← 埃斯基涅斯

论使职不称职

§63-70

驳斥第二次大会发言指控与当时战况回顾

艾斯基尼斯驳斥了狄摩西尼声称他在第二次大会上为菲洛克拉忒斯辩护的指控,依据禁止发言的大会决议和阿敏托尔的证词证明此说绝不可能发生,并回顾当时的险峻战局以捍卫自己的立场。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§63

εἴρηκε δὲ ὡς ἐν τῇ προτέρᾳ τῶν ἐκκλησιῶν δημηγορήσαντος Φιλοκράτους, ὕστερον ἀναβὰς ἐγὼ κατεμεμψάμην ἣν εἰσηγεῖτο ἐκεῖνος εἰρήνην, αἰσχρὰν καὶ τῆς πόλεως ἀναξίαν εἶναι φάσκων, τῇ δʼ ὑστεραίᾳ πάλιν ὡς συναγορεύοιμι τῷ Φιλοκράτει, καὶ τὴν ἐκκλησίαν εὐημερήσας οἰχοίμην φέρων,1 πείθων ὑμᾶς μὴ προσέχειν τοῖς τὰς μάχας καὶ τὰ τῶν προγόνων λέγουσι τρόπαια, μηδὲ τοῖς Ἕλλησι βοηθεῖν.

他还声称,在两次公民大会中的前一次上,当菲洛克拉忒斯发表演说后,我随后登台谴责了他所提出的和约,宣称那是可耻且有损城邦体面的;而在次日,我却反过来为菲洛克拉忒斯帮腔,并在大会中大获全胜席卷全场,劝说你们不要理会那些谈论战役和先祖胜利纪念碑的人,也不要援助希腊人。

§64

ὅτι δʼ οὐ ψευδῆ μόνον κατηγόρηκεν, ἀλλὰ καὶ ἀδύνατα γενέσθαι, μίαν μὲν αὐτὸς καθʼ αὑτοῦ μαρτυρίαν μαρτυρήσει, ἑτέραν δὲ πάντες Ἀθηναῖοι καὶ ὑμεῖς ἀναμιμνῃσκόμενοι, τρίτην δὲ ἡ τῆς αἰτίας ἀπιθανότης, τετάρτην δὲ ἀνὴρ ἀξιόλογος, εἷς τῶν πολιτευομένων, Ἀμύντωρ, ᾧ ψήφισμα ἐπεδείξατο Δημοσθένης καὶ ἀνεκοινοῦτο, εἰ δῷ τῷ γραμματεῖ, οὐχ ὑπεναντία, ἀλλὰ ταὐτὰ γεγραφὼς Φιλοκράτει.

然而,他的指控不仅完全虚假,甚至根本不可能发生;关于这一点,一重证言是他自己对自己所作的证言,第二重是全体雅典人及你们大家通过回忆所作的证言,第三重是这一指控本身的荒谬不可信,第四重则是一位显要人物、从政者之一阿敏托尔所作的证言——狄摩西尼曾向他展示一份决议案并咨询他是否应交与文书,而该决议案并非反对菲洛克拉忒斯,却是起草了与菲洛克拉忒斯完全相同的内容。

§65

καί μοι λαβὲ τὸ ψήφισμα καὶ ἀνάγνωθι τὸ Δημοσθένους, ἐν ᾧ φαίνεται γεγραφώς, τῇ μὲν προτέρᾳ τῶν ἐκκλησιῶν συμβουλεύειν τὸν βουλόμενον, τῇ δʼ ὑστέρᾳ τοὺς προέδρους ἐπιψηφίζειν τὰς γνώμας, λόγον δὲ μὴ προτιθέναι, ἐν ᾗ μέ φησιν αὐτὸς Φιλοκράτει συνειπεῖν.

请为我拿来并宣读狄摩西尼的这项决议案,其中明确显示出他起草规定:在前一次公民大会上由愿发言者提出建议,而在后一次大会上由大会主席团将提案付诸表决,不再安排发言辩论——而这正是他声称我附和菲洛克拉忒斯发言的那次大会。

§66

Ψήφισμα οὐκοῦν τὰ μὲν ψηφίσματα, ὡς ἐξ ἀρχῆς ἐγράφη, μένει, οἱ δὲ τῶν συκοφαντῶν λόγοι πρὸς τοὺς ἐφʼ ἡμέραν καιροὺς λέγονται. ποιεῖ δέ μου τὴν δημηγορίαν ὁ μὲν κατήγορος διαιρετήν, τὸ ψήφισμα δὲ καὶ τἀληθὲς μίαν· λόγον γὰρ μὴ προτιθέντων εἰς τὴν ὑστέραν ἐκκλησίαν τῶν προέδρων, οὐκ εἰπεῖν.2 τί δʼ ἂν καὶ βουλόμενος, εἴπερ ταὐτὰ Φιλοκράτει προειλόμην, κατηγόρουν μὲν πρὸς τοὺς αὐτοὺς ἀκροατὰς τῇ προτεραίᾳ, μίαν δὲ νύκτα διαλιπὼν συνηγόρουν; πότερα ὡς αὐτὸς εὐδοξήσων, ἢ ὡς ἐκεῖνον ὠφελήσων; ἀλλʼ οὐκ ἐνῆν οὐδέτερα ἐξενέγκασθαι, ἀλλʼ ὑπὸ πάντων μὲν μισεῖσθαι, περαίνειν δὲ μηδέν.

决议案 由此可见,决议案仍保持着最初起草时的原样,而诬告者的言论却是为了顺应日常形势的变化而信口编造的。控告者把我的演说劈成两次,但决议案和真相却表明只有一次;因为大会主席团在后一次公民大会上根本没有安排发言,我绝不可能发过言。如果我真的选择了与菲洛克拉忒斯相同的立场,那我究竟怀着什么企图,竟在前一天当着同一批听众发言反对,仅隔了一夜又发言赞同呢?是为了让我自己赢得声誉,还是为了对他有所助益?然而这两点都是绝不可能达到的,结果只会招致所有人的憎恨,并且一事无成。

§67

κάλει δέ μοι καὶ Ἀμύντορα Ἑρχιέα, καὶ τὴν μαρτυρίαν ἀνάγνωθι. ὃν δὲ τρόπον γέγραπται, προδιελθεῖν ὑμῖν βούλομαι. μαρτυρεῖ Ἀμύντωρ Αἰσχίνῃ, ὅτε ἐβουλεύετο ὁ δῆμος περὶ τῆς συμμαχίας τῆς πρὸς Φίλιππον κατὰ τὸ Δημοσθένους ψήφισμα, ἐν τῇ ὑστέρᾳ τῶν δυοῖν ἐκκλησιῶν, ὅτε οὐκ ἐξῆν δημηγορεῖν, ἀλλὰ τὰ περὶ τῆς εἰρήνης καὶ συμμαχίας ψηφίσματα ἐπεψηφίζετο, ἐν ταύτῃ τῇ ἐκκλησίᾳ Δημοσθένην ἐπιδείξασθαι παρακαθήμενον ψήφισμα ἑαυτῷ, ἐφʼ ᾧ ἐπεγέγραπτο τὸ Δημοσθένους ὄνομα, καὶ ἀνακοινοῦσθαι αὐτὸν αὑτῷ, εἰ δῷ τοῖς προέδροις ἐπιψηφίσαι, καὶ εἶναι, ἐφʼ οἷς τὴν εἰρήνην καὶ τὴν συμμαχίαν ἔγραψε ποιεῖσθαι, ἐπὶ τοῖς αὐτοῖς ἐφʼ οἷσπερ καὶ Φιλοκράτης ἐγεγράφει. κάλει δέ μοι Ἀμύντορα Ἑρχιέα, καὶ ἐκκλήτευε, ἐὰν μὴ θέλῃ δευρὶ παρεῖναι.

请再为我传唤埃尔契亚区的阿敏托尔,并宣读他的证词。但关于证词是如何书写的,我想先向你们说明。阿敏托尔为艾斯基尼斯作证:当人民根据狄摩西尼的决议审议与菲力的同盟时,在两次公民大会中的后一次上——当时已不允许登台演说,而是将关于和平与同盟的决议案付诸表决——在那次大会上,坐在他身旁的狄摩西尼向他展示了一份题有狄摩西尼之名的决议案,并同他商议是否应将其交给主席团付诸表决;而他起草缔结和平与同盟所依循的条件,正是菲洛克拉忒斯起草时所依据的完全相同的条件。请为我传唤埃尔契亚区的阿敏托尔;如果他不愿前来到场,就对他发出传票。

§69

Μαρτυρία τῆς μὲν μαρτυρίας ἀκηκόατε, ὦ ἄνδρες Ἀθηναῖοι· σκοπεῖτε δὴ πότερα ὑμῖν δοκεῖ Δημοσθένης ἐμοῦ κατηγορηκέναι, ἢ τοὐναντίον αὐτὸς αὑτοῦ ἐπὶ τῷ ἐμῷ ὀνόματι. ἐπειδὴ δὲ καὶ τὴν δημηγορίαν μου διαβάλλει, καὶ τοὺς εἰρημένους λόγους ἐπὶ τὰ χείρω διεξέρχεται, οὔτʼ ἂν ἀποδραίην, οὔτʼ ἂν τῶν τότʼ εἰρημένων οὐδὲν ἀρνησαίμην, οὔτʼ αἰσχύνομαι ἐπʼ αὐτοῖς, ἀλλὰ καὶ φιλοτιμοῦμαι.

证词 雅典的男人们,你们已经听到了证词。请认真考虑一下,你们觉得狄摩西尼是控告了我,还是恰恰以我的名义控告了他自己?鉴于他还诋毁我的演说,以最恶劣的方式转述我所说的话,我既不会逃避,也不会否认当时所说的任何一句话,我对那些话毫无愧色,反而深感自豪。

§70

βούλομαι δʼ ὑμᾶς καὶ τοὺς καιροὺς ὑπομνῆσαι, ἐν οἷς ἐβουλεύεσθε. τὴν μὲν γὰρ ἀρχὴν ἐποιησάμεθα τοῦ πολέμου ὑπὲρ Ἀμφιπόλεως, συνέβαινε δʼ ἡμῶν τὸν στρατηγὸν ἐν τῷ πολέμῳ ἑβδομήκοντα μὲν καὶ πέντε πόλεις συμμαχίδας ἀποβεβληκέναι, ἃς ἐκτήσατο Τιμόθεος ὁ Κόνωνος καὶ κατέστησεν εἰς τὸ συνέδριον· (προῄρημαι γὰρ παρρησιάσασθαι, καὶ ἐλευθέρως ἅμα καὶ τἀληθῆ εἰπὼν σῴζεσθαι· ἐὰν δὲ ἄλλως πως γιγνώσκητε, καταχρήσασθέ μοι· οὐ γὰρ ἂν ὑποστειλαίμην·)3

我还想提醒你们注意当年你们进行审议时的危急关头。我们当初是为了安菲波利斯而开战,但在战争中我们的将军却丧失了七十五座同盟城邦——这些城邦曾由科农之子提摩修斯争取并使其加入同盟代表会议;(因为我已决意畅所欲言,通过坦白直言真理来保全自己;如果你们另有裁决,便请随意处置我吧,因为我绝不会退缩屈服)。

语法注3 条
  1. 63τὴν ἐκκλησίαν εὐημερήσας οἰχοίμην φέρων

    动词 οἴχομαι 搭配现在分词(此处为 φέρων)是表示“全盘卷走”、“完全掌控席卷”的习语表达。此处使用祈愿语气 οἰχοίμην 是因其处于由 ὡς 引导的间接引语中,转述狄摩西尼所声称的“(艾斯基尼斯)大获全胜并席卷了整个公民大会”。

  2. 66λόγον γὰρ μὴ προτιθέντων εἰς τὴν ὑστέραν ἐκκλησίαν τῶν προέδρων, οὐκ εἰπεῖν

    前半部分是属格绝对结构(λόγον μὴ προτιθέντων... τῶν προέδρων,“因主席团未将辩论列入议程”)。主句中的 οὐκ εἰπεῖν 为不定式,延续前文关于决议案与事实证明的逻辑表述,表达“我绝未(也不可能)发言”这一必然结论。

  3. 70οὐ γὰρ ἂν ὑποστειλαίμην

    ἄν 加上不定过去式中动态祈愿语气(ὑποστειλαίμην),表示潜在可能性或坚定的决意。动词 ὑποστέλλομαι 原指“收帆”,引申为“退缩”、“噤声”或“有所保留”,此处表达说话人绝不畏缩、决意直言不讳的态度。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0026.tlg002.humanitext-grc2:63-70