις εἰρήνης μνησθήσεται· τελευτῶντες δὲ εἰς τοῦτο τὴν πόλιν προήγαγον, ὥστε ἀγαπητῶς τὴν εἰρήνην ποιήσασθαι, ἀποστάντας πάντων καὶ τὰ τείχη καθελόντας, καὶ παραδεξαμένους φρουρὰν καὶ Λακεδαιμόνιον ἁρμοστήν, καὶ τῆς δημοκρατίας τοῖς τριάκοντα ἀφεμένους,4 οἳ χιλίους καὶ πεντακοσίους τῶν πολιτῶν ἀκρίτους ἀπέκτειναν. τὴν μὲν τοιαύτην ἀβουλίαν ὁμολογῶ παραγγέλλειν φυλάττεσθαι, τὰ δʼ ὀλίγῳ πρότερον εἰρημένα μιμεῖσθαι. οὐ γὰρ παρὰ τῶν ἀλλοτρίων, ἀλλὰ παρὰ τοῦ πάντων οἰκειοτάτου ταῦτα ἐπυνθανόμην.

我呼吁你们效仿普拉提亚的步兵战、萨拉米斯附近的激战、马拉松战役、阿耳忒弥西昂海战,以及托尔米得斯的将略——他率领一千名雅典精兵,在已成敌国的伯罗奔尼撒腹地无所畏惧地纵横穿行;但要警惕西西里远征——当年在敌人已侵入我国土、德凯利亚已被筑垒据守的情况下,他们却派兵去援助莱昂蒂诺伊人;还要警惕那最后的狂妄盲目——当时雅典人在战争中一败涂地,拉刻代蒙人提议缔结和约,允许雅典人在保有阿提卡之外,继续拥有利姆诺斯、因布罗斯和斯库罗斯,并依照法律实行民主政治,雅典人却对此全然不屑一顾,反而在无力支撑的情况下执意选择继续开战;而许多人都记得曾身陷枷锁的制琴匠克利奥丰,在可耻地混入公民籍、并用金钱分配腐蚀了人民之后,竟威胁说谁要是提及和平,就用匕首割断谁的脖子;他们最终将城邦推向了这般境地:只能谢天谢地地接受和约,放弃一切领地,拆毁城墙,接纳卫队和拉刻代蒙总督,并将民主政体拱手让给杀害了一千五百名未经审讯的公民的三十僭主。我承认我确实告诫过大家要警惕此类盲目轻举,并效仿不久前所提到的那些业绩;因为我获知这些道理并非出自外人,而是出自与我关系最密切的人。

语法注4 条
  1. 71μὴ κατακεκομικέναι

    承接前一语言块中由 συνέβαινε 所引出的宾格加不定式结构。其逻辑主语延续前句的 ἡμῶν τὸν στρατηγόν(哈列斯将军),并由阳性单数分词 λαβόντα(修饰将军而非城邦)加以印证。否定词 μή 为此类不定式结构的常规用法。

  2. 73θαυμάζει ὁ δῆμος ὁ Ἀθηναίων, εἰ

    在表示情感的动词(如 θαυμάζω)之后,εἰ 引导名词性从句表示产生该情感的事实或原因(“对……感到惊奇/诧异”)。此处表达民众感到震惊的内容:菲力已经进军,而雅典人竟不知将军身在何处。

  3. 73τὴν εἰρήνην τοὺς τῶν ὅπλων ἡγεμόνας, ἀλλὰ μὴ τοὺς πρέσβεις, ἀπαιτεῖτε

    动词 ἀπαιτέω(索要、要求……交代/问责)支配人和事物的双重宾格结构。事物宾格为 τὴν εἰρήνην(关于和平的交代/责任),人物宾格为 τοὺς τῶν ὅπλων ἡγεμόνας 与 τοὺς πρέσβεις(向军事统帅而非使节追究)。

  4. 77τῆς δημοκρατίας τοῖς τριάκοντα ἀφεμένους

    中动式动词 ἀφίεμαι 意为“放弃、让渡”,支配被放弃之物的属格(τῆς δημοκρατίας)与让予对象的与格(τοῖς τριάκοντα)。分词宾格复数形式 ἀφεμένους 与 ὥστε 结果从句中表示雅典人的逻辑主语相一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg002.humanitext-grc2:71-77